Παρασκευή, 13 Δεκεμβρίου 2024

Θεοδότου Ἀγκύρας

Ὁμιλία Β΄

Ὡραῖος λόγος πάνυ, ἀναγνωσθείς ἐν τῇ συνόδῳ ἐπί τοῦ ἐπισκόπου Κυρίλλο, εἰς τήν γέννησιν τοῦ Σωτῆρος

 

(J.-P. MIGNE, Patrologia Graeca, t. 77, 1369A-1386Α)

Λαμπρὰ τῆς παρούσης ἑορτῆς ἡ ὑπόθεσις καὶ κοινὴν σωτηρίαν τοῖς ἀνθρώποις κομίζουσα, λαμπρὸς δὲ καὶ ὁ παρὼν σύλλογος, εὐχαρίστως τὴν χάριν ὑποδεχόμενος. Καὶ δέδοται δαψιλὴς ἡ χάρις τοῖς μετ' εὐχαριστίας αὐτὴν ὑποδεχομένοις· τοσοῦτον γὰρ τὸ μέτρον τῆς δωρεᾶς παρέχεται ὅσον τὸ μέγεθος τῆς εὐχαριστίας ἐστὶ τῶν κομιζομένων τὴν χάριν, ὡς ὅταν λαβὼν δωρεὰν εὐχαριστῆις τῶι δεδωκότι, οὐκ ἀντέδωκας ὑπὲρ ὧν ἔλαβες,   μόνον, ἀλλὰ καὶ ὀφειλέτην σοι πλειόνων τὸν δοτῆρα πεποίηκας. εὐχαρίστως οὖν προσδέξασθε τὴν χάριν, λαμπρὰν ἡμῖν ταύτην τὴν πανήγυριν ἐπιδείξαντες. ὑπόθεσις δὲ τῆς ἑορτῆς ἐμφάνεια θεοῦ πρὸς ἀνθρώπους ἐστίν, ἐπιδημία τοῦ ἀεὶ παρόντος, ἐπιστασία τοῦ πάντα πληροῦντος, ἐποψία τοῦ πάντα ὁρῶντος. <εἰς τὰ ἴδια ἦλθε,> φησί, <καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον,> μᾶλλον <δὲ ἐν τῶι κόσμωι ἦν καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω.> ἀλλ' οὐ τῆς τῶν ἀνθρώπων κατηγορίας ἡ ἄγνοια αὕτη. διὰ γὰρ θειότητα φύσεως ἀνέφικτος λογισμοῖς ἀνθρωπίνοις ἐστὶν ὁ θεός· οὐ πέφυκε γὰρ νοῦς ἀνθρώπων αὐτὸν καθορᾶν. διαδιδράσκει τῶν ἀνθρώπων τὸν νοῦν ἡ θεία φύσις· ὑψηλοτέρα τῶν ἡμετέρων ἐστὶ λογισμῶν. ζημιούμεθα οὖν ἐξ ἀμείνονος φύσεως θεογνωσίαν, ὅπερ ἵνα μὴ γένηται, ἀναλαμβάνει φύσιν ὁρωμένην ὁ ἀόρατος, δέχεται σῶμα ψηλαφώμενον ὁ ἁφῆι μὴ κρατούμενος. ὁ ἀόρατος θεὸς ὁρώμενος γίνεται· ὁ λόγος ψηλαφᾶται· ὁ μονογενὴς τοῦ θεοῦ παῖς συγγενὴς τῶν δούλων γίνεται, ἵνα μὴ διαλάθηι τὴν γνῶσιν τῶν ἀνθρώπων ἡ ὑπερβαίνουσα τὸν ἄνθρωπον φύσις. καὶ μὴ νομίσηις ἀλλότριον θεοῦ τὸν υἱὸν γεγενημένον. πάλαι γὰρ ἡ θεοῦ παρουσία προεμελετᾶτο, τοῖς τύποις ἀεὶ τοῖς ἀνθρωπίνοις ἐγνώσθη φαινόμενος, ὕλαις κεχρημένος ὁρᾶσθαι παρ' ἡμῶν δυναμέναις. Ἐπεὶ παρίτω Ἰουδαῖος εἰς μέσον· παρίτω ὁ διαπιστῶν τῆι τοῦ θεοῦ ἐμφανείαι φανείσηι τοῖς ἀνθρώποις ἐν ἀνθρώπου φύσει. λεγέτω μοι, πῶς Μωυσῆς εἶδε θεόν; τὴν φύσιν εἶδε τὴν ἀόρατον; οὐδαμῶς. ἀνέφικτος γὰρ αὕτη λογισμοῖς ἀνθρωπίνοις. πῶς δὲ εἶδεν; εἰπέ· ἐκ τῆς βάτου ἀναπτόμενον πῦρ καὶ τὴν βάτον οὐ φθεῖρον. διὰ τί οὖν ἀπιστεῖς τῶι ἐκ παρθένου γεγεννημένωι καὶ τὴν παρθενίαν μὴ φθείραντι; ἢ σὺ μὲν ἀκούων ὅτι ἐκ βάτου φθέγγεται θεὸς καὶ λέγει Μωυσῆι <ἐγὼ ὁ θεὸς Ἁβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακὼβ> καὶ ὅτι πεσὼν Μωυσῆς προσκυνεῖ, πιστεύεις, οὐ λογιζόμενος τὸ πῦρ τὸ ὁρώμενον, ἀλλὰ θεὸν τὸν φθεγγόμενον· ὅταν δὲ μήτρας παρθενικῆς μνημονεύσω, βδελύσσηι καὶ ἀποστρέφηι; τί γὰρ εὐτελέστερον, εἰπέ, βάτος ἢ μήτρα παρθενικὴ καθαρὰ τῶν ἁμαρτίας παθῶν; οὐκ οἶδας ὅτι τὰ ἀρχαῖα μελέτη τῶν νεωτέρων καὶ τῶν νῦν γενομένων ἐστί; τὰ γὰρ μυστήρια προτυποῦνται διὰ τῶν παλαιῶν. διὰ τοῦτο βάτος ἀνάπτεται, πῦρ φαίνεται καὶ τὰ πυρὸς οὐκ ἐνεργεῖ οὔτε μὴν κολάζει. ἆρα ἐν τῆι βάτωι οὐχ ὁρᾶις