Παρασκευή, 15 Νοεμβρίου 2019

Θεοφάνους Κεραμέως

Ὁμιλία ΝΕ΄

«Εἰς τό, «Ἐλθῶν ὁ Ἰησοῦς εἰς τὰ μέρη Καισαρείας τῆς Φιλίππου»

Ἐλέχθη ἐν τῇ ἑορτῇ τῶν ἁγίων ἀποστόλων Πέτρου καί Παύλου »

 

(J.P. Migne, Patrologia Graeca, t. 132, 952A-970Β)

Συνήδομαί σοι, πόλις, καὶ σοὶ, θεῖε τῶν ἀνακτόρων ναὲ, πάσης ἐπὶ σὲ σήμερον ἡλικίας χυθείσης, καὶ τῶν ὅσοι τὴν τύχην ἐπίδοξοι, ἱερέων τε τοιούτων τὴν παροῦσαν ἡμῖν ἐπικοσμούντων πανήγυριν. Τούτων δὲ πάντων αἴτιος, τὰ μὲν πρῶτα Θεὸς, παρʼ οὗ πᾶν ὅτι χρηστὸν τοῖς ἀνθρώποις προῆλθε καὶ γίνεται· - δεύτερον δὲ βασιλεὺς εὐσεβὴς, σωτὴρ, εὐμενὴς, ὅτι τοὺς ὑπηκόους ὁρᾷ· τοῖς γὰρ πολεμίοις τὸν θυμὸν ταμιεύεται· ὅς δὴ πολλῶν καὶ μεγάλων ἀγαθῶν γενόμενος ἡμῖν παροχεὺς, εὐσεβείᾳ τε καὶ μεγαλοφροσύνῃ νικήσας πάντας τοὺς νῦν, καὶ τοὺς ἔμπροσθεν, ὅσον τὰς τῶν ἀστέρων ἀγλαΐας τὰ ἡλιακὰ σελαγίσματα· ἐν καὶ τοῦτο προσέθηκε γνώρισμα τῆς ἐκείνου βασιλικῆς ὄντως καὶ μεγάλης ψυχῆς, τὸν τερπνότατον τοῦτον τῶν κηρύκων ναὸν, ὅν καθάπερ κρηπίδα καὶ ἀσφάλειαν ἐν τοῖς ἀνακτόροις δείματο, μέγιστόν τε καὶ κάλλιστο, καὶ κάλλει καινοτέρῳ διαπρεπέστατον, καὶ φωτὶ φαιδρότατον, καὶ χρυσῷ διαυγέστατον, καὶ ψηφίσι στιλπνότατον, καὶ γραφαῖς ἀνθηρότατον. Ὅν τις ἰδὼν πολλάκις, καὶ πάλιν ἰδὼν, ὡς νῦν αὐτῷ πρῶτον φανέντα θαυμάζει, καὶ τέθηκε πανταχοῦ τῇ θέᾳ πλανώμενος. Ὁ μὲν γὰρ ὄροφος ἄπληστός ἐστι θέᾳ, καὶ θαῦμα δεῖν καὶ ἀκοῦσαι. Γλυφαῖς τισι λεπτοτέραις εἰς καλαθίσκων σχῆμα ποικιλλομέναις ὡραϊζόμενος, καὶ, πανταχόθεν τῷ χρυσῷ περιαστράπτων, μιμεῖται τὸν οὐρανὸν, ὅτε καθαρᾷ αἰθρίᾳ τῷ τῶν ἀστέρων χορῷ περιλάμπεται. Κίονες δὲ κάλλιστα τὰς ἄντυγας ὑπερείδουσαι, εἰς ἀμήχανον ὕψος τὸν ὄροφον αἴρουσι. Τοῦ δὲ ναοῦ τὸ ἀγιώτατον δάπεδον ἀτεχνῶς ἑαρινῷ λειμῶνι παρείκασται ποικίλῃ μαρμάρων ψηφίδι, ὡς ἄνθεσι, καθωραϊζόμενον. Πλὴν παρʼ ὅσον τὰ μὲν ἄνθη μαραίνεται, καὶ ἀλλάττεται, ὁ δὲ λειμὼν οὗτος ἀμάραντός ἐστι, καὶ ἀΐδιος, τηρῶν ἐφʼ ἑαυτῷ τὸ ἄνθος ἀθάνατον. Πᾶς δὲ τοῖχος ποικιλίᾳ μαρμάρων περικαλύπτεται. Τὰ δὲ τούτων ἀνωτέρω χρυσὴ καλύπτει ψηφὶς, ὅσα μὴ συνείληφεν ὁ τῶν σεπτῶν εἰκόνων χορός. Τὸ δὲ τῆς ἀῤῥήτου τελετῆς χωρίον, μαρμάρων θώραξ, τοῖς ἱερεῦσι περικλείει τὸν χῶρον· ἐφʼ ὧν ἔστιν ἐπαναπαύεσθαί τε καὶ μετὰ ἀσφαλείας ἐστάναι, καὶ τέρπειν τῇ θέᾳ τὴν ὄψιν. Κώλυμα δὲ τοῦτο τῶν, εἴτις προπετὴς καὶ ἀνίερος εἴσω τῶν ἀδύτων ὑπερβῆναι φιλονικεῖ. Ἡ δὲ θεία τράπεζα, ταῖς ἐξ ἀργύρου καὶ χρυσοῦ μαρμαρυγαῖς ἀπαστράπτουσα, καταπλήττει τὸν θεατήν. Τὰ δὲ λοιπὰ ταύτης τιμάσθω σιγῇ. Ὁ δὲ ναὸς ἅπας τοῖς ᾄδουσι τοὺς θείους ὕμνους, ὥσπερ τὰ ἄντρα ἠρέμα συναπηχεῖ, τῆς φωνῆς ἐπανιούσης πρὸς ἑαυτὴν κατὰ τὸν ἀντίτυπον. Παραπετασμάτων δὲ πλῆθος ἠὡρηται, οἷς τὴν μὲν ὕλην νήματα παρέσχε σηρῶν, συνυφασθέντα χρυσῷ, καὶ διαφόροις βαφαῖς. Τὴν δʼ ἐργασίαν οἱ Φοίνικες θαυμαστῇ τινι καὶ περιέργῳ τέχνῃ ποικίλαντες· πυκνοὶ δὲ λαμπτῆρες πρὸς ἑαυτοὺς, ὡς εἰπεῖν, ἁμιλλώμενοι τὸν ναὸν δᾳδουχοῦσι τῇ ἀκοιμήτῳ λυχνοκαΐᾳ, ἴσα ταῖς ἡμέραις τὰς νύκτας φωτίζοντες. Τῶν δʼ ἐκ χρυσοῦ καὶ ἀργύρου σκευῶν, ὅσα πρὸς ὑπηρεσίαν τῆς ἱερᾶς τελετῆς, τίς ἄν τὸ πλῆθος, ἢ τὸ κάλλος ἐξείποι λόγος; Ἀλλʼ ὁ καιρὸς κατεπείγει μεθέλκων τὸν λόγον εἰς τὴν τῶν θείων Εὐαγγελίων ἐξήγησιν. Τὰ γοῦν κατὰ μέρος ἐν τῇ τῶν ἐγκαινίων ἑορτῇ ταμιεύσαντες, τῶν ἱερῶν λογίων ἀκούσωμεν.

