Δευτέρα, 07 Οκτωβρίου 2024

Θεοφάνους Κεραμέως

Ὁμιλία νγ΄

«Εἰς τὸν Εὐαγγελισμὸν τῆς ὑπεραγίας Θεοτόκου

 

(J.P. Migne, Patrologia Graeca, t. 132, 928C-941B)

Σήμερον ἡ Ἐκκλησία δαδουχεῖται μυστικῶς, καὶ πυρσεύεται τὴν πρώτην τῶν ἑορτῶν πανήγυριν ἄγουσα. Σήμερον ἀρχὴν λαμβάνει τῆς ἔχθρας τὸ μεσότειχον λύεσθαι, καὶ τῇ γῇ μυστικῶς συνάπτεσθαι τὰ οὐράνια. Σήμερον τὴν τῆς προμήτορος λυπηρὰν ἐπιτίμησιν ἀρχαγγελικὸς ἀσπασμὸς μετήμειψεν εἰς χαρὰν, καὶ ἡ παλαιὰ σκυθρωπότης ἠφάνισται. Σήμερον τοὺς Σεραφικοὺς Θρόνους ἡ Παρθένος Μαριὰμ διαδέχεται, ἀῤῥἡτως βαστάζουσα τὸν ἐν αὐτοῖς ἐποχούμενον. Σήμερον τὸ τῆς βάτου μυστήριον πληρούμενον δείκνυται, τῇ φρυγανώδει φύσει προσπλακλέντος τοῦ πυρὸς τῆς Θεότητος. Ἡ μὲν οὖν ἑορτὴ κορωνὶς οὖσα πασῶν τῶν ἑορτῶν πολλὰ περιέχει μυστήρια. Ἡμεῖς δὲ διὰ τὸ κατεπεῖγον τῆς ὥρας, βραχέα τῶν εὐαγγελικῶν ζητημάτων εἰς μέσον προθέμενοι, ταῖς φιλοθέοις ὑμῶν ἀκοαῖς ἐπεξεγησόμεθα.

«Ἐν ταῖς ἡμέραις ἐκείναις συνέλαβεν ἡ Ἑλισάβετ ἡ γυνὴ Ζαχαρίου, καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέντε. Ἐπειδὴ μὲν Ζαχαρίας, ἀπιστήσας τῷ Γαβριὴλ, ἐκεκώφευτο, τῇ δὲ Ἐλισάβετ  ἐνηργήθη ἡ σύλληψις, μέχρι μέν τινος περιέκρυβεν ἑαυτὴν ὡς μέν τισι δοκεῖ, ὅτι διὰ τὸ γῆρας ἠσχύνετο τὴν ἔξωρον εὐλαβουμένη κυοφορίαν, ἡμεῖς δέ φαμεν, ὡς οὐ διὰ τοῦτο περιέκρυβεν ἑαυτὴν. Ἦν γὰρ αὐτῇ μᾶλλον χαρᾶς ἡ σύλληψις πρόξενος, οὐ μόνον ὅτι μήτηρ ἐγίνετο, τὸ γλυκὸ πρᾶγμα καὶ ὄνομα, ἀλλ'  ὅτι καὶ παρ᾿ αὐτοῦ τοῦ νόμου ἦνν τις τιμὴ ταῖς μητράσιν, ἧς οὐ μετεῖχον αἱ στεῖραι καὶ ἄγονοι. Πῶς οὖν ἠσχύνετο τῆς νομικῆς εὐλογίας ἐπιτυγχάνουσα, καὶ ἅμα κοινωνοῦσα τῇ μακαρία Σάρρᾳ κατὰ τὴν ἔξωρον σύλληψιν ; Ὅτι γὰρ διὰ τοῦ τόκου περιῃρεῖτο τῆς ἀτεκνίας τὸ ὄνειδος ἐκ τῶν αὐτῆς λόγων ἔστι μαθεῖν. Φησὶ γὰρ «Οὕτως μοι πεποίηκε Κύριος ἐν ἡμέραις, αἷς ἐπεῖδεν ἀφελεῖν τὸ ὄνειδός μου ἐν ἀνθρώποις.  Τίνος οὖνν ἕνεκεν ἑαυτὴν περιέκρυβεν; Ἀαρωνῖτις οὔσα, καὶ τοῦ μεγάλου ἱερέως ὁμόζυγος σπουδαῖα ἦν ἐν τῇ κατ᾿ ἀρετὴν σπουδαία ἦν ἐν τῇ κατ᾽ ἀρετὴν ἀκριβεῖ πολιτείᾳ. Εὐλαβεῖτο οὖν ἐξ ἀρχῆς ὁμολογῆσαι τὴν σύλληψιν, ἵνα μὴ πολλοὶ ἐπιστήσαντες τὸ τοῦ Ζαχαρίου ἐπιτίμιον λήψωνται. Ἦν γὰρ τῷ πρὸς τὴν φύσιν ἀποβλέποντι ὡς ἀληθῶς ἀπιστότατον, γυναῖκα παρήλικα, ῥυσσὴν τὸ σῶμα, ἐρυτιδωμένην τὸ πρόσωπον, ἐνανθεῖσαν γήρει, φύσιν στειρεύουσαν, ἐπ᾽ τέκνα γενέσθαι καὶ μητέρα παιδός. Ἤδη γὰρ ἐπέσβετο καὶ αὐτῇ ὥσπερ τῇ Σάῤῥα ἐκεῖνα δι᾿ ὧν ἐνεργεῖται ἡ σύλληψις. Οὐκ οὖν αἰδουμένη, ἀλλὰ κηδομένη περιέκρυβεν ἑαυτήν. Ἐπειδὴ δὲ ταῖς κατὰ μικρὸν τοῦ ἐμβρύου αὐξήσεσιν ἡ γαστὴρ ἐνηυρύνετο, αἵ τε θηλαὶ δαψιλῶς ἐπληροῦντο τοῦ γάλακτος, τότε δὴ  οὐκ ἀπέκρυπτε τὸ μὴ ἀπιστῆσθαι δυνάμενον.

᾿Εν δὲ τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ ὑπὸ τοῦ Θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας ὄνομα Ναζαρὲτ πρὸς παρθένον μεμνηστευμένην ἀνδρὶ, ᾧ ὄνομα Ἰωσὴφ. : Φιλοπευστήσει δέ τις, τῶν λίαν ζητητικῶν, ὅτου χάριν κατὰ τὸν πρῶτον παρ᾿ Ἑβραίοις ἐμῆνα ἐτελεῖτο τοῦτο τὸ μυστήριον; Δῆλον γὰρ, ὡς ἕκτος μὲν ὑπῆρχε μὴν τῆς Ἰωάννου συλλήψεως, πρῶτος δὲ τοῦ ὅλου ἐνιαυτοῦ. Ἐπειδὴ δὲ ὁ αἰσθητὸς κόσμος οὗτος, κατὰ τοῦτον τὸν καιρὸν δημιουργηθείς, τῇ τοῦ ἀνθρώπου παραβάσει συνέφθαρται καὶ αὐτὸς, ἔδει δὲ τῇ τοῦ Δεσπότου ἐπιδημία καὶ  τὴν  κτίσιν νεουργηθῆναι, καὶ ἀναπλησθῆναι τὸν ἄνθρωπον, διά τοῦτο τῷ πρώτῳ μηνὶ βλαστάνειν ἄρχεται ἡ ἄσπορος γῆ τὸν σωτήριον ἄσταχυν. Ταύτην τὴν νεουργίαν τῆς κτίσεως, ὁ προφήτης προϊδὼν ἔλεγεν Ἔσται ὁ οὐρανὸς καινὸς, καὶ ἡ γῆ καινὴ. Καὶ καθάπερ, ὀπηνίκα ἡ τοῦ χειμῶνος παρέλθῃ κατήφεια, ὁ μὲν οὗτος εἰσάγεται  τὴν  ἐαρινὴν εἰσάγων λαμπρότητα, τὸν αὐτὸν τρόπον τοῦ τῆς εἰδωλολατρεἰας χειμῶνος ἤδη που λήξαντος, τὸ τῆς θεοφανείας ἔαρ λάμπειν ἀπήρξατο. Καὶ ὁπηνίκα ὁ αἰσθητὸς οὗτος ἥλιος ἐν τῇ κατὰ περίοδον πόλου περιφορᾷ κατὰ τοῦτον τὸν καιρὸν ἐν τῷ ἰδίῳ ὑψώματι γίνεται, ὃ δὴ Κριὸν ὀνομάζουσι. τότε δὴ τότε καὶ τῆς δικαιοσύνης ὁ Ἥλιος τῶν κόλπων οὐκ ἐκστὰς τοῦ γεννήτορος ἐν τῷ ἰδίῳ ὑψώματι τῆς ἡμετέρας ἐσχατιᾶς περεγένετο. Ὡς ἀληθῶς γὰρ ὕψος αὐτῷ γέγονεν ἡ τοιαύτη ταπείνωσις ὡς ἐν κριῷ δὴ γέγονε τῷ προσλήμματι, ὃ δὴ καὶ ὡς πρόβατον εἰς σφαγὴν ἤχθη, καὶ ὡς κριὸς ἄμωμος τέθυται. Εἰ δὲ καὶ ὁ αὐτὸς οὗτος μὴν ἕκτος ὠνόμασται, οὐδὲ τοῦτο τῆς ὑψηλῆς ἐννοίας ἀπῴκισται. Δηλοῖ γὰρ ἐν τῷ ἕκτῳ αἰῶνι γενέσθαι τοῦ Κυρίου τὴν ἐνανθρώπησιν. Ἐν γὰρ τῷ πεντακισχιλιοστῷ καὶ πεντακοσιοστῷ ἔτει, καὶ μικρόν τι προσεπεφάνη τοῖς ἀνθρώποις, ἀποστολικῶς εἰπεῖν, ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος. Φασὶ δὲ καὶ τὸν ἕκτον ἀριθμὸν τέλειον ὄντα, ὡς ἐκ τῶν ἰδίων μερῶν συμπληρούμενον, τὴν ἀναφορὰν ἔχειν εἰς τὸν Υἱὸν τοῦ Θεοῦ, Θεὸν τέλειον ὄντα, καὶ τέλειον ἄνθρωπον. Καὶ ὥσπερ οὗτος ὁ ἀριθμὸς εἰς τὰ ἴδια μέρη ἀναλυόμενος, συντεθέντων αὖθις τῶν μερῶν, εἰς ἑαυτὸν πάλιν ἀποκαθίσταται οὕτως ὁ τοῦ Θεοῦ μονογενὴς Υἱός, κενωθεὶς, καὶ δούλου μορφὴν λαβὼν, καὶ οἱονεὶ σμικρυνθεὶς εἰς τὴν ἑαυτοῦ τελειότηται καὶ ἀξίαν, πάλιν ἀνεπληρώθη, οὐδέποτε τοῦ τέλειος εἶναι ζημιωθείς. Ὁ δὲ ἡμέτερος λόγος νεανιεύεται, καὶ τοῦτο ζητεῖ. Τῆς ἀρχαγγελικῆς τάξεως πρῶτον ἴσμεν τὸν Μιχαὴλ, ὡς ἡ τοῦ Δανιὴλ ἡμᾶς προφητεία μυσταγωγεῖ, οὗτος δὲ καὶ τοῦ Ἰουδαϊκοῦ λαοῦ τὴν φυλακὴν ἐπεπίστευτο, τὰ ἱερὰ λόγια καὶ τοῦτό φασι  πῶς οὖν οὐκ αὐτὸς μᾶλλον ὑπουργὸς τοῦ μυστηρίου γίνεται, ἀλλ᾽ ὁ Γαβριὴλ τὴν Παρθένον μυσταγωγεῖ; ᾽Επειδὴ κατὰ τὴν πρώτην γένεσιν δευτέρα παρήχθη τοῦ ἀνδρὸς ἡ γυνὴ, διὰ τοῦτο τῶν ἀρχαγγέλων ὁ δεύτερος πρὸς τὸ δεύτερον γένος, ὡς εἰκὸς, ἀποστέλλεται, δευτέραν τοῦ κόσμον μηνύων διάστασιν. Καὶ ἐπειδὴ τὸ τοῦ Γαβριὴλ ὄνομα δύναμις Θεοῦ ἑρμηνεύεται, ἔμελλε δὲ σαρκοῦσθαι ὁ Υἱὸς τοῦ Θεοῦ, ὅς ἐστι Θεοῦ σοφία καὶ δύναμις εἰκότως οὗτος εὐαγγελίζεται τὸ μυστήριον. Διὰ τί δὲ μὴ πρὸς τὸν μνηστῆρα Ἰωσὴφ, ἀλλὰ πρὸς τὴν Παρθένον ὁ ἄγγελος πέμπεται; ᾿Επεὶ, ὅτι ἤδει, οὐδὲν κοινὸν τῷ Ἰωσὴφ πρὸς τὴν τοῦ Κυρίου γέννησιν, κἄν ὅτι μάλιστα φύλαξ τῆς Παρθένου καὶ κηδεστὴς ἐχρημάτισεν. Ἀλλ' ἐπειδὴ ἀρχῆθεν διὰ γυναικὸς γέγονεν ἡ τῆς ἁμαρτίας παρείσδυσις, διά τοῦ αὐτοῦ γένους ἐνεργεῖται ἡ τῆς δικαιοσύνης εἰσέλευσις. ᾿Επεὶ δὲ ἡμᾶς ὁ σοφὸς ἐδίδαξε Μάξιμος καὶ ἐκ τῶν στοιχείων τῶν ὀνομάτων ἐκ τε τοῦ ἀριθμοῦ αὐτῶν πρὸς ὑψηλοτέρας ἐννοίας ἀνάγεσθαι, ἑπτὰ δὲ στοιχεῖα τὴν κλῆσιν ἀναπληροῦσι τοῦ Γαβριήλ, ἐμφαίνει τὸ ὄνομα, ὡς ὁ ὑπὸ Γαβριήλ εὐαγγελιζόμενος τεχθῆναι Χριστὸς ἐπὶ σωτηρίᾳ ἥκει τοῦ κόσμου παντὸς τοῦ μετρουμένου ὑπὸ τῆς ἐβδοματικῆς ταύτης κινήσεως, καὶ περατουμένου ἐν αἰῶσιν ἑπτά. Εἰ δὲ μὴ περίεργος δόξει τοῖς πολλοῖς ἡ ἐξετασις, οὐδὲ τῶν τοῦ ὀνόματος μονάδων ὁ ἀριθμὸς ἔξω πέπτωκε θεωρίας τῆς μυστικῆς. Καὶ ἐκ τούτου γὰρ τὴν πρόνοιαν τῆς ἁγίας Γραφῆς μηνυομένην εὑρήσομεν. Τά γάρ τέσσαρα καὶ πεντήκοντα πρὸς τοῖς ἑκατὸν, ἅπερ ἐκ τῆς τοῦ Γαβριῆλ συνάγεται. κλήσεως, δηλοῖ τὸν εὐαγγελιζόμενον τέλειον Θεὸν, καὶ τέλειον ἄνθρωπον. Ἡ γάρ τοι δεκὰς τελεία οὖσα, ὡς περιεκτικῆ παντὸς ἀριθμοῦ, εἰς ἑαυτὴν  πολυπλασιαζομένη τὴν ἐκατοντάδα ποιεῖ, ἥτις δηλωτική ἐστι τῆς παντελείας θεότητος. Ἡ δὲ πενταδικὴ δεκἀς τῆς τελείας τοῦ ἀνθρώπου ψυχῆς ἔστι σύμβολον, ἐχούσης μὲν τὴν ἐκ τοῦ νοὸς τελειότητα, ἐνεργούσης δὲ διὰ τῶν αἰσθήσεων. Τοὶ γε μην τέσσαρα τὸ τετράστοιχον σῶμα ἐμφαίνουσι. Δείκνυσι τοίνυν ὁ ἀριθμὸς τοῦ ὀνόματος τοῦ εὐαγγελιζομένου τὴν σύλληψιν, ὡς ἡ ὑπερτελεία τοῦ λόγου θεότης διὰ μέσης νοερᾶς καὶ αἰσθητικῆς ψυχῆς ἀῤῥήτως ἡνώθη τῷ σώματι. Τούτων οὕτω διευκριθέντων ἡμῖν, ἴδωμεν καὶ αὐτὰ τοῦ εὐαγγελισμοῦ τὰ ρήματα.

Χαῖρε, κεχαριτωμένη ὁ Κύριος μετὰ σοῦ. ᾿Απεναντίας τῇ πρὸς  τὴν  Εὔαν φωνῇ ὁ πρὸς  τὴν  Παρθένον γίνεται λόγος. Ἀπ᾿ ἐκείνης μὲν γὰρ αἱ λύπαι τῆς ὠδῖνος ἡγήσαντο, ἐνταῦθα δὲ χαρὰ τὸν τόκον μεμαίευται. Ἄπονος γὰρ τῆς Παρθένου γέγονεν ἡ ὠδίς. Διὰ τί; ἐπειδὴ πᾶσα ἡδονὴ συνημμένον ἔχει τὸν πόνον, ἔνθα δὲ ἡδονὴ τοῦ τόκου οὐ καθηγήσατο, οὐδὲ ὁ πόνος ἐπηκολούθησε. Τοῦτο δὲ καὶ ἡ προφητεία Ἠσαίου προεχρησμῴδησε,  «Πρὶν ἐλθεῖν τὸν πόνον τῶν ὠδίνων αὐτῆς ἐξέφυγε, καὶ ἔτεκε ἄρσεν.»

« Ἰδοὺ συλλήψῃ ἐν γαστρί. «Ὅρα τῆς λέξεως τὴν ἀκρίβειαν. Οὐκ εἶπεν Ἰδοὺ γεννήσεις υἱὸν. ἵνα μὴ λαβὴν σχῶσιν οἱ κατὰ τῆς ἀληθείας λυπήσαντες ὕστερον, καὶ τολμήσαντες εἰπεῖν ὡς ὁ λόγος ἐξ οὐρανοῦ τὴν σάρκα κατήγαγε. Προασφαλίζεται γοῦν εἰπών «Συλλήψῃ ἐν γαστρὶ,  δεικνὺς ὡς ἑξ αὐτὴς τῆς παρθενικῆς νηδύος τὴν ἡμετέραν φύσιν ἀνέλαβεν. Ἔδει γὰρ ἔδει αὐτὴν ἐκείνην τὴν οὐσίαν ἐνδύσασθαι, ἣν ἧκε διορθωσόμενος. Καὶ ἐπειδὴ οὐκ ἐν χειροποιήτοις ναοῖς ὁ Θεὸς κατοικεῖ, ὡς ὁ προφήτης φησὶν, αὐτὸς ἑαυτῷ τὸν πανίερον ναὸν ἐδομησατο ἐκ τῶν πανάγνων αἱμάτων τῆς ἀμολύντου νεάνιδος, ἵνα, κατά τὴν τοῦ Δανιηλ προαγόρευσιν, ὀ ἀκρογωνιαῖος λίθος τμηθεὶς ἄνευ χειρὸς ἀπὸ τοῦ κατασκίου ὄρους, ᾗ φησιν ᾿Αββακούμ, τὰ τῶν δαιμόνων ἀφανίσῃ βδελύγματα. ᾽Ακόλουθον δ᾽ ἦν ἄρα τὸν τεχθέντα φέρειν καὶ τὴν κλῆσιν τῆς οἰκονομίας κατάλληλον. καὶ τὸν ἐπὶ σωτηρίᾳ τοῦ κόσμου παραγενόμενον Ἰησοῦν ὀνομασθῆναι, δι᾿ οὗ ἡ σωτηρία τοῦ μηνύεται. «Καλέσεις γὰρ, φησὶ, τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Οὗτος ἔσται μέγας, καὶ Υἱὸς Ὑψίστου κληθήσεται.». Ταῦτα κατὰ τὸ ἀνθρώπινον εἴρηται διὰ δὲ τῶν ἑξῆς ἀναμιμνήσκει αὐτὴν τῶν θείων χρησμῶν. ᾿Επέπειστο γὰρ ἡ Παρθένος. ὡς ὤμοσε Κύριος τῷ Δαβίδ ἐκ καρποῦ τῆς κοιλίας αὐτοῦ θήσειν ἐπὶ τὸν θρόνον αὐτοῦ. Δείκνυσιν οὖν, ὡς ἡ προφητεία ἤδη πεπλήρωται. «Καὶ δώσει αὐτῷ, φησὶν, ὁ Θεὸς τὸν θρόνον Δαβίδ τοῦ πατρὸς αὐτοῦ. «Καὶ τοῦτο ἀνθρωπίνως ἐκληπτέον ὡς μὲν γὰρ θεὸς, αἰώνιος ἐστι βασιλεὺς ἐρηρεισμένον ἔχων τὸ κράτος ἀϊδίως, ὡς ἄνθρωπος δὲ λαμβάνειν τὴν βασιλείαν λέγεται παρὰ τοῦ Πατρὸς, καθάπερ καὶ αὐτὸς τοῖς μαθηταῖς φησι μετὰ τὴν ἀνάστασιν «Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. Καὶ, Βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακώβ εἰς τὸν αἰῶνα. Οὐ περὶ τοῦ αἰσθητοῦ φησιν Ἰακώβ αὐτὸς γάρ ἐκβέβληται, καὶ μεμίσηται πεπαρῳνηκώς εἰς τὸν πλάσαντα, ἀλλὰ τοῦ νοητοῦ Ἰσραὴλ τοῦ ἐκ πάντων τῶν ἐθνῶν συνειλεγμένον κατ᾽ ἐκλογὴν χάριτος, ὅς ἐστιν ἔθνος ἅγιον, καὶ βασίλειον ἱεράτευμα. Ἐπὶ τὸν οἶκον τούτου τοῦ πιστοῦ Ἰακώβ ὁ Χριστὸς βεβασίλευκεν εἰς τὸν αἰῶνα, βασιλείαν πέρας οὐκ ἔχουσαν. Τί οὖν πρὸς ταῦτα ἡ Μαριάμ; Ἄκουσον καθαρά; Παρθένου φωνήν «Πῶς ἔσται μοι τοῦτο ἐπεὶ ἄνδρα οὐ γινώσκω; «Ἤδει γὰρ, ὡς ὁ Ἰωσὴφ οὐκ ἀνὴρ αὐτῆς, ἀλλὰ φύλαξ ἐτύγχανε, καὶ ἦν ἀμήχανον κοινωνῆσαι ταύτην ἀνδρί εἰ γὰρ ἤλπιζε τῷ Ἰωσὴφ κοινωνῆσαί ποτε νόμῳ τῆς φύσεως, οὐκ ἂν αὐτῇ ὁ τόκος ἀδύνατον ἐνομίζετο. τοῦ γάμου πάντως προξενοῦντος τὴν σύλληψιν. ᾿Αλλ᾿ ἐπειδὴ ἐπεπληροφόρητο ὡς τῷ Θεῷ ἦν ἀφιερωθεῖσα, καὶ οὐδέποτε τὸ τῆς παρθενίας ἄνθος ἀφαιρεθήσεται, εἰκίτως τοῦ τόκου τὸν τρόπον διαπορεῖ  Καὶ πῶς, φησὶν, ἔσται μοι τοῦτο, ἐπεὶ τῶν ἀμηχάνων ἐστὶν ἀνδρὸς πειραθῆναί με ; Ὁ τοίνυν ἀρχάγγελος, ἰδὼν οὐκ ἀπιστοῦσαν, ἀλλὰ πολυπραγμονοῦσαν τὸν τρόπον μαθεῖν, «Πνεῦμα, φησὶν, ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι.» Ὅρα πῶς ἐνταῦθα τὴν Τριάδα ὅλην ἐνέφηνεν. Εἰ γὰρ καὶ μόνος σεσάρκωται ὀ Υἱὸς καὶ μόνος σεσάρκωται ὁ Υἱὸς, καὶ γέγονεν ἄνθρωπος, μὴ ἐκστὰς τοῦ εἶναι Θεὸς, ἀλλὰ συνῆν αὐτῷ σαρκουμένῳ καὶ ὁ Πατὴρ, καὶ τὸ Πνεῦμα, διὰ τὸ ἀδιαίρετον τῆς ὁμοουσιότητος. Καὶ τοῦτό ἐστιν ὅ φησιν ὁ Θεῖος ᾽Απόστολος « ᾿Εν αὐτῷ κατῴκησε πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, τουτέστιν οὐσιωδῶς. Γέγονε γὰρ τῇ Παρθένῳ καθάπερ θάλαμος ἡ τοῦ Ὑψίστου δύναμις, οἷα νεφέλη ταύτην ἐπισκιάζουσα, πυρσὸς δὲ γαμήλιος, ἡ τοῦ ἁγίου Πνεύματος ἔλλαμψις κλίνη δὲ ἡ ἀπάθεια, καὶ γάμος ἡ ἀφθαρσία. Καὶ ἀσυνδύαστος μὲν ἡ κυοφορία, ἀμόλυντος δὲ ἡ ὠδίς « ᾽Επισκιάσει σοι» δὲ εἶπεν, ἀντὶ τοῦ, περιβαλεῖ, περιχαρακώσει, περικυκλώσει σε. Πείθων δὲ τὴν Παρθένον καὶ ἀπὸ τῶν φαινομένων ὁ ἄγγελος, τῆς ’Ελισάβετ τὴν κυοφορίαν ἐμήνυσε. Καὶ ἰδοὺ, φησὶν, Ἑλισάβετ ἡ συγγενὴς σου, καὶ αὐτὴ συνειληφυῖα υἱὸν ἐν γήρει, καὶ οὖτος μὴν ἕκτος αὐτῇ τῇ καλουμένῃ στείρα» : Ζητήσει τι, ἐνταῦθα, πόθεν ἦν αὑτῆς ἡ συγγένεια; Ἡ μὲν γὰρ Παρθένος ἐξ οἴκου καὶ πατριᾶς Δαβὶδ, ἤγουν ἐκ τῆς Ἰούδα φυλῆς Ἑλισάβετ δὲ τοῦ Λευϊτικοῦ γένους κατήγετο. Πῶς οὖν αὐτὴν συγγενῆ τῆς Παρθένου καλεῖ; Προσήκει οὖν εἰδέναι, ὡς ἀναμέμικτο ἡ Λευϊτικὴ φυλὴ τῇ βασιλικῇ. Ἔμελλε γὰρ ἐκ τῆς Ἰούδα φυλῆς ἀνατεῖλαι Χριστὸς, ὃς ἦν καὶ βασιλεὺς, καὶ ἀρχιερεύς. Πόθεν δὲ αὐταῖς ἡ συγγένεια; Φέρε εἴπωμεν ἐκ τῶν πατρικῶν παραδόσεων ὑφάναντες τὸ διήγημα. Ματθᾶν ὁ Βηθλεεμίτης , καὶ ἱερεὺς, θυγατέρας ἐγέννησε τρεῖς τὴν Μαρίαν, καὶ τὴν Ἄνναν, καὶ τὴν Σωβὴν τῆς μὲν οὖν Σωβῆς θυγάτηρ ἦν ἡ ᾿Ελισάβετ, τῆς δὲ Ἄννης ἡ ὑπέραγνος Δέσποινα. Δυαῖν οὖν ἀδελφαῖν ἤστην ἡ ’Ελισάβετ, καὶ ἡ Παρθένος. Πῶς δὲ ὁ μὲν Ζαχαρίας ἀπιστήσας τῷ ἀγγέλῳ κατὰ πόδας εἰλήφει τὸ τῆς κωφεύσεως ἐπιτίμιον ἡ δὲ Παρθένος εἰποῦσα, «Πῶς ἔσται μοι τοῦτο,» οὐκ ἐπιτιμᾶται, ἀλλὰ τὸν τρόπον διδάσκεται ; Ὅτι τοι ὁ μὲν Ζαχαρίας τὸν  Ἀβραάμ καὶ τὴν Σάρραν εἶχε παράδειγμα πρὸς οὓς ἐχρῆν ἀπιδόντα, μὴ ἀπιστῆσαι τῷ εὐαγγελίῳ. Τὸ δὲ παρθένον τεκεῖν, παράδοξον ὄντως ἦν, καὶ ξένον τῆς φύσεως. Ἄλλως τε οὐκ ἀπιστοῦσα ἡ Παρθένος ταῦτα φησι πρὸς τὸν ἄγγελον, ἀλλὰ τὸ ὑπερφυὲς τοῦ πράγματος ζητοῦσα μαθεῖν. Μυσταγωγηθεῖσα δὲ τὸν τρόπον, καὶ ἀκούσασα «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι, δέχεται ὡς εὐγνώμων τὸν εὐαγγελισμὸν, καὶ ὅλην ἑαυτὴν ἀνατίθησι τῷ θελήματι τοῦ Θεοῦ, καί φησιν «Ἰδοὺ ἡ δούλη Κυρίου, γένοιτό μοι κατὰ τὸ ρῆμά σου. «Καὶ εὐθὺς ὁ τοῦ ἀγγέλου λόγος ἔργον ἐγένετο, καὶ γαστὴρ εἶχε Θεὸν, καὶ γάμου νόμος ἠγνοεῖτο τῇ Θεομήτορι. Συλλαβοῦσα δὲ τὸν ἴδιον Πλάστην, ἴεται μετὰ σπουδῆς εἰς την ὀρεινὴν κοινωνῆσαι τῇ ᾽Ελισάβετ τῆς χαρᾶς καὶ τοῦ θαύματος. ᾿Αλλ᾽ ὁ Ἑωσφόρος προφήτης ἐν τῇ στειρωτικῇ νηδύϊ φερόμενος, καὶ πρὶν βλέψαι τὸν ἥλιον, ἐπέγνω τῆς δικαιοσύνης τὸν Ἥλιον, ὡς ἐν νεφέλη κούφῃ τῇ παρθενικῇ γαστρὶ βασταζόμενον, καὶ τὸν Δεσπότην μηνύει σιγῶν. Λόγον γὰρ οὕπω φέρων, ὅπερ εἶχεν ἀπέδωκε σκίρτημα, καὶ τῇ μητρὶ τὴν πρὸς τὴν Παρθένον εὐφημίαν παρέχετο, προσκυνῶν τὸν κυοφορούμενον Κύριον, ᾧ πρέπει τιμὴ πᾶσα, καὶ δόξα, καὶ ὕμνωσις, σὺν τῷ Πατρὶ, καὶ τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς τῶν αἰώνων. Ἀμήν.

20181205 165004

Ιερά Μητρόπολη

Καισαριανής Βύρωνος & Υμηττού

Φορμίωνος 83

16121, Καισαριανή

Τηλ. : 210 7224123 - 210 7237133

Fax : 210 7223584

email :info@imkby.gr

ΤΟΠΟΘΕΣΙΑ ΙΕΡΑΣ ΜΗΤΡΟΠΟΛΕΩΣ

images