Παρασκευή, 13 Δεκεμβρίου 2024

ΤΟΥ ΣΟΦΩΤΑΤΟΥ ΚΥΡΟΥ

ΚΩΝΣΤΑΝΤΙΝΟΥ ΛΟΓΟΘΕΤΟΥ ΑΚΡΟΠΟΛΙΤΟΥ

ΛΟΓΟΣ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΙΩΑΝΝΗΝ ΤΟΝ ΔΑΜΑΣΚΗΝΟΝ
(J.P. Migne-Patrologiae Graeca t. 140, 812A-886D)

Δέσποτα, εὐλόγησον.

α΄. Τῷ Ἰωάννῃ τὸν λόγον! τῷ ἐκ Δαμασκοῦ τὰ ἐγκώμια! Πῶς δὲ ἄρα μὴ εὐθὺς ἀποκνήσω, καὶ πρὶν ἢ πρὸς τὸν ἆθλον ἀποδύσασθαι διαδράσω; Τῷ τῆς σοφίας ἀπλέτῳ βύθῳ, τῷ τῶν λόγων ἀχανεῖ πελάγει, τὸ τοῦ λόγου ἐπαφεῖναι παρωρμήθην ἀκάτιον· καὶ πῶς ἄν οὐ μετὰ φρίκης τὸν πλοῦν εἰσίω; καὶ εἰσιὼν, πῶς οὐχὶ δειλίας παρ᾽ αὐτὰ πληρωθεὶς, καὶ τῶν οἰάκων , ἔνθεν ὀλιγωρήσας, καὶ τῶν πρόσω μεθέμενος, καθάπερ πρὸς τὴν ἀναγωγὴν ἀναπέσοιμι; Οὐκ ἔφθην τὸ τῆς ὑποθέσεως συννοησάμενος μέγεθος· οὐδ᾽ ἔστην, ἵν᾽ οὕτω φαίην, ἀποσκοπεύσων, ὅπη με προάγει τὰ τῆς προθέσεως· καὶ οἱονεί με κυμάτων ἐμβολὴ περιεκύκησεν ἀλλεπάλληλος, καὶ ὡς ἐν ζάλῃ διατετάραγμαι, καὶ τὰς φρένας σκοτοδινίᾳ συγκέχυμαι. Ἐξ οὖν ἀφετηρίας αὐτῆς, τὸ τοῦ λόγου μετέγνωκα· μᾶλλον δὲ ἅμα τῷ ἀνελέσθαι πρὸς ἀπόπλουν ἄγκυραν, ἀπειρήχατε καὶ παντελῶς ἀπηγόρευκα, καὶ γέγονα ἐν ἀπόρῳ, ὅπως τε κυβερνήσαιμι καὶ κατὰ τί τῆς φυχῆς διἳθύναιμι βούλημα. Τὸ μέγα δηλαδὴ τοῦθ᾽ ὅρμημα καὶ ἐγχείρημα· Ἀλλὰ παρευθὴς ὡς ἄν ἐπὶ τῶν μεγίστων κλυδόνων πύρσος ἔφανε, καὶ αἰσία τις αἴγλη διῆξεν· ἥ καὶ περιαυγάσασά μοι τὸ τῆς ψυχῆς ὄμμα, τὸν νοῦν θάρσους τε ἐνέπλησε, καὶ τὴν διόλου κυβέρνησιν ὑπεσήμῃνε, καί πως δὴ χρηστὴν ἐλπίδα δεξιᾶς ὑπέτεινε καθορμήσεως. Τίς δὲ ἡ αἴγλη καὶ ὁ πυρσός; Ἡ τοῦ Μακαρίου τοῦδε, τοῦ θείου καὶ κοσμολαμποῦς φωστῆρος, προσβολὴ καὶ ἐπίφαυσις. Ὡς γὰρ δὴ τῶν μνημονικῶν μοι ἐξανασχὼν τοῖς λογιστικοῖς ἐναπήστραψεν, ὅση τε εὐθὺς αὐτῷ παρὰ τῷ Θεῷ παῤῥησία παρέστησε, καὶ τὴν ἐκεῖθεν ἰσχὺν διεδήλωσε· καὶ ὅπως ἐν ἀπόροις δοῦναι πόρον ἱκανός ἐστιν, ἅτε ἐγγὺς ὢν τοῦ Θεοῦ, καὶ θεῖος ὅλος γενόμενος, τοῦ ἐν ἀμηχάνοις δεικνύντος τὴν δυναστείαν ἀεὶ, καὶ τερατουργοῦντος μόνῳ νεύματι τὰ παράδοξα.

β΄. Ἀπαίρω τὸ λοιπὸν, μετ᾽ αἰσίων, ὅ φασισυμβόλων, καὶ σὺν λαμπροῖς ἀνάγομαι τοῖς κελεύμασι· πέποιθα καὶ γὰρ, ὡς ὁ Μέγας οὗτος, περὶ οὗ τὸν λόγον πεποίημαι, καὶ ὃν νῦν ὑπόθεσιν λαμπρὰν τοῦ λόγου προβέβλημαι, τῷ λόγῳ ἢ αὐτολόγῳ τῇ σοφίᾳ Θεοῦ καὶ αὐτοσοφίᾳ, παρεστηκὼς τῇ μακαρίᾳ τε καὶ αὐταγάθῳ Τριάδι συνὼν, ᾗ καὶ περιὼν ἀκραιφνῶς ἐλάτρευσε, καὶ ὡς ἐφικτὸν ἐμιμήσατο· οὐχ ὅπως ἀνέξεται τὸ κατ᾽ ἐμὴν εἰσφέροντος δύναμιν, ἀλλὰ καὶ ἐπαρήξει, καὶ χεῖρα βοηθείας ὀρέξει, καὶ τῷ λόγῳ τὴν εὐδρομίαν παρέξεται, καὶ ὁλοσχερῶς ἵν᾽ οὕτως εἴπω τῆς ἐγχειρήσεώς μοι συναντιλήψεται. Ἄγε δὴ, ὦ μέγα τῆς ἀληθείας φωστὴρ, καὶ πυρσὲ θεογνωσίας, ἐπίφαινε, καὶ διἳθυνέ μοι τὸν λόγον, καὶ πρὸς τὸ δέον κατεύθυνε· ἔμοιγε δ᾽ ἐντεῦθεν ἀρκτέον ἤδη τοῦ ἐγχειρήματος, τὸν σὸν ἐπικαλεσαμένῳ Θεὸν, ὡς ἂν δὴ κᾀμὲ, σῆς εἵνεκα καὶ τοῦτο δόξης, παρὰ προσδοκίαν πᾶσαν σοφίσειε, καὶ συχνοῖς σε τιμήσας ἄλλοις, καὶ τῷ ἐπ᾽ ἐμοὶ, οὐχ ἤκιστα διάρῃ τερατουργήματι. , Ἀλλ᾽ εἰ μὴ προὔλαβόν τινες, τοῖς ὁμοίως σοι, τὴν κατὰ Θεὸν διαπρέψασι πολιτείαν, καὶ τῆς τῶν χθονίων ὑπεραρθεῖσι ζωῆς ἔτι ὑπὲρ γῆς οὖσι, καταλιποῦσι τὴν γῆν, καὶ ἀγγέλοις μετὰ τοῦ πηλοῦ καταστᾶσιν αὐτόχρημα, ἑτέραν ἐπιφημίσαι πατρίδα, ἄλλην τε φρατρίαν ἀναγράψαι, καὶ ἁπλῶς ἄλλοθεν ἐκείνοις ἀνομολογῆσαι τὴν γένεσιν· αὐτὸς ἄν ἐγὼ πρῶτος ἐπί σοι ταῦτ᾽ ἐθάῤῥησα, καὶ πατρίδα σὴν τὸν οὐράνιον ἀνεῖπον χῶρον, καὶ φυλέτας ὄντως καὶ φράτορας τοὺς θείους νόας, τὰς ὑπερτέρας φύσεις καὶ ἀνωτέρας τῆς ὕλης καὶ τῶς ἐντεῦθεν ὑψηλοτέρας παθῶν· καὶ τάχ᾽ ἄν εὐστόχως ταῦτ᾽ εἰπεῖν ἀπεθάῤῥησα καὶ ἐπεφήμισα τὰ καθήκοντα. Ἐπεὶ δὲ φθάσαντες ἐπ᾽ ἄλλοις ἄλλοι τὴν ἀρετὴν ὁμοτίμοις ταῦτά πως εἰρηκότες τυγχάνουσιν· ἕτεραν ἔγω γε βαδιοῦμαι, τὴν τετριμένην ταύτην καὶ πρόχειρον, ἣ πρὸς τὴν τοῦ ἐγκωμιαζομένου γενεαλογίαν προάγει τὸν λόγον, κᾂν τῶν ἄνωθεν καὶ πρὸ αὐτοῦ ἀρχομένη, εἰς αὐτόν τε τὸν εἰς ἔπαινον προσκείμενον κάτεισιν.