«Τῷ καιρῷ ἐκείνῳ «Ἐλθὼν ὁ Ἰησοῦς εἰς τὰ μέρη Καισαρείας τῆς Φιλίππου, ἠρώτα τοὺς μαθητὰς αὐτοῦ.» Προσήκει ζητῆσαι ἡμᾶς, τί τὸ παρασκευάσαν τὸν Κύριον ταῦτα φιλοπευστεῖν, καὶ πῶς ὁ πάντα εἰδὼς, ὅν λέληθε τῶν πάντων οὐδὲν, ὁ ἐμβατεύων ἄχρι καὶ αὐτῶν ἐννοιῶν, ἐρωτᾷ τίνα αὐτὸν οἱ ἄνθρωποι λέγουσι. Τὸ γὰρ ὅλως οἴεσθαι ἀγνοεῖν αὐτὸν, δυσσεβείας ἐσχάτης μεμέστωται. Τὸ δὲ εἰδότα ἐπερωτᾷν, ἄλλο τι βαθύτερον νοεῖν ὑποτίθησιν. Καὶ τὸ μὲν πρόχειρον, ἵνα διὰ τῆς τοῦ Πέτρου γλώττης καὶ θεολογίας ἐπιστηρίξῃ τοὺς λοιποὺς μαθητὰς, οὕς εἰκὸς ἦν ἄλλη πη ἄλλως ταῖς ὑπονοίαις ἐκφέρεσθαι, βλέποντας τὸν Σωτῆρα τὰ ἀνθρώπινα τοῖς θεοπρεπέσι μιγνύοντα. Μυστικωτέρῳ δὲ λόγῳ, ἐπειδὴ προῄδει τὸ μέλλον, ὁ ἐπίσης τῷ ἐνεστῶτι τοῦτο ὁρῶν, ὅτι πολλοὶ κατὰ τῆς ἀληθείας ἐπιλυττήσουσι, τὰ ὁρθὰ διαστρέφοντες δόγματα, προασφαλίζεται τοὺς πιστοὺς διὰ τῆς πεύσεως, καὶ τῆς τοῦ μαθητοῦ ὑποκρίσεως, τὸ διττὸν τῶν ἐν αὐτῷ φύσεων ἐνδεικνύμενος, ὡς ἐν τοῖς ἑπομένοις ῥηθήσεται.