τὴν παρθένον; ἆρα ἐν τῶι πυρὶ οὐ βλέπεις φιλανθρωπίαν τοῦ παραγενομένου; ὁ κριτὴς ἐντοῖς κρινομένοις, καὶ κρίσις οὐ γίνεται· ὁ δικαστὴς ἐν τοῖς καταδίκοις, καὶ οὐδαμοῦ τιμωρία ὁ κριτὴς ἐπέστη, ἀλλ' οὐ κρίνων ἀλλὰ διδάσκων, οὐ καταδικάζων ἀλλ' ἰατρεύων. ὁρᾶις πῶς ἐκεῖνο τὸ ἥμερον πῦρ τὴν ὧδε φιλανθρωπίαν ἐμήνυσε; μὴ θαυμάσηις εἰ διὰ μήτρας  παρθενικῆς θεὸς ὢν τίκτεται· οὐδὲν γὰρ ὕβριν ἡγεῖται θεὸς ὃ πρόξενον σωτηρίας ἀνθρώποις ἐστίν. σὺ δέ μοι μὴ οὕτως εὐτελῆ τὴν τοῦ θεοῦ φύσιν ὑπολάβηις, ὡς καὶ ἐφικτὴν ὕβρεσι γενέσθαι ποτέ. οὐδὲν γὰρ ὧν εἵλετο δι' ἡμᾶς εὐτελῶν, ὑβρίζει τὴν φύσινἐκείνην, οἰκειοῦται δὲ τὰ ἐλάττονα, ἵνα σώσηι τὴν φύσιν τὴν ἡμετέραν. ὅταν οὖν τὰ μὲν εὐτελῆ τὴν τοῦ μακαρίου θεοῦ φύσιν μὴ ὑβρίζηι σωτηρίαν τε ἀνθρώποις ἐργάζηται, πῶς ἐρεῖς τὰ αἴτια τῆς ἡμῶν σωτηρίας ὕβρεως πρόξενα θεῶι γεγονέναι; ὤφθη τοίνυν θεὸς σήμερον διὰ παρθένου καὶ ἡ παρθένος ἔμεινε παρθένος καὶ μήτηρ ἐγένετο. ὁ γὰρ ἀφθαρσίας πρόξενος φθορὰν οὐκ ἐργάζεται· ὁ ποιητὴς ἀθανασίας οὐδὲν διέφθειρεν. Ἐπειδὴ δὲ καὶ Φωτεινὸς ψιλὸν ἄνθρωπον λέγει τὸν γεγεννημένον, θεοῦ μὴ λέγων εἶναι τὸν τόκον, καὶ τὸν ἐκ μήτρας προελθόντα ἄνθρωπον ὑποτίθεται διηιρημένον θεοῦ, λεγέτω μοι νῦν πῶς φύσις ἀνθρωπίνη διὰ μήτρας παρθενικῆς τικτομένη τὴν παρθενίαν τῆς μητρὸς ἐφύλαξεν ἄφθορον. οὐδενὸς γὰρ ἀνθρώπου μήτηρ παρθένος μεμένηκεν. ὁρᾶις πῶς διττὴν ἔννοιαν περὶ τοῦ τεχθέντος παρέχει μοι τὸ γεγενημένον; εἰ μὲν γὰρ καθ' ἡμᾶς ἐτέχθη, ἄνθρωπος ἦν· εἰ δὲ τὴν μητέρα παρθένον ἐφύλαξε, θεὸς ὁ τεχθεὶς τοῖς εὖ φρονοῦσι γνωρίζεται. θεὸς γὰρ ἐπεδήμησε τῶι κόσμωι, οὐ τόπον ἐκ τόπου μεταβάς, ἀλλὰ φύσιν περιθέμενος τὴν ἐμὴν καί, ὡς εἶπον, ὀφθῆναι θελήσας ὁ τὴν φύσιν ἀόρατος, ὥστε οὐκ ἔσχεν ἀρχὴν τοῦ εἶναι θεὸς ἐκ τοῦ τόκου, ἀλλὰ τοῦ φανῆναι ἀνθρώποις. ἐπειδὴ γὰρ θεὸς ἦν, ἄνθρωπος γενέσθαι προείλετο διὰ φιλανθρωπίαν τὴν περὶ ἡμᾶς, ἵνα ἡμεῖς τὸν κριτὴν ὡς συγγενῆ περιπτυξώμεθα, ἵνα ἔχωμεν θαρρεῖν οἱ ἐξ οἰκείων κατορθωμάτων παρρησίαν οὐκ ἔχοντες. ἐπὶ γὰρ τοῦ βήματος ἀχθέντες οἱ ἐξ οἰκείων ἀρετῶν μὴ παρρησιαζόμενοι ὡς ἐκ συγγενοῦς ἰδίου καρποῦνται τὴν παρρησίαν. τί οὖν; ἐπιδημεῖ θεὸς ὡς ἄνθρωπος, οὐ τόπον ἐκ τόπου ἀμείβων, ἀλλὰ τὴν ἀόρατον φύσιν ἐπιδεικνὺς ὁρατὴν καὶ ὀφθεὶς ὡς ἄνθρωπος καὶ συγγενὴς ἀνθρώποις φανείς, καθὼς καὶ ὁ εὐαγγελιστὴς ἀνακηρύττει λέγων ὅτι <ὁ λόγος σὰρξ ἐγένετο.> Καὶ πῶς, φησίν, ὁ λόγος σὰρξ ἐγένετο; πῶς δυνατὸν τὸν θεὸν λόγον γενέσθαι ἄνθρωπον; ἐρωτᾶις τὸν τρόπον τῶν τοῦ θεοῦ θαυμάτων; εἰ ἐφικτὸν ἦν ἡμῖν τὸ ἀκατάληπτον τοῦ λόγου, οὐκ ἦν θαῦμα, ἀλλὰ κατὰ φύσιν πρᾶγμα· εἰ δὲ θαῦμα καὶ σημεῖον τὸ γεγενημένον, παραχώρει τὸν λόγον τῶι θαυματουργοῦντι δεσπότηι. ὅτι γὰρ ἐγένετο, γνῶναί σε βούλομαι καὶ τὸ ἐκ τοῦ γενομένου κέρδος τῆι πίστει καρπώσασθαι· πῶς δὲ γέγονε, τῶι ἐνεργοῦντι παραχώρει. ἢ σὺ τῶι μὲν ἰατρῶι πιστεύεις προστάττοντι καὶ οὐ περιεργάζηι τὸν τρόπον τῆς θεραπείας, πιστεύων τῆι τέχνηι τὴν σαυτοῦ σωτηρίαν, ἀλλ' οὐδὲ ἄλλος τις ἄτεχνος ὢν τὸν τοῦ τεχνίτου περιεργάζεται τρόπον, ἀλλὰ γνωρίζει μὲν τὸγενόμενον, τὸν δὲ τρόπον τῆι τέχνηι παραχωρεῖ· σὺ δὲ πάντων τῶν ὑπὸ θεοῦ τεθαυματουργημένων τοὺς λόγους ἐπιζητεῖς ὡς χρήιζων τῶν λόγων, ἵνα τὰ αὐτὰ τῶι θεῶι θαυματουργήσηις καὶ σύ; ἀλλ' ὅπερ ἔλεγον, καὶ νῦν λέγω· πράγματος οὗ τὸν λόγον ἐπιγινώσκομεν, τούτου ἡ φύσις οὐ θαῦμά ἐστιν οὐδὲ σημεῖον. τοιοῦτόν τί ἐστιν ὃ λέγω. οἰκοδόμος κτίζει οἶκον· τὸν λόγον γινώσκομεν, τὰς ὕλας συντεθείσας γνωρίζομεν, λέγειν τὸ γεγενημένον δυνάμεθα, εἰ καὶ δι' ἀτεχνίαν ἐνεργεῖν οὐκ ἐσμὲν ἱκανοί. ἔπλασε τῶι ἐκ γενετῆς τυφλῶι ὀφθαλμοὺς ὁ μονογενὴς ἐκ πηλοῦ· τοῦτο ὑπὲρ λόγον ἐστὶ τὸν ἡμέτερον· θαῦμα καλεῖται λογισμοῖς ἀνθρώπων οὐκ ἐρευνώμενον· σημεῖον καλεῖται ὑπὲρ τὴν συνήθη φύσιν γεγενημένον. καὶ ὅτι μὲν ἐγένετο, ἴσμεν, τὸν δὲ τρόπον λέγειν οὐκ ἔχομεν. ἐκ πηλοῦ μὲν γὰρ κέραμος καὶ πλίνθος κατασκευάζεται, οὐκ ὀφθαλμῶν εὐγένεια πλάττεται, οὐχ ὑμένες λεπτοὶ γίνονται, οὐχ ὁράσεως ποικιλία συνίσταται, οὐ περιφερείας ἀκρίβεια μετὰ τοσαύτης εὐχροίας τορνεύεται. πηλὸς οὐ πέφυκεν εἰς ὀφθαλμῶν εὐγένειαν ἀνάγεσθαι. οὐκοῦν ὅπερ ἡ φύσις τῆς γῆς οὐκ ἐπιδέχεται, οὐ γὰρ πέφυκεν ἐπιδέχεσθαι ὀφθαλμοῦ τὴν ἰδέαν, ταύτην ἐδέξατο τοῦ θαυματουργοῦντος πρὸς τὸ ἑαυτοῦ θέλημα τὴν φύσιν ἑλκύσαντος, οὐκ αὐτοῦ δουλεύοντος τῶι λόγωι τῆς φύσεως. μηκέτι οὖν εἰς ἀσθένειαν ἀνθρωπίνης κατάπιπτε φύσεως μηδὲ λέγε· πῶς ἀνθρώπου φύσις ἐχώρησε τὸν θεόν; πῶς θεὸς γέγονεν ἄνθρωπος; πῶς θεὸς λόγος σὰρξ ὁρωμένη γεγένηται; ἀλλ' ὅτι μὲν γέγονε, πίστευε, τὸν δὲ τρόπον εἰδέναι δὸς τῶι πεποιηκότι. εἰ δὲ θέλεις καὶ ἐξ ὑποδείγματος σαφηνίσαι τὸ προκείμενον, ἐγὼ δείξω σοι πῶς τὸ ἀσώματον σωματοῦται, τὸ ἀόρατον ὁρᾶται, τὸ ἀψηλάφητον ψηλαφᾶται, οὐ τῆι οἰκείαι φύσει μεταβληθέν, ἀλλ' ἀναλαβὸν σχῆμα ὁρώμενον καὶ ψηλαφώμενον. ὁ λόγος οὗτος ὁ προφορικός, ὁ τῶν ἀνθρώπων φημί, ὧι κεχρημένοι ἀλλήλοις τε συγγινόμεθα καὶ τὰ ἐνθύμια ἀλλήλοις ἑρμηνεύομεν, λόγος ἐστὶν οὐχ ὁρώμενος, ἀλλ' οὐδὲ χειρὶ ψηλαφώμενος, ἀκοῆι δὲ μόνον ἐνηχούμενος. ἀλλ' ἐπειδὰν τὸν προφορικὸν λόγον ὑπόδειγμα τοῦ ἐνυποστάτου θεοῦ λόγου φέρω, μὴ νομίσηις με προφορικὸν λέγειν τὸν θεὸν λόγον· ἄπαγε. λόγος γὰρ εἴρηται ὁ μονογενὴς ἑρμηνευούσης τῆς θείας γραφῆς τὸ ἀπαθὲς αὐτοῦ τῆς γεννήσεως, ἐπειδὴ καὶ νοῦς ἀνθρώπων ἀπαθῶς τίκτει τὸν λόγον. διὰ τοῦτο ὅπου μὲν υἱὸν αὐτὸν προσαγορεύει τοῦ πατρός, ὅπου δὲ λόγον ὀνομάζει, ἑτέρωθι ἀπαύγασμα καλεῖ ἡ θεία γραφή, ἕκαστον τούτων τῶν ὀνομάτων περὶ αὐτοῦ λέγουσα, ἵνα νοῆις τὰ περὶ Χριστοῦ λεγόμενα βλασφημίας ἐκτός. ἄλλοτε γὰρ ἄλλαις περὶ αὐτοῦ προσηγορίαις ἐχρήσατο, ἡρμοσμένην δόξηι θεοῦ τὴν διδασκαλίαν ποιήσασθαι θέλουσα. οἷόν τί ἐστιν ὃ λέγω· υἱὸν καλεῖ τοῦ πατρὸς τὸν μονογενῆ, τὸ ὁμοούσιον παραστῆσαι τῆι δόξηι θελήσασα. ἐπειδὴ γὰρ ὁ σὸς υἱὸς τῆς αὐτῆς σοι φύσεως γεγένηται, βουλόμενος ὁ λόγος δεῖξαι μίαν οὐσίαν πατρὸς καὶ υἱοῦ λέγει υἱὸν τοῦ πατρὸς τὸν ἐξ αὐτοῦ γεγεννημένον μονογενῆ. εἶτα ἐπειδὴ γέννησις καὶ υἱὸς ἐφ' ἡμῶν ἔμφασιν παρέχει τοῦ κατὰ 

τὴν γέννησιν πάθους, τοῦτον τὸν υἱὸν προσαγορεύει καὶ λόγον, τὸ ἀπαθὲς τῆς γεννήσεως τῶι ὀνόματι τούτωι δηλῶν. ἀλλ' ἐπειδὴ πατήρ τις γενόμενος ὡς ἄνθρωπος ὁμολογουμένως πρεσβύτερος τοῦ ἰδίου υἱοῦ ἐπιδείκνυται, παρεχούσης τῆς προσηγορίας αὐτῆς προεπινοεῖν τοῦ υἱοῦ τὸν πατέρα, ἵνα μὴ αὐτὸ καὶ ἐπὶ τῆς θείας φύσεως ὑπολάβηις, συνυπάρχοντα δὲ τὸν μονογενῆ τῶι πατρὶ νοήσηις διηνεκῶς, ἀπαύγασμα καλεῖ τὸν μονογενῆ τοῦ πατρός. τὸ γὰρ ἀπαύγασμα τίκτεται μὲν ἐξ ἡλίου, οὐδαμῶς δὲ νοεῖται τοῦ ἡλίου μεταγενέστερον, ἀλλ' ἀφ' οὗπερ ἥλιος, ἐκ τότε καὶ τοῦ ἡλίου τικτόμενον τὸ ἀπαύγασμα νοοῦμεν. τὸ οὖν συνυπάρχειν ἀεὶ τῶι πατρὶ τὸν υἱὸν μηνυέτω σοι τὸ ἀπαύγασμα· τὸ ἀπαθὲς τῆς γεννήσεως δηλούτω ὁ λόγος· τὸ ὁμοούσιον ὁ υἱὸς γνωριζέτω. Ἀλλ' ἐπανέλθωμεν ἐπὶ τὸ προκείμενον καὶ τοῦ σήμερον τεχθέντος θεοῦ λόγου δηλώσωμεν τὴν ἐμφάνειαν καὶ δι' ὑποδείγματος ἐπιδείξωμεν πῶς τὸ τῆι φύσει μὴ ὁρώμενον ὁρώμενον γίνεται καὶ τὸ μὴ ψηλαφώμενον διὰ ἀσώματον φύσιν εὑρίσκεται ψηλαφώμενον. ὁ λόγος τοίνυν οὗτος ὃν προφέρομεν <ὧι ἐν> ταῖς πρὸς ἀλλήλους ὁμιλίαις [ὧιπερ] κεχρήμεθα, λόγος ἐστὶν ἀσώματος, οὐ τῆι ὄψει φαινόμενος, οὐχ ἁφῆι ψηλαφώμενος. ἀλλ' ἐπειδὰν ὁ λόγος ἐνδύσηται γράμματα καὶ στοιχεῖα, φαινόμενος γίνεται, ὄψει καταλαμβάνεται, ἁφῆι ψηλαφᾶται. ὑπόθου γάρ μοί τινα φθεγγόμενον πρός τινα· μὴ ὁ προιὼν ὁρᾶται λόγος; μὴ τῆι χειρὶ ψηλαφῶμεν τὸν προχεόμενον λόγον; ἐὰν δὲ ἃ εἶπεν, ἐν χάρτηι γράψηις, ὃ πρότερον οὐχ ἑώρας, ὕστερον ὁρᾶις καὶ ὅπερ οὐκ ἐψηλάφας πρότερον εἶδος τοῦ λόγου, τοῦτο διὰ τοῦ χάρτου ψηλαφᾶις καὶ τῶν γραμμάτων. τίνος ἕνεκεν; ὅτι ὁ ἀσώματος λόγος τὸ σῶμα τοῦ χάρτου καὶ τὸ σχῆμα τῶν στοιχείων ἐνδέδυται. οὐκοῦν ἐπειδὴ σαφὲς τὸ ὑπόδειγμα γέγονεν καὶ ὑπεμνήσθης τῶι ὑποδείγματι τῶι γινομένωι κατὰ συνήθειαν, φέρε δείξωμεν πῶς ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ ὁ θεὸς λόγος ὁ προαιώνιος συνὼν τῶι πατρὶ ἀσώματος ὢν τὴν φύσιν ἀνθρώπου φύσιν οἰκειωσάμενος ὕστερον ἐτέχθη διὰ παρθένου, οὐκ ἀρχὴν λαβὼν τοῦ εἶναι θεός, ἀλλ' ἀρχὴν λαβὼν τοῦ φανῆναι ἄνθρωπος. μὴ γὰρ εἴπηις· ἐπειδὴ παρὰ τοῦ πατρὸς γεγέννηται ὁ μονογενής, πῶς ἐτέχθη πάλιν ἐκ παρθένου; ἐκ τοῦ πατρὸς γεγέννηται τῆι φύσει, ἐκ παρθένου γεγέννηται δι' οἰκονομίαν· ἐκεῖνο ὡς θεός, τοῦτο ὡς ἄνθρωπος. ἐπεὶ καὶ ὁ σὸς λόγος γέννημά ἐστι τῆς σῆς διανοίας, ἀλλ' ἐπειδὰν τὸν λόγον τοῦτον ὃν ἔτεκεν ὁ σὸς νοῦς, ἐνθεῖναι θελήσηις στοιχείοις καὶ γράμμασι καὶ ἐντυπῶσαι βουληθῆις τῶι χάρτηι, χειρὶ γράφεις τὰ γράμματα καὶ τρόπον τινὰ πάλιν διὰ τῆς χειρὸς τίκτεις τὸν λόγον, οὐ τότε λαβόντα τὴν ἀρχὴν τοῦ εἶναι, ὅτε διὰ χειρὸς ἐγράφη, οὐδὲ τότε προελθόντα εἰς τὸ εἶναι, ὅτε ἡ χεὶρ ἐνετύπου τὰ γράμματα, ἀλλ' ἐκ μὲν τοῦ νοῦ γεγέννηται, τοῦ δὲ φανῆναι τὴν ἀρχὴν ἐκ τῆς χειρὸς ὁ λόγος ἐδέξατο τυπούσης τὰ γράμματα. ἐπεὶ οὖν τὸ ὑπόδειγμα σαφὲς καὶ ἡ εἰκὼν γνωριμωτάτη γεγένηται, φέρε τῶι πρωτοτύπωι ἐφαρμόσωμεν τὴν εἰκόνα. ὧδε νοῦς, ἐκεῖ νόει πατέρα· ὧδε λόγον ἐκ τοῦ νοῦ γινώσκεις τικτόμενον, ἐκεῖ λόγον οὐσιώδη καὶ ἐνυπόστατον νόει ἐκ τοῦ πατρὸς γεγεννημένον· ὧδε χεῖρα βλέπεις διὰ γραμμάτων τίκτουσαν λόγον, ἐκεῖ νόει παρθένον διὰ τοῦ σώματος τὸν λόγον ὠδίνουσαν, οὐχὶ τὴν ἀρχὴν θεότητι δοῦσαν διὰ τοῦ  τόκου, μὴ γένοιτο, ἀλλὰ τὸ φανῆναι θεὸν ἀνθρώποις γενόμενον ἄνθρωπον. ἐπειδὴ γὰρ ἐγένετο ὅπερ ἐγώ, ἀναγκαίως ἐτέχθη καθάπερ ἐγώ, μετὰ τῆς φύσεως τῆς ἐμῆς καὶ τὸν ἐμὸν τόκον ἀναγκαίως αἱρούμενος. διὰ τοῦτο καὶ γέννησιν ὠικειώσατο ὁ θεὸς λόγος καὶ μητέρα ἠσπάσατο τὴν παρθένον καὶ διὰ μήτρας ἦλθε κοσμουμένης τῆι παρθενίαι. οὐδὲν γὰρ ὧν ἔπλασεν ὁ θεὸς βδελύσσεται, ἐπειδήπερ οὐδὲν ἀνάξιον αὐτοῦ τῶν ἔργων ἐγένετο. πάντα καλὰ καὶ καλὰ λίαν, ἐὰν ταῦτα ἴδωμεν ὡς ὁ πλάστης εἶδε γεγενημένα· <εἶδε> γὰρ ὁ <θεὸς τὰ πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν.> ἀπαθέσι βλέπε πάντα τοῖς ὀφθαλμοῖς, καὶ ὡς ὁ θεὸς αὐτὰ βλέπεις λίαν καλά. ἐξόρισον τὸ πάθος, καὶ γνωρίσεις τὴν εὐγένειαν τοῦ γενομένου. Τί οὖν θαυμαστὸν εἰ ἐν ἰδίωι ἔργωι καὶ οἴκωι κατεσκήνωσεν ὁ θεός; σὺ δὲλέγεις ἀξίως μὲν αὐτὸν ἐν οὐρανῶι κατοικεῖν, ἀναξίαν δὲ μονὴν αὐτοῦ τὸν ἄνθρωπον οἴει, κρίνων τὰ πράγματα οὐ τῆι ἀληθείαι τῶν λόγων, ἀλλὰ τῶι πάθει καὶ τῆι προλήψει. Τί γὰρ ὑψηλότερον, εἰπέ μοι, οὐρανὸς ἢ ἄνθρωπος; τί θεῶι τιμιώτερον, ἥλιος ἢ ἄνθρωπος; μὴ γάρ μοι τῆι τῶν στοιχείων πρόσχηις λαμπρότητι μηδὲ διὰ τὴν εὔχροιαν προκρίνηις τὴν φύσιν μηδὲ τὴν ἐκπηδῶσαν μαρμαρυγὴν τοῦ ἡλίου καταπλαγῆις μηδὲ ὅτι ἐγὼ δέρμα τε καὶ κρέας ἐνδέδυμαι κατὰ τὸν θεῖον Ἰώβ, ἀλλὰ λογικῆς ψυχῆς τὴν εὐγένειαν σκόπησον. βλέπε τὴν ἀνθρώπου κατασκευὴν καὶ θαύμασον τὸ ζῶιον. νοῦν ἔχει πάντων ζώιων κρατεῖν τε καὶ ἄρχειν δυνάμενον· χεῖρας ἔλαβεν ὑπηρετουμένας τοῦ νοῦ τῆι σοφίαι, ὄργανα παντοδαπῆς τέχνης δημιουργά· μόνον τῶν κτισθέντων πάντων ἀνάγκης ἐλεύθερον γέγονε· κύριον γνώμης ἰδίας μόνον τὸν ἄνθρωπον ἔκτισεν ὁ θεός. οὐχ ὁρᾶις ἥλιον ἠναγκασμένους τρέχοντα δρόμους; οὐ βλέπεις μονοειδῆ αὐτοῦ τὴν φοράν; διὰ τί; ἐπειδὴ γνώμης ἰδίας οὐ γέγονε κύριος. σὺ δὲ προέρχηι ἐλεύθερος, πράττεις ὃ βούλει, οὐκ ἔχεις ἀνάγκην ὠθοῦσάν σε βίαι, ἐλεύθερος τῆι ψυχῆι κατέστης. ἥλιος δοῦλος ἀνάγκης, ἄνθρωπος δὲ τὴν γνώμην ἐλεύθερος. τίς οὖν ἀμείνων, εἰπέ μοι, ὁ δοῦλος ἢ ὁ ἐλεύθερος; ὁ ὑπὸ ζυγὸν ἀνάγκης ἢ ὁ πάσης ἀνάγκης ἀπόλυτος; οὐδὲν θαυμαστὸν οὐδὲ παράδοξον εἰ ἐν ἀνθρώπωι ὤικησεν ὁ θεός, ὃν ἰδίαν εἰκόνα εὐθὺς πλάσας ἠσπάσατο. τὴν γὰρ

περὶ τὸν ἄνθρωπον πρόθεσιν ὁ θεὸς εὐθὺς ἐν προοιμίοις τῆς κτίσεως ἐπεδείξατο, χοῦν μὲν λαβὼν ἀπὸ τῆς γῆς καὶ πλάσας αὐτόν, εἰκόνα δὲ κατασκευάσας τῆς ἰδίας θεότητος. διὰ τί οὖν ὃν ἔμελλε τῆι κατασκευῆι τιμᾶν, οὕτως ἐξ εὐτελοῦς φύσεως ἔπλασε; διὰ τί μὴ ἀπὸ τῆς λαμπρότητος τοῦ ἡλίου λαβὼν ἐποίησεν [αὐτὸν] τὸν ἄνθρωπον, ἀλλ' ἀπὸ γῆς καὶ χοὸς αὐτὸν διαπλάττει, τοῦ κάτω κειμένου καὶ πατουμένου στοιχείου; τίνος ἕνεκεν, θέλεις μαθεῖν; ἐπειδὴ τῆι εἰκόνι ἔμελλε τιμᾶν τὸν ἄνθρωπον, εὐτελῆ αὐτῶι δίδωσι τὴν φύσιν, ἵνα ἡ ὑπερβολὴ τῆς τιμῆς μὴ ἐπαίρηι τὸν ἄνθρωπον εἰς ἀπόνοιαν, ἵνα ὅταν ὑπὲρ τὴν φύσιν τιμηθῆι, συσταλῆι τῆι μνήμηι τῆς φύσεως καὶ γνωρίσηι τὸ μέγεθος τῆς τιμῆς, οὐ τῆς αὐτοῦ ἀξίας, ἀλλὰ τῆς χάριτος τοῦ δεδωκότος. οὐκοῦν καὶ τοῦτο φιλανθρωπία τοῦ κατασκευάσαντος ἦν, τὸ τὴν εἰκόνα τοῦ θεοῦ ἐκ γῆς ἔχειν τὴν φύσιν· ἐνέχυρον γὰρ εἶχε τὴν φύσιν μετρίου φρονήματος· ὥστε εὐγενὲς ζῶιον ὁ ἄνθρωπος, εἰ καὶ ὕστερον ὑβρίσθη τοῖς ὑπεισελθοῦσι παθήμασι. μὴ γὰρ αὐτὸν ἴδηις προσκεκρουκότα, ἀλλὰ πρὸ τῆς παραβάσεως τοῦ νόμου τῆς εἰκόνος τοῦ θεοῦ τὴν εὐγένειαν λόγισαι. τί οὖν ἐξευτελίζεις τὸν ἔκπτωτον, τῆς πρώτης αὐτοῦ κατασκευῆς ἐπιλελησμένος καὶ τὴν τιμὴν τὴν ἀρχαίαν οὐ λογιζόμενος, ἣν αὐτῶι πάλιν μετὰ πολλῆς τῆς φιλοτιμίας ἀποδέδωκεν ὁ θεὸς ἑνώσας ἑαυτῶι τὴν ἰδίαν εἰκόνα; οὐδὲν οὖν ἀπᾶιδον τῆς ἐκείνου φιλανθρωπίας ἐγένετο. οὐδὲ γὰρ ἐφύβριστον ἀγαθῶι δεσπότηι κοινωνῆσαι δούλωι τῶν δουλικῶν εἰς ὠφέλειαν τοῦ οἰκέτου. οὐ γὰρ ὑβρίζεται τούτοις ὁ ἀγαθός, ἀλλ' ὅπερ ἐστί, διὰ τῶν τοιούτων γνωρίζεται. καὶ μὴ θαυμάσηις τοῦ πράγματος· καὶ γὰρ νῦν ἐὰν σεαυτὸν οἶκον κατασκευάσηις θεοῦ, καὶ ἐν σοὶ κατοικεῖ, εἰ καὶ μὴ οὕτως ὡς ἐν τῶι Χριστῶι· ἐν Χριστῶι γὰρ <κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς.> ἀλλ' ὢ τοῦ θαύματος· πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς ἐν ἑνὶ κατοικεῖ καὶ πάντα πληροῖ καὶ ὑπερέχει τὴν κτίσιν ὅλος ὢν ἐν ἑνὶ καὶ τῶν κτισμάτων οὐδενὸς χωριζόμενος. καὶ μὴ δή σοι τὸ εἰρημένον φαινέσθω ἀδύνατον. καὶ γὰρ κἀγὼ νῦν προφέρομαι λόγον· οὗτος ὁ λόγος ἐστὶν ἐν ἑνὶ καὶ ὁ λόγος ἐν πᾶσι γέγονε, καὶ ὅλον τὸν λόγον ἐχώρησεν εἷς καὶ ὑπὸ πλήθους ὁ λόγος οὐ περιγράφεται. εἰ τοίνυν πρᾶγμα γινόμενον καὶ φθειρόμενον καὶ ἐν ἑνὶ ὅλον οἰκεῖ καὶ ἐν πᾶσι γίνεται, τί θαυμαστόν σοι φαίνεται εἰ θεὸς καὶ ὅλος ἐν ἀνθρώπωι ὤικησε καὶ ἐν πᾶσιν εὑρίσκεται; Ὑπόθεσις τοίνυν τῆς σήμερον πανηγύρεως τὸ θεὸν γενέσθαι ἄνθρωπον, ἑλόμενον τὰ ἀνθρώπινα, ἵνα δῶι τὰ θεικά, καὶ οἰκειωσάμενον τὰ πάθη, ἵνα χαρίσηται τὴν ἀπάθειαν, ὑπεισελθόντα θάνατον, ἵνα τὴν ἀθανασίαν δωρήσηται. καὶ ἴδια τὰ τῶν ἀνθρώπων ἐκτήσατο πάθη, οὐ τὴν φύσιν μεταβαλλόμενος, τῆι δὲ γνώμηι τοῦτο οἰκειούμενος, καὶ λίαν εἰκότως ταῦτα ποιεῖ, τὸν ἄνθρωπον σῶσαι προθέμενος. διὰ ποίαν οὖν αἰτίαν ἴδια τὰ πάθη τὰ τῶν ἀνθρώπων πεποίηται; ἐπειδὴ ἐβούλετο πάθει πάθος ἀναιρεῖν καὶ θανάτωι καταργῆσαι θάνατον καὶ διὰ τῶν ὁμοειδῶν τὰ ὁμοειδῆ καταπαλαῖσαι ἠθέλησεν, οἰκειοῦται τὸν σταυρόν, ἴδιον ποιεῖται τὸ ῥάπισμα, τὸν δεσμὸν ἑαυτοῦ πεποίηται, ἵνα θεοῦ γενόμενα τὰ πάθη κατὰ παθῶν ἐξουσίαν λάβωσιν. οὔτε γὰρ φύσις θεοῦ ἠδίκηται (οὐδὲ γὰρ μεταβολῆι ἰδίαι τὰ πάθη ἐδέξατο) καὶ τὴν ἰσχὺν παρὰ θεοῦ τὰ πάθη κατὰ τῶν ὁμοειδῶν λαμβάνει. λοιπὸν γὰρ ὁ θάνατος ὡς θεοῦ γενόμενος καταργεῖ τὸν θάνατον, καὶ ἀποθανὼν λύει τὴν τυραννίδα τοῦ θανάτου, ἐπειδὴ καὶ θεὸς καὶ ἄνθρωπος ἦν. οὐ γὰρ ψιλὸν ἄνθρωπον ἐσταύρωσαν οἱ Ἰουδαῖοι οὐδὲ τὴν ὁρωμένην μόνην καθήλωσαν φύσιν, ἀλλ' εἰς τὸν ἐν αὐτῆι θεὸν ἤγαγον τὰ τολμήματα τῆς ἡνωμένης φύσεως οἰκειωσάμενον τὰ πάθη. καὶ ἵνα σοι καὶ τοῦτο γένηται σαφές, ἐπὶ τὸ ἐν ἀρχῆι ῥηθὲν ὑπόδειγμα τὸν λόγον ἀγάγωμεν. κείσθω γὰρ  βασιλέα φθέγγεσθαι λόγον καὶ τοῦτον ἐντυποῦσθαι διὰ γραμμάτων χάρτηι τινί, τὴν λεγομένην σάκραν ἐξαποστέλλειν ταῖς πόλεσι, λόγον ἠμφιεσμένον καὶ χάρτηι καὶ γράμμασιν, ἐλευθερίαν χαριζόμενον ἢ ἄλλα δῶρα βασιλικὰ τοῖς δεομένοις κομίζοντα. ἀλλὰ ταύτην τὴν σάκραν τὴν λεγομένην τῆι τῶν Ἰταλῶν φωνῆι ὑποδεχέσθω ἄπιστός τις καὶ ἀπειθὴς καὶ τῆς πόλεως ἐχθρὸς καὶ τοῦ βασιλέως πολέμιος καὶ λαβὼν τὸν χάρτην διαρρηγνύτω. τί ἐρράγη ἐνταῦθα; εἰπέ μοι· ὁ χάρτης μόνος ἢ καὶ ὁ λόγος ὁ βασιλικός; καὶ μὴν εἰ χάρτης διερράγη αὐτὸ μόνον, εὔωνον ἦν τὸ φθαρέν, ἀνεύθυνος ὁ ῥήξας ἢ πέντε ὀβολοῖς μόνοις ὑπεύθυνος ἦν. ἀλλὰ δίκην δίδωσι τὴν ἐσχάτην καὶ τιμωρεῖται καὶ τὴν ἐπὶ θάνατον ἄγεται, οὐχ ὡς χάρτην λυμηνάμενος μόνον, ἀλλ' ὡς καὶ λόγον διαρρήξας βασιλικόν. καὶ μὴν ὁ τοῦ βασιλέως λόγος ἐστὶν ἀπαθής, οὔτε χερσὶ λαμβανόμενος τῆι ἑαυτοῦ φύσει οὐδὲ διαρραγῆναι δυνάμενος, ἀλλὰ καὶ αὐτὸς διερράγη, τοῦ χάρτου καὶ τῶν γραμμάτων τὸ πάθος οἰκειωσάμενος. ὁρᾶις πῶς τὸ ἀπαθὲς δέχεται πάθος, ἐπειδὰν φύσει κοινωνήσηι παθητικῆι; οὐδὲ γὰρ ὁ λόγος τῆι οἰκείαι φύσει διέρρηκτο καὶ τὸ πάθος τοῦ χάρτου καὶ τῶν

στοιχείων ἐδέξατο. μὴ θαρρείτω τοιγαροῦν Ἰουδαῖος ὡς ψιλὸν ἄνθρωπον σταυρώσας. τὸ γὰρ φαινόμενον χάρτης ἦν, τὸ δὲ ἐν αὐτῶι κρυπτόμενον λόγος βασιλικὸς ἐκ φύσεως, οὐ διὰ γλώττης προενεχθείς. λόγος μὲν γὰρ ὁ μονογενὴς λέγεται, οὐ προφορικὸς δέ,

ἀλλ' οὐσιώδης καὶ ἐνυπόστατος, οὐδὲν μὲν τῆι οἰκείαι φύσει πάσχων, ὢν ἀπαθὴς λόγος, ἴδια δὲ ποιούμενος τὰ τοῦ φαινομένου παθήματα καὶ ὥσπερ ὁ βασιλικὸς λόγος καὶ τῶν γραμμάτων τὴν ὕλην αὐτὸς ἐδέξατο καὶ τὸ πάθος τοῦ χάρτου ἴδιον τοῦ λόγου γεγένηται, οὕτως ὁ μονογενὴς τοῦ θεοῦ λόγος τὰ τοῦ καθηλωθέντος ἴδια πεποίηται πάθη. διὰ τοῦτο ὥσπερ ὁ σάκραν βασιλικὴν λυμηνάμενος ὡς βασιλέως ῥήξας τὸν λόγον τὴν ἐπὶ θάνατον ἄγεται, οὕτως ὁ σταυρώσας Ἰουδαῖος τὸ φαινόμενον δίκας δίδωσιν εἰς αὐτὸν τὸν θεὸν λόγον ἐκτείνας τὸ τόλμημα. ὁ γὰρ θεὸς λοιπὸν ὡς ἴδιον πάθος ἐκδικεῖ τὸ γενόμενον.  Ἀλλ' ἱκανὰ τὰ εἰρημένα, ἐπειδὴ φροντίζειν δεῖ καὶ τῆς μνήμης τῆς ὑμετέρας· τὸ γὰρ πλῆθος τῶν λεγομένων ὑπερβλύζον τῆς τῶν ἀκροωμένων ἐννοίας ἀμνήμονα τὸν ἀκροατὴν τῶν εἰρημένων ποιεῖ. γένοιτο δὲ χάριτι θεοῦ καὶ τὰ εἰρημένα τῆι μνήμηι ὑμᾶς περιλαβεῖν καὶ ἑτέρους ἐκ τούτων ὠφελεῖν καὶ τὴν βασιλείαν τῶν οὐρανῶν ἀντὶ τούτων κληρονομεῖν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι τοῦ Χριστοῦ, ὧι ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

20181205 165004

Ιερά Μητρόπολη

Καισαριανής Βύρωνος & Υμηττού

Φορμίωνος 83

16121, Καισαριανή

Τηλ. : 210 7224123 - 210 7237133

Fax : 210 7223584

email :info@imkby.gr

ΤΟΠΟΘΕΣΙΑ ΙΕΡΑΣ ΜΗΤΡΟΠΟΛΕΩΣ

images