γ΄. Ἐξ ἑώας οὖν ὁ θεολαμπὴς φωσφόρος ἀνέτειλεν, ὅθεν καὶ ὁ Σωτὴρ ἐνανθρωπήσας, ὁ νοητὸς καὶ ὑπέρχρονος , ἐπέφανεν ἤλιος, κᾀκεῖθεν δὴ τὰ πέρατα τοῖς αὐτοῦ θεοπνεύστοις λόγοις οἷά τισιν ἀκτῖσι κατηύγασε, καὶ τὸν τῆς πλάνης ζόφον ἀπήλασε, θεογνωσίας τε τὸ φῶς ἐξεδίσκευσε, καὶ τὴν εἰς οὐρανοὺς ἡμῖν ἀνάγουσαν ἐφανέρωσεν. Ἔδει γὰρ, καὶ καλῶς ἔδει, τοῦ Θεοῦ λόγου ἐκ τῶς ἑώων τοῖς ἀνθρώποις ἀναφανέντος μερῶν, καὶ πρὸς σωτηρίαν καθοδηγήσαντος (ἐπειδή πως περιτραπῆναι καὶ αὖθις ἔμελλε τὸ εὐμετάβολον τῶν ἀνθρώπων φῦλον, ὡς καὶ προκόψαί τὰ μεγάλα, καὶ τῆς εὐθείας καὶ βασιλικῆς ἐξολισθῆσαι μακρὰν) ἐκεῖθέν ποθεν καὶ τὸν ἀσφαλὴ τουτονὶ θεολόγον, φωστῆρά τινα θεσπέσιον ἀνασχεῖν, καὶ διαδέξαι τὴν ἀπλανῆ ταῖς τῆς ἀληθείας φωταυγείαις ἡμῖν, τὴν κατὰ Θεὸν δηλαδὴ πορείαν, εἴτ᾽ οὖν ὀρθὴν τῶν ἀληθινῶν δογμάτων ὁμολογίαν, ᾗ πρὸς τὴν ἄνω λῆξιν ἐπανάγειν ἡμᾶς ἔχει, τὰς οὐρανίους καὶ θειοτέρας δήπου μονὰς, ἅς πρὸ τοῦ χρόνου τοῖς ὑπὸ χρόνον ὁ τῶν ὅλων δημιουργὸς κατεσκεύασεν, ἐφ᾽ οἷς καὶ ἤμελλε προσκόψειν τὸ εὐόλισθον τῶν ἀνθρώπων φῦλον καὶ εὐπερίτρεπτον. Ὅπως τε τοῦ ὀρθοῦ παρεσφάλη κατὰ βραχὺ, καὶ πρὸς τὴν ἀπώλειαν ἀκρατῶς καὶ πάλιν ὑπήγετο, λόγος κατὰ καιρὸν διηγήσεται, ἤ μᾶλλον ἐκεῖσέ πη γενόμενος ἀποκλαύσεται, καὶ τὴν ἡμετέραν ὡς εἰκὸς θρηνήσει ἀσθένειαν, οὐχ ἥκιστα δ᾽ ἄν καὶ τὴν βαρεῖαν καθ᾽ ἡμῶν ἀεὶ τοῦ σατὰν , ἐπίθεσιν ἀποδύραιτο· νυνὶ δὲ καὶ αὖθις ἐπανιτέον, καὶ τὰ τῆς γενέσεως, τά τε πρὸ τῆς γενέσεως διηγητέον τοῦ Μάκαρος.