Διὰ τί δὲ οὐκ ἐν Ἰερουσαλὴμ, ἀλλʼ εἰς τὰ μέρη Καισαρείας τοῦτο ποιεῖ; Τάχα που τὸν φθόνον ἐκκλίνων τῶν Ἰουδαίων, καὶ τὸ δόγμα ἐκείνων τὸ δυσσεβές. Δόγμα γὰρ ἔθεντο, ἵνα ὅστις ὁμολογήσῃ αὐτὸν Χριστὸν, ἀποσυνάγωγος γένηται. Ἐξάγει οὖν τοὺς μαθητὰς τοῦ περιδεοῦς τόπου μακρὰν, ὡς ἄν πτοίας καὶ δειλίας ἀπαλλαγέντες τὴν ἑαυτῶν γνώμην ἀπαρακαλύπτως ἐμφήνωσιν. Οὐ μάτην δὲ τοῦ τόπου ὁ εὐαγγελιστὴς ἐμνημόνευσεν οὕτως εἰπών· Ἐλθὼν ὁ Ἰησοῦς εἰς τὰ μέρη Καισαρείας τῆς Φιλίππου. » Ἀλλʼ ἐπειδὴ ἔστη καὶ ἄλλη Καισάρεια, λεγομένη τοῦ Στράτωνος, ἵνα μή τις πλάνη ἐκ τῆς ὁμωνυμίας γένηται τοῖς ἀκροαταῖς ἀναγκαίως τὴν ὁμωνυμίαν διέστειλε.

«Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν Υἱὸν τοῦ ἀνθρώπου; » Οὐκ εἶπεν, Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν Υἱὸν τοῦ Θεοῦ; ἐκκλίνων τοῦ κόμπου τὰ ῥήματα, ἀλλʼ ἐμὲ, φησὶ, τὸν γενόμενον ἄνθρωπον, τὸν ἐν σχήματι δούλου φαινόμενον. Οὐδὲ περὶ Φαρισαίων καὶ Γραμματέων φιλοπευστεῖ· Τίνα με λέγουσιν οἱ Γραμματεῖς καὶ οἱ ἔξαρχοι τοῦ λαοῦ; ᾔδει γὰρ τὸν ἐν αὐτοῖς τοῦ φθόνου καπνὸν, ὅσος ὑποτυφόμενος ἦν· ἀλλὰ περὶ τοῦ πλάστου καὶ ἀκάκου λαοῦ. Ὅθεν οἱ μαθηταὶ τὴν διάφορον τῶν ἀνθρώπων περὶ αὐτοῦ δόξαν σαφῶς πιστάμενοι ἀποκρίνονται· « Οἱ μὲν Ἰωάννην τὸν Βαπτιστὴν, ἄλλοι δὲ Ἠλίαν, ἢ ἕνα τῶν προφητῶν. » Τὶ οὖν Ἐν τὸ πεῖσαν τοὺς ὄχλους περὶ Χριστοῦ τοιάδε ὑπονοεῖν; Μὴ γὰρ οὐκ ᾔδεισαν, ὅτι Ἠλίαν μὲν ὡς εἰς οὐρανοὺς ἀνηρείψατο ἡ τῶν φλογερῶν ἁρμάτων ἐπίβασις, καὶ ἡ τέθριππος τῶν πυρίνων ἵπππων ἐπίζευξις; Ἰωάννην δὲ ἐπεφονεύκει ἡ τῆς Ἠρώδου μοιχείας ὑπόθεσις καὶ τῆς ποδοστρόφου μαχλάδος ἡ ὄρχησις; Ἰερεμίας δὲ λίθοις ἀποκτανθεὶς ἐτελείωτο; Ἀλλʼ ἐπειδὴ Μωϋσῆς μὲν περὶ τῆς ἀναστάσευς οὐδέν τι ἀνακεκαλυμμένως ἐνομοθέτησε· πρῶτος δὲ Δαβὶδ εἰπὼν περὶ ἀναστάσεως, οὐ τηλαυγῶς ἔδειξε τὸ μυστήριον· οἱ προφῆται δὲ σποράδην ἐνέφηναν αἰνιγματωδῶς τὴν ἀνάστασιν, διὰ τοῦτο διαφόρις δόξαις καὶ πλανωμέναις ἐταλαντεύοντο. ᾬοντο γὰρ ἐν τῷ παρόντι βίῳ ἐνεργεῖσθαι τὴν τῶν νεκρῶν ἀναβίωσιν. Καὶ τάχα ταύτης ἦν τῆς δόξης καὶ ὁ τετράρχης Ἠρώδης, ὅς ἐνωτισθεὶς τοῦ Κυρίου τὰ θαύματα, ᾤετο ἀναβεβιωκέναι Ἰωάννην τὸν Βαπτιστήν. Διὸ καὶ ἔλεγεν· « Ὅν ἐγὼ τε ἀποκεφάλισα Ἰωάννην, αὐτὸς ἐγήγερται ἐκ νεκρῶν.» Ἐκ ταύτης οὖν τῆς προφάσεως, οἱ μὲν Ἰωάννην τὸν εἶναι εἴκαζον, οἱ δὲ Ἰερεμίαν, καὶ ἄλλοι Ἠλίαν. Φήμη γὰρ ἐπεκράτει, ὡς ἥξει πάλιν Ἠλίας ἐπὶ τῆς γῆς. Ἐλεγκτικὸν οὖν ὁρῶντες τὸν Κύριον, ἐπιστομίζοντα μετὰ παῤῥησίας τοὺς Φαρισαίους καὶ Γραμματεῖς, Ἠλίαν αὐτὸν ὑπετόπαζον. Ἄλλοι δὲ τὸ αὐτοφυὲς τῆς σοφίας κατανοοῦντες ἄνευ μαθήσεως ἐξεπλήττοντο· καὶ γοῦν ἔλεγον· « Πῶς οὗτος οἶδε γράμματα μὴ μεμαθηκώς; » Διὸ Ἱερεμίαν αὐτὸν ὠνόμαζον. Ἱερεμίας γὰρ εἰς προφητείαν ἀνήχθη παῖς ὤν κομιδῆ. Τὴν περὶ αὐτοῦ τοίνυν τῶν πολλῶν δόξαν ἀκηκοὼς, καὶ οἶον ἀποδοκιμάζων, ὡς οὐδεμιᾶς τούτων ἐπαφωμένης τῆς ἀληθείας, ἀνεξικάκως αὖθις ἐπερωτᾷ.

« Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; » Εἴεν, φησὶν, ἡ μὲν ὑπόληψις τῶν πολλῶν οὕτω πολυσχεδής ἐστι καὶ ἀβέβαιος. Ὑμεῖς δὲ οἱ περὶ ἐμοῦ πεῖραν εἰλ-φότες οὕτω μακρὰν, τίνα κατάληψιν ἐκ τῶν πραγμάτων ἐλάβετε; Οἱ μὲν οὖν ἄλλοι μαθηταὶ πρὸς τὴν ἀπόκρισιν ἰλιγγίασαν· οἱ μὲν τὸν λογισμὸν ἴσως ταλαντευόμενοι, οἱ δὲ ὀφθῆναι προπετεῖς εὐλαβούμενοι. Πέτρος δὲ, ἡ ἀκρότης τῶν μαθητῶν, κοινὴ τῶν συμφοιτητῶν γίνεται γλῶσσα καὶ τῷ λογισμῷ τῶν αἰσθητῶν πάντων ὑπεραρθεὶς, διέπτη τὸν ἀέρα, παρῆλθε τὸν αἰθέρα, κάτω λέλοιπε τοὺς ἀστέρας. ὑπεράνω γέγονε τῆς ἀνάστρου σφαίρας· καὶ μετὰ τῶν αΰλων γενόμενος, καὶ τοὺς πυρίνους τῶν Σεραφὶμ ὑπερβὰς ποταμοὺς, καὶ μυηθεὶς παρὰ τοῦ Πατρὸς τοῦ Μονογενοῦς τὴν εὐγένειαν, τὴν θεολογικὴν ἐκείνην ἀφῆκε φωνήν· « Σὺ εἶ ὁ Χριστός, Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. » Ὄντως οὐ σαρκὸς καὶ αἵματος, ἀλλʼ οὐρανίου Πατρὸς ἀποκάλυψις. Σκόπει γὰρ ὅσον ἐν ἑνὶ ῥήματι κέκρυπται θεολογίας βυθός. Ὁ μὲν γὰρ Σωτὴρ ἐπύθετο· « Τίνα με λέγουσιν οἱ ἄνθρωποι τὸν Υἱὸν τοῦ ἀνθρώπου; » διὰ τῆς προσθήκης τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, τὴν ἀνθρωπίν φύσιν δηλῶν. Ὁ δὲ Πέτρος τὸν αὐτὸν εἰδὼς καὶ Υἱὸν ἀνθρώπου, καὶ Υἱὸν τοῦ Θεοῦ, μίαν ὑπόστασιν ἐν δυοῖν συντεθεῖσαν ἀφύρτως φύσεων, πρὸς τὴν τῆς θεότητος φύσιν ἀνέθορε. « Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.

Ὅσον τὸ ῥῆμα τοῦτο καταισχύνει τὸν ἀνθρωπολάτρην Νεστόριον, τὴν μιαρὰν γλῶτταν καὶ βλάσφημον, καὶ φαυλίστριαν, τὴν ὀξεῖαν κατὰ τῆς εὐσεβείας μάχαιραν, τὴν τὸν ἕνα Χριστὸν εἰς δύο υἱοὺς τεμαχίσασαν ! Ὅπως δὲ καὶ τοὺς ὁδόντας συνθλάττει τῆς τῶν Ἀρμενίων αἱρέσεως· ὡς πολυκέφαλου ὕδραν συγκόπτων τὴν Ἀκεφάλων αἵρεσιν! Τῷ γὰρ τῶν Ἀκεφάλων, καὶ τῷ Νεστορίου δόγματε ἐναντίον μὲν ἤστην ἄμφω Θεῷ, ἐναντιοῦσθον δὲ καὶ ἀλλήλοιν, καὶ ὑπάρχετον θεολογικῶς εἰπεῖν, ἐκ διαμέτρου κακὰ, καὶ ὁμότιμα τὴν ἀσέβειαν. Νεστόριος μὲν γὰρ εἰς δύο διαιρεῖ τὸν ἕνα Χριστόν· εἰς τε τὸν Υἱὸν τοῦ Θεοῦ, καὶ τὸν τῆς Μαρίας. Ἀρμένιοι δὲ τὰς δύο τοῦ Χριστοῦ φύσεις εἰς μίαν συγχέουσιν. Ἀμφότερα γοῦν ἡ τοῦ Πέτρου θεολογία διήλεγξε, τὸν αὐτὸν καὶ Υἱὸν Θεοῦ, καὶ Υἱὸν ἀνθρώπου τρανῶς δογματίσασα. Σκόπει δὲ καὶ τὴν τῆς θεολογίας ἀκρίβειαν. Ἐπειδὴ γὰρ πολλοὶ χριστοὶ, καὶ πολλοὶ Υἱοὶ, καὶ πολλοὶ θεοὶ, εἷς δὲ ὁ φύσει καὶ ἀληθὴς, διὰ τοῦτο οὐκ εἶπε· Σὺ εἶ Χριστὸς, ἀλλ’ Ὁ Χριστὸς, οὐδὲ Υἱὸς, ἀλλ’ Ὁ Υἱὸς, οὐδὲ Θεοῦ, ἀλλὰ, Τοῦ Θεοῦ τοῦ ζῶντος. Πάντα γὰρ μετὰ τοῦ ἄρθρου εἰπὼν γεγωνότερον τῆς μακαρίας οὐσίας καὶ μονοειδοῦς ρύσεως ἐδήλωσε τὸ ἐξαίρετον. Διὸ καὶ τοῦ Δεσποτικοῦ μακαρισμοῦ γέγονεν ἄξιος. Τί γὰρ πρὸς αὐτὸν Σωτήρ; « Μακάριος εἶ, Σίμων Βὰρ Ἰωνᾶ.» Τίνος ἕνεκεν μακαρίζων αὐτὸν, καὶ τοῦ πατρὸς ἐμνημέ υἱὸν αὐτὸν εἰπὼν Ἰωνᾶ;

φησιν· Ὥσπερ αὐτὸς υἱὸς εἶ φύσει τοῦ σοῦ πατρὸς Ἰωνᾶ, οὕτω κἀγὼ φύσει καὶ κατʼ οὐσίαν Υἱός εἰμὶ τοῦ Θεοῦ καὶ Πατρός. Μᾶλλον δὲ, ἐπειδὴ τὴν ἀποκάλυψιν οὐκ ἀπὸ σαρκὸς εἶπε γεγενῆσθαι καὶ αἵματος, ἀλλʼ ἐκ τοῦ Πατρὸς αὐτοῦ τοῦ ἐν οὐρανοῖς, αὕτη δὲ ἡ ἀποκάλυψις διὰ τοῦ ἁγίου Πνεύματος γέγονε, διὰ τοῦτο Υἱὸν αὐτὸν ὀνομάζει τοῦ Πνεύματος. Ἰωνᾶς γὰρ περιστερὰ ἑρμηνεύεται. Σύνηθες δὲ τῇ Γραφῇ τούτῳ τῷ ὀνόματι τῆς περιστερᾶς, καλεῖν τὴν τοῦ Πνεύματος δύναμιν, ἧς τὰς πτέρυγας γενέσθαι αὐτῷ καὶ Δαβὶδ ὁ προφήτης ἐπεπόθησεν. «Μακάριος εἶ σὺ, Σίμων Βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι.» Ὅ λέγει τοιοῦτόν ἐστιν· Οὐκ ἐν σαρκὶ, φησὶ, μένων καὶ αἵματι ἐδέξω τὴν περὶ ἐμοῦ ἀποκάλυψιν· ἀλλʼ ἔξω τῶν αἰσθητῶν πάντη γενόμενος, τὰ τῆς θεολογίας μεμυσταγώγησαι. Οὕτως καὶ Παῦλος ἀρθῆναι εἰπὼν ἕως τρίτου οὐρανοῦ, καὶ ῥημάτων ἀῤῥήτων γενέσθαι ἀκροατὴς. οὐ σωματικῆς ἀκριβείας ἐδεήθη ἐν τῇ θεωρίᾳ τῶν νοητῶν· τοῦτο γὰρ καὶ αὐτὸς τῷ ἰδίῳ λόγῳ ἐπεσημήνατο· « Εἴτε ἐν σώματι, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα.»

« Κἀγὼ δέ σοι λέγω ὅτι σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν.» Σὺ, φησὶ, Πέτρος ὢν, πέτρα γεννήσῃ τῆς κατὰ λόγον πίστεως, καὶ τῆς ἑδραζομένης Ἐκκλησίας θεμέλιος, καὶ πρώτη τῆς πνευματικῆς οἰκοδομῆς ἀφορμή. Ἐπὶ τῇ ὁμολογίᾳ γὰρ ταύτῃ, ᾗ ὁμολόγησας, τὸν αὐτὸν εἶναί με Υἱὸν Θεοῦ, καὶ Υἱὸν ἀνθρώπου, ἐπὶ ταύτῃ τῆς Ἐκκλησίας ὁ θεμέλιος στήσεται. Τοιαύτης γὰρ τῆς κρηπῖδος τεθείσης, καὶ τὰ λοιπὰ δόγματα ἀσφαλῶς οἰκοδομηθήσεται.

« Καὶ πύλαι ᾄδου οὐ κατισχύσουσιν αὐτῆς. » Πύλαι δὲ ᾄδου τῆς Ἐκκλησίας μὴ κοτισχύουσαι, εἶεν ἄν οἱ ταύτην διώκοντες τύραννοι, καὶ οἱ τῶν αἱρέσεων ἔξαρχοι, πύλαι ᾄδου τροπικῶς ὀνομασθέντες, ὡς τοὺς πειθομένους αὐτοῖς εἰς ᾄδου καθέλκονται πέταυρον· οἵ δὴ πολλὰ μογήσαντες, καὶ κατὰ τῆς Ἐκκλησίας ἱππηδὸν φρυαξάμενοι, οὐδοτιοῦν ταύτην παρέβλαψαν, ἢ ὅτι λαμπροτέραν εἰργάσαντο.

«Καὶ δώσω σοι τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν. » Οὐκ εἶπε, Δίδωμί σοι νῦν, ἀλλὰ, Δώσω σοι, τὸν μετὰ τὴν ἀνάστασιν προλέγων καιρὸν, καθʼ ὅν αὐτῷ καὶ τὴν χάριν τοῦ ἁγίου Πνεύματος δέδωκε, καὶ τὴν ἐξουσίαν τοῦ δεσμεῖν καὶ λύειν, καὶ, τῶν λογικῶν προβάτων ἀγελάρχην ἐχειροτόνησεν. Ἀλλὰ τίνες αἱ κλεῖδες, θυρῶν δὲ ποίων κλειδοῦχος ὁ Πέτρος καθίσταται; Θύρα μὲν αὐτός ἐστιν ὁ Χριστὸς, ὁ εἰπὼν· « Ἐγώ εἰμι ἡ θύρα· » κλεῖς δὲ ταύτης τῆς θύρας ἡ πίστις, ἥν ἐγχειρίζει τῷ κορυφαίῳ ὁ Κύριος· καὶ τάχα τοότῳ τῷ κλείθρῳ ἡ ᾀσματίζουσα νύμφη διήνοιγε, ποθοῦσα τὸν καλὸν ἀδελφιδοῦν ὑποδέξασθαι, ταύτη τοι καὶ ἔλεγεν· « Ἐπὶ θύραις τοῦ κλείθρου ἤνοιξα ἐγὼ τῷ ἀδελφιδῷ μου.» Δίδωσιν οὖν Πέτρῳ καὶ τοῖς κατʼ ἐκεῖνον τὰς κλεῖς, ὡς ἄν μὲν τοῖς αἱρετικοῖς ἄβατος ἡ θύρα εἴη τῆς τῶν οὐρανῶν βασιλείας, καὶ ἄδυτος τοῖς δὲ πιστοῖς εὐεπίβατος, ὡς βεβαιοῦσθαι τὴν τοῦ Κυρίου ἀπόφασιν. « Εἰ τις οὐ γεννηθῇ διʼ ὕδατος, καὶ Πνεύματος, οὐ μὴ εἰσέλθη εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.» Οἱ μὲν οὖν ἐναντίοι τῆς πίστεως καὶ πολέμιοι πύλαι ᾄδου ἐκλήθησαν, ὁ δὲ Δεσπότης Ἐμμανουὴλ, θύρα καὶ πύλη τῆς βασιλείας τῶν οὐρανῶν. Διὸ καὶ προτροπάδην πᾶσι βοᾷ· « Διʼ ἐμοῦ ἐάν τις εἰσέλθοι, σωθήσεται,» καὶ, « Εἰσέλθετε διὰ τῆς στενῆς πύλης, » τὰς πλατείας καὶ εἰς ᾄδου φερούσας ἐκκλίναντες.

Ἀλλʼ οἱ τῆς Ἑλληνικῆς ἀπάτης τὴν τρύγα ἐῤῥοφηκότες, καὶ κατὰ τῆς ὑγιοῦς ἡμῶν πίστεως πολλὰς δυσφημίας, ὥς τινα βόρβορον ἐρευξάμενοι, πρὸς τοῖς ἄλλοις ληρήμασι καὶ τοῦτο εἰπεῖν ἐθρασύνθησαν, πῶς ὁ Πέτρος ἀξιωθεὶς τοιούτου μακαρισμοῦ, καὶ μαρτυρηθεὶς ὑπὸ Ἰησοῦ ἐκ τοῦ Πατρὸς δεδέχθαι τὴν ἀποκάλυψιν, καὶ τὰς κλεῖς εἰληφὼς τῆς βασιλείας τῶν οὐρανῶν, κατὰ τὸν τοῦ Πάθους καιρὸν τρίτον ἠρνήσατο τὸν διδάσκαλον, φαύλης παιδίσκης τοῦτον μορμολυξάσης, ὡς βρεφύλλιον; Ταῦτά φασιν οἱ τῇ ἀληθείᾳ μαχόμενοι· ἀλλʼ ἡμεῖς ὡς βέλη νηπίων τὰς τοιαύτας πληγὰς τῶν ἐναντίων ἡγούμενοι, οὕτω ταύτας ἀποκρουόμεθα. Φαμὲν γὰρ, ὡς οἰκονομία ἦν ἐκ Θεοῦ παραχώρησις τῆς το Πέτρου ἀρνήσεως. Ἐπειδὴ γὰρ ὑπὲρ τοὺς ἄλλους συμφοιτητὰς ἐκαυχήσατο συναποθανεῖν τῷ μυσταγωγῷ, οὐ πάνυ περισκεψάμενος τῆς σαρκὸς τὴν ἀσθένειαν· καίτοι τοῦ Κυρίου διαβεβαιοῦντος, ὡς πάντες σκανδαλισθήσεσθε· διὰ τοῦτο ἔδει καὶ αὐτὸν ἐλεγχθῆναι ὡς ἄνθρωπος ἦν, δειλίᾳ σαρκικῇ ὑποκεί-ιενος, καὶ τοῦ Κυρίου δειχθῆναι τὸν λόγον ἐπαληθεύοντα, καὶ τὴν ἄρνησιν προμηνύσαντα. Τοῦτο πέπονθε καὶ Δαβὶδ ὁ προφήτης καὶ βασιλεύς. Τῆς πρεπούσης γὰρ ἐκστὰς καταστάσεως, τὴν ὑπερήφανον ἐκείνην ἀφῆκε φωνὴν,    « Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. » Διὰ τοῦτο μικρὸν ἐγκαταλειφθεὶς ὑπὸ τῆς αὐτὸν σκεππούσης θείας δυνάμεως, ἡλονῆς ῥυπαρᾶς ἥττων ἐγένετο τὸ τῆς μοιχείας ἄγος καὶ τὴν τοῦ φόνου τόλμαν διαπραξάμενος. Ἄλλως τε, καὶ ἐπειδὴ οὗτος ἔμελλε τῶν λογικῶν προβάτων τὴν προστασίαν εἰσδέξασθαι, καὶ τοῦ δεσμεῖν καὶ λύειν τὴν ἐξουσίαν λαβεῖν, ἵνα μὴ βαρύς τις ᾗ καὶ ἀσύγνωστος τοῖς ἁμαρτάνουσιν, ἀποτόμως καὶ ἀσυμπαθῶς ἐπάγων τὰ ἐπιτίμια, προμηθείᾳ κρείττονι παραχωρεῖται πεσεῖν, ὡς ἄν ἐξ ἑαυτοῦ παιδευθῇ τοῖς πταίουσιν εἶναι μακρόθυμος, ἀνεξικάκως καὶ τοῖς ἄλλοις μεταδιδοὺς, ἧς αὐτὸς εἰλήφει χρηστότητός τε καὶ συγχωρήσεως. Εἰ γὰρ μὴ ἦν οἰκονομία τοῦ Πέτρου ἡ ἄρνησις, οὐκ ἄν πρὸ τοσούτων γενεῶν ὁ θεσπέσιος Δαβὶδ τοῦτο προεμήνυσε λέγων ἐν προσώπου Χριστοῦ· « Καὶ οἱ ἐπαινοῦντές με κατ’ ἐμοῦ ὤμνυον. » Ὁ γὰρ νῦν ἐπαινέσας αὐτὸν, καὶ Υἱὸν Θεοῦ τοῦ ζῶντος ὡμολογηκὼς, ὤμνυε τότε μὴ εἰδέναι αὐτόν.

Εἰ δὲ δεῖ καί μυστικωτέρων λόγων ἐφάψασθαι, αἴνιγμα ἦν τὸ διὰ τῆς ἀρνήσεως Πέτρου δηλούμενον. Μέχρι μὲν γὰρ τῷ πρὸς τὸν Διδάσκαλον ἔρωτι ὁ Πέτρος διεθερμαίνετο, ἀνδρείᾳ ἐστόμωτο, καὶ οὐ κατεπτόει τοῦτον κουστωδία, καὶ σπεῖρα, καὶ χιλίαρχος, καὶ ξίφη, καὶ δᾷδες, καὶ κορύναι, καὶ φάσγανα.Ὅτε δὲ προσήγγισε τῇ πυρᾷ, ἥν ἀνῆψαν οἱ στρατιῶται τοῦ Καίσαρος, τότε δὴ τότε φαύλης παιδίσκης ἐγένετο παίγνιον. Ἕως ἄν οὖν καὶ ἡμᾶς διαθερμαίνῃ ὁ πρὸς θεὸν ἔρως, καὶ ἡ μνήμη τοῦ αἰωνίου πυρὸς, οὐ πτοούμεθα τὰ ξίφη, καὶ τὰς δᾷδας τῶν πειρασμῶν, οὐδὲ τὴν τῶν δαιμόνων σπεῖρα, καὶ τὸν ζοφώδη χιλίαρχον· εἰ δὲ προσεγγίσαιμεν τῶν ἡδονῶν τῇ πυρκαῖᾷ, ἥν ὑφάπτουσιν οἱ στρατιῶται τοῦ κοσμοκράτορος, οὐ πολὺς ἔσται κάματος τῷ ἐχθρῷ ἀποστῆσαι ἡμᾶς τοῦ Θεοῦ. Καὶ μικρὰ γὰρ τις καὶ φαύλη παιδίσκη παρασκευάσει τὰς πρός Θεὸν συνθήκας ἀρνήσασθαι. Τοιοῦτον πῦρ ἀνῆψαν οἱ δαίμονες κατὰ τοῦ μεγάλου Δαβίδ· ὁμοῦ τε γὰρ εἶδε τὸ κάλλος Βηρσαβεὲ, καὶ τοῦ Θεοῦ ἐπελάθετο. Ὅτι γὰρ τὰ τῶν ἡδονῶν ὑπεκκαύματα τῷ πυρὶ ἀφωμοίωται, παραινεῖ Σολομών· μὴ ἐπιψαύειν ἄνθρακος γυμνῷ τῷ ποδί· μήτε πῦρ τῷ κόλπῳ ἐναποτίθεσθαι· ἐπακολουθήσει γὰρ ἡ καῦσις, καὶ τῷ κόλπῳ καὶ τῷ ποδί. Βούλει θερμανθῆναι θείῳ πυρὶ; Mελέτη σοι διὰ βίου ἔστω ὁ θάνατος, καὶ τὸ φοβερὸν λογοθέσιον, καὶ ἐν τῇ τοιαύτῃ μελέτῃ σου ἐκκαυθήσεται πῦρ. Τί οὖν τῷ τοῦ κορυφαίου αἰνίγματι παιδευόμεθα; Τὸ πῦρ ἐκκλίνειν τῶν ἡδονῶν, καὶ πόῤῥω διατηρεῖν ἑαυτοὺς τοῦ κακοῦ γειτονήματος

            Εἰ δέ τινι συμβῇ τοῦτο γενέσθαι ποτὲ, καὶ τοῦ πυρὸς μετασχεῖν, ἢ τοῦ καπνοῦ τῆς συγκαταθέσεως, ὀτραλέως ἀποπηδῆσαι, καὶ θᾶττον ἔξω γενέσθαι τοῦ πτώματος, τῷ τοῦ μεγάλου Πέτρου ἑπόμενον παραδείγματι, ὅς μετὰ τὴν ἄρνησιν ἐξελθὼν, ἔξω τοῦ πτώματος δηλαδὴ ἔκλαυσε πικρῶς, καὶ οὕτω τὴν ἧτταν ἀνεκαλέσατο. Τοσοῦτον ἰσχύει τὸ τῆς μετανοίας θεόσδοτον φάρμακον. Ταῦτʼ οὖν εἰδότες, ἀγαπητοὶ, τὴν μετάνοιαν ἀσπασώμεθα, ἐλεημοσύνῃ καὶ δάκρυσι τὰ ἐσφαλμένα ἡμῖν ἐκκαθαίροντες· ἀδιαλείπτως εὐχόμενοι ἐν πολλαῖς ἐτῶν περιόδοις τὸ κράτος διαφυλάττεσθαι τοῦ εὐσεβοῦς βασιλέως ἡμῶν· ὅς εὐσεβείᾳ τοὺς ἀρχῆς ἰθύνων τοὺς οἴακας, καὶ λόγοις κοσμῶν τὸ διάδημα, καὶ χρηστότητι τρόπων κοσμούμενος, ἐξ ἀρετῆς γνήσιον ἔχει τὸν ἔπαινον. Τούτῳ τὰ σκῆπτρα διατηρήσοι ἐν εἰρήνῃ καὶ γαληνότητι, ὁ δοὺς αὐτῷ τὸ κράτος Χριστὸς, ὁ σὺν Πατρὶ, καὶ Πνεύματι δοξαζόμενος, καὶ ὑμνούμενος νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμὴν

20181205 165004

Ιερά Μητρόπολη

Καισαριανής Βύρωνος & Υμηττού

Φορμίωνος 83

16121, Καισαριανή

Τηλ. : 210 7224123 - 210 7237133

Fax : 210 7223584

email :info@imkby.gr

ΤΟΠΟΘΕΣΙΑ ΙΕΡΑΣ ΜΗΤΡΟΠΟΛΕΩΣ

images