δ΄. Ἀπὸ Θαιμὰν, ὡς ἔφθην, εἰπὼν, ὁ μέγας οὗτος ἀνεφάνη καὶ οὐράνιος ἀληθῶς ἄνθρωπος ἐκ τῶν ἐγγυτέρων παραδείσου καὶ τῇ θείαι πλησιαιτέρων Ἐδὲμ, τὸ θεῖον ἐβλάστησε τόδε φυτὸν· ἐκ τῶν ἑώων τῶν ἑώων ἀνέσχυε μερῶν, ὁ εὐγενής τῶν ἀφ᾽ ἡλίου ἀνατολῶν, προσθείην δ᾽ ἂν καὶ τῶν ἐκ δυσμῶν, καὶ βοῤῥᾷ καὶ νότου καὶ μεσογείου πάσης· τίνα καὶ γὰρ τῇ κατ᾽ ἀλήθειαν εὐγενείᾳ οὐχ ὑπερήλασεν; Ὡς ἄν δὲ καὶ ὅθεν παραδηλώσαιμι. Ἐκ τῆς περιωνύμου γέγονε Δαμασκοῦ, ἣν οὐκ οἶδ᾽ ὅστις οὐκ ἐν ταῖς πρώταις τυγχάνειν ἤκουσε πόλεων, καὶ ἣν πᾶς τις ἰδὼν οὐκ ἔστιν ὅπως οὐ πρὸ παντὸς ἄν ἄλλου ἀξιάκουστον ποιοῖτο διήγημα, κᾂν τοῖς μὴ πεφθακόσι θεάσασθαι θαυμάσιον περιλάλημα. Τί καὶ γάρ τις τῆς πόλεως οὐ θαυμάσειε; Τὴν θέσιν; Καὶ ποία τοιαύτης ἔτυχε θέσεως; ἣν ποταμοὶ κοσμοῦσι, καὶ λειμῶνες καθωραΐζουσιν, ὄρη τὲ ἀσφαλίζουσι, καὶ πεδιάδες καλλύνουσιν· ἣ πλήθουσα θρεμμάτων, ὡς ἀφθόνως ἐκτρέφουσα, κᾀντεῦθεν ἀνενδεῶς ἔχουσα, καὶ ἀγαθὴ κουροτρόφος καθέστηκεν; ὁποίαν τε τὴν εἰρήνην αὐτὴν ὁ φάμενος έγνωμάτευσεν. Ἀλλὰ καίπερ τοιαύτην , οὖσαν αὐτὴν, καὶ τοσούτοις εὐθυνοῦσαν τοῖς ἀγαθοῖς, καὶ οὕτω μέχρι γε καὶ αὐτοῦ, ἐκ τῶν τοιούτων περιαδομένην ἁπανταχῆ, ἐξ οὐδέ τινος ἄλλου σεμνύνεσθαι παρακεχωρήκει [ὁ ἐξ αὐτῆς] γενόμενος· ἀλλ᾽ ὡς ἄν τινα τῶν φαύλων τε καὶ ἀσήμων, τοὺς ἐξ ἑτέρων γενμένους ὑπερβαλὼν καὶ περιώνυμος καταστὰς, ἐξ αὐτοῦ καὶ μόνου περιθρυλλεῖσθαι πεποίηκε. Τὴν γάρτοι κλῆσιν ἐκ αὐτῆς εἰληχὼς, τάχα γε ὡς ἐξ αίρετόν τι χρῆμα φανεὶς, καὶ πρός τε οἰκείους πρός τ᾽ ἀλλοτρίους ἀναδειχθεὶς ἀπαράμιλλος, κἀντεῦθεν δὲ γεγονὼς περιβόητος, οὐκ ἔστιν ὅπη τὸ κατ᾽ αὐτὸν οὐχὶ καὶ ταύτην περιλαλεῖσθαι προυξένησεν, καὶ πρὸς τοῦτον οἷον ἀντονομάζεσθαι, ἤ κᾄκ τούτου ἐπονομάζεσθαι. Ἅμα γάρ τις καὶ ἀκούσειεν, ἐξότε ὁ οὗτος γέγονε, Δαμασκὸν τὸν πολὺν καὶ τὰ θεῖα καὶ τὰ ἀνθρώπινα, Ἰωάννην ὥσπερ συνήκουσε· μέγιστόν τε εὐθὺς ἐξ ἀμφοτέρων αἰσθόμενος φαντάζεται μετ᾽ ἐκπλήξεως, κἀντεῦθεν ἀναπεμπάζων τῷ λογισμῷ οὐ μετρίου τοῦ θάμβους ἐμπίπλαται.

ε΄.Ἀλλ᾽ εἰς ἑαυτοὺς ἐντεῦθεν οἱ γεγεννηκότες μεθέλκονται, καί πως δὴ παριδεῖν ἀνιστορῆσαι τὰ κατ᾽ αὐτοὺς ἐκβιάζονται· οὐδὲ γὰρ οὐχ οὕτω ταῦτα μικρὰ, ὡς παραδρομῆς ἀξιωθῆναι καὶ παραλείψεως, ἀλλὰ καὶ λίαν περιφανῆ τε καὶ ἀξιάγαστα, καὶ συγγραφῆς ἀκριβοῦς καὶ μνήμης ἀλληλοδιαδόχου δεόμενα· τά τε γὰρ κατὰ κόσμον, καὶ οἷς ἐπικεχήνασιν ἄνθρωποι, καὶ διάσημοι καὶ περίβλεπτοι, καὶ κατὰ Θεὸν οὐχ ἧττον περιφανεῖς καὶ θαυμάσιοι. Ἄνωθεν γὰρ καὶ ἐκ προγόνων τὴν εἰς Χριστὸν πίστιν οἱονεί τινα κλῆρον ἐκ διαδοχῆς ἕλκοντες, τῷ πρὸς αὐτὴν ζήλῳ μακρῷ τοὶς πρὸ αὐτῶν ὑπερήλασαν· καὶ γαρ τοῖς μέχρις αὐτῶν, καθά τις ἡ πίστις συγκρυπτομένη σπινθὴρ, πυρσὸς ἐν αὐτοῖς τε καὶ ἐξ αὐτῶν ἀνήφθη, ἐμφανὴς καὶ διάδηλος. Ὡς γὰρ δὴ κρίμασιν ἀκαταλήπτοις Θεοῦ, τὰ ἑῶα μικροῦ πάντα τῆς τῶν Ρὡμαίων ἀρχῆς κατέδραμόν τε καὶ ἐλεηΐσαντο, καὶ τὰς ἐκεῖσε πόλεις οἱ τῆς δούλης Ἄγαρ ἀπόγονοι παρεστήσαντο, καὶ ἡ ῥάβδος τῶν ἁμαρτωλῶν κατὰ τοῦ κλήρου τῶν δικαίων ἀφθεῖσα ἢ πάντως γε τῶν καλῶς ἐλνωκότων Θεὸν καὶ μόνῳ λατρευόντων αὐτῷ, τὰ πάντα σχεδὸν κατηλόησεν, ἢ μᾶλλον ὡσεὶ χνοῦν ἀπελίκμησεν· ὑπὸ τοῖς ἀσεβέσι, φεῦ συμφορᾶς! καὶ ἡ καλὴ γέγονε Δαμασκός. Τῶν οὖν ἐν αὐτῇ πάντων, τῶν μὲν μικρὸν ἀντισχόντων, τῶν δὲ ἐκ πρώτης τὴν εὐσέβειαν ἀπομισαμένων, ἐνίων δὲ καὶ τηρησάντων (πάνυ δὲ τούτων βραχέων) τὸ σέβας διὰ τέλους ἀμόλυντον, καὶ οἱ τοῦ μεγάλου τούτου τῆς εὐσεβείας διδασκάλου , καὶ κήρυκος πρόγονοι, στεῤῥῶς τε ὁπὲρ τῆς εὐσεβείας ἀντέστησαν, καὶ διὰ βίου τὴν πίστιν ἐφύλαξαν, καὶ καθαροὶ καθαρὰν τοῖς ἐξ αὐτῶν ἐνεπίστευσαν, καὶ οἱ ἀπ᾽ αὐτῶν ὡσαύτως καὶ μετ᾽ αὐτοὺς κατὰ διαδοχὴν ποιοῦντες ἐτύγχαν, καὶ οἵον ὀχετὸς ἦσαν ῥεύματος καθαροῦ διὰ βορβόρου τῶν ἀσεβῶν ῥέοντες, καὶ δι᾽ ἰκύος ὡς περὶ τῶν ἐν τοῖς βαρβάροις ἐναγισμάτων διήεσαν, τῇ τῶν ἀρετῶν οὑτωσί πως εἰπεῖν πυκνότητι διηθούμενοι.

στ΄. Οὕτω μὲν οὖν ἐκ διαδοχῆς οἱ τοῦ Ἁγίου γεννήτορες εὐσεβεῖς καὶ τὸν κατ᾽ ἀρετὴν βίον ἐπιφανεῖς. Μὴ γὰρ δὴ δεξώμεθά τινας, ἑτεροῖα περὶ αὐτῶν ἱστορηκότας, ἀπερισκέπτως οἶμαι τὰ κατ᾽ αὐτοὺς ἀκηκοότας, καὶ τὰ τῆς ἀληθείας καὶ τῶν ἁγίων προγόνων μὴ διηκριβωκότας. (Ναὶ γὰρ ἀληθῶς ἅγιοι, μέσον ἀσεβῶν εἰλικρινῆ τὴν πίστιν τηρήσαντες, τῶν ἁγίων τε φυτοσπόρων) τοῦ ἁγιωτάτου τοῦδε καὶ θειοτάτου καταψευδομένους ἄνδρος, καὶ οἷον ὑπὲρ αὐτοῦ τοὺς ἐξ ὧν προελήλυθε στηλιτεύοντας· ἀλλ᾽ εὐσεβεῖς μὲν, οἱ γεννάρχαι τῷ μάκαρι ὡς ἡ ἀληθὴς ἀνέκαθεν ἱστορία παρέδωκεν· εὐσεβεῖς δ᾽ οἱ πατέρες, καὶ ἀρετῆς διὰ πάσης ἀντιποιούμενοι βιοτῆς, καὶ ταῦτα δημοσιῶν ἀρχῶν ἐπειλημμένοι, καὶ τὰ μεγάλα μαρὰ Πέρσαις δυνάμενοι, ἅτε καὶ παραδυναστεύοντες τῷ Περσάρχῃ καὶ τὰς ὑπερ τοῦ καινοῦ φροντίδας συμμεριζόμενοι, πᾶσάν τε σχεδὼν ἐ͂ιχε τὴν Δαμασκὸν ὁ πατὴρ Μανσοὺρ ὑπ᾽ αὐτόν. Ὑπὸ γὰρ τοῖς βαρβάροις, ὡς ἔφθην εἰπὼν, γεγονότες οἱ πρόγονοι, καὶ χρόνους αὐτοῖς συναμείψαντες, εἰ καὶ μὴ τὴν θρησκείαν μεταπεπτώκεσαν· ἀλλ᾽ οὖν ἐν κλήσεσιν ὀνομάτων, ἐν ἀναβολῶν σχήμασιν ἐβαρβαρισαν, ἵν᾽ οὕτως εἴποιμι, καὶ ἐπέρσισαν.

ζ΄. Ἐκαλεῖτο γοῦν Μανσοὺρ ὁ πατὴρ Περσικώτερον, καὶ πλεῖστα παρὰ Πέρσαις ἐτιμᾶτο· πλούτῳ τε περιεῤῥεῖτο, καὶ δόξαν ἐνεδιδύσκετο, καὶ ὑπὸ συχνῶν πάνυ περιεβέβλητο, δεομένοις ἐπαρκῶν, ἀδικουμένοις βοηθῶν, αἰχμαλώτους ὠνούμενος, καὶ τῆς ἐναγοῦς θρησκείας Περσῶν καὶ συνάμα τῆς περιμενούσης ἔνθα γεέννης ῥυόμενος. Οὐκ ἄλλως δὲ ἐξωνεῖτο, καὶ ὡς ἔτυχεν ἐποιεῖτο τὰ κατ᾽ αὐτοὺς, ἀπαμελήτους ἔπειτα παριεὶς καὶ περὶ ἐλαχίστου τιθέμενος· ἀλλὰ σὺν πάνυγε πολλῇ τῇ προνοίᾳ εἰσαῦθίς τε αὐτοῖς ἐφιστάμενος· καὶ ἀθρόους ὁμοῦ πάντας καὶ ἰδία καὶ καθ᾽ ἕνα ἐπισκεπτόμενος. Τὰ πρῶτα καὶ γὰρ τὴν τῆς αἰχμαλωσίας ἐκείνης περιέστελλε γύμνωσιν, καὶ τῷ τῆς διαίτης ἐπιμελεῖ ἀνελάμβανεν, ἱκαναῖς δ᾽ ἡμέραις οἱονεί τισι δεσπόταις προσανέχων , αὐτοῖς, καὶ πᾶν ὅπερ ἐις θεραπείαν συντεῖνον ἤδει διὰ σπουδῆς ποιούμενος ἐκπληροῦν, ἐπειδὰν ᾔδῃ καὶ ἔβλεπε, τῆς ἐκ τῆς λεηλασίας τέλεον τληπαθίας ἀπαλλαγέντας καὶ ἱκανῶς ἀναῤῥωσθέντας, πρός τε τὴν ἑαυτοῦ ἕκαστον ἐπανεληλυθότας ὑγίειαν, τὸ πρὸς βούλησιν ἐξαγορεύειν, δεξιαῖς ἀνέπειθεν ἐρωτήσεσιν. Ὃς οὖν ἡρεῖτο συνεῖναι συνῆν· ὃς δὲ τὴν πρὸς τοὺς οἰκείους προθυμεῖτο δήπουθεν στείλασθαι, ἐφόδιά τε ἐλάμβανεν αὐτάρκως, καὶ εὐχαῖς εὐοδίαις συνεξεπέμπετο· ἔστι δὲ καὶ οἷς πρὸ παντὸς ἄλλου τουτοῒ στέρξασιν ἐν προαστείοις, ἐν ἀγροῖς (πλεῖστοι γὰρ αὐτῷ προσόντες ἐτύγχανον) ἄνετον τὴν δίαιταν ἐδίδου καὶ ἄφθονον, καὶ τρυφὴν ἐκεῖσε παρεῖχεν ἄμοχθον καὶ ἀνήροτον. Τοιοῦτος τῶν γεγεννηκότων ὁ βίος, τοιαύτη ἐκείνων ἡ ἀρετή· οὕτω τε τῷ Θεῷ λατρεύοντες καθαρῶς τὴν ζωὴν καλῶς ἐξεμέτρησαν, Θεὸν ἀεὶ πρὸ ὀφθαλμῶν ἔχοντες, καὶ Θεῷ τὰ κατ᾽ αὐτοὺς ἀναρτῶντες, καὶ τούτῳ πᾶν ἀνατιθέντες, καὶ δι᾽ αὐτὸν προχείρως ἄγαν τὰ πρόσοντα τοῖς βουλομενοις παρέχοντες.

η΄. Τί γοῦν ὁ ἀγαθὸς μισθαποδότης Θεός; Μεγάλα ἐπ᾽ ἐσχατων ταμιεύων, μεγάλῳ κᾀνταῦθα τούτους δεδώρηται. Καὶ γὰρ τέθεικε πατέρας, μακροὺς ἤδη χρόνους τὴν ἀπαιδίαν δυστυχοῦντας, καὶ τὴν τέκνωσιν τὸ , παντελὲς ἀπελπίσαντας· καὶ πατέρα ἄῤῥενός τε παιδὸς, καὶ αὐτόθεν εὐθὺς συγγενηθέντος (ἐ͂ιπεν ἄν τις) ταῖς χάρισιν οὐχ ὅτι γοῦν τῆς προτέρας ἐπὶ τῃ στειρώσει λύπης ἀφαιρεῖται, ἀλλὰ καὶ πλείστης ἤδη τῆς εὐθυμίας ἐμπίπλησι, τῇ τοῦ γεγεννημένου ἐξ αὐτῆς προόδου καλλονῇ τε καὶ ὡραιότητι, τὸ τοῦ ἤθους ἐς νέωτα κόσμιόν τε καὶ χαρίεν δοὺς αὐτοῖς προφοιβάζεσθαι. Ἐκ τοιούτων ὁ μέγας οὖτος γεγέννηται, ἐκ τοιαύτης ὁ θεῖος καρπὸς τῆς ῥίζης τετελεσφόρηται, ἐκ τοσούτων τὴν ἀρετὴν ὁ ταύτην ἀπαράμιλλος προελήλυθεν· ἐπειδὴ δὲ καὶ προελήλυθε, παρ᾽ αὐτὰ τῷ βαπτίσματι καθαγνίζεται. Ὤ ζήλου γονέων! ὤ πίστεως ἀκραιφνοῦς! ὤ διαπύρου φίλτρου πρὸς Κύριον! οὐκ ἔτρεσαν τὸν ἀσεβῆ δεσπότην, οὐ τοὺς ἐν τέλει καὶ συνάρχους ἔπτηξαν, οὐ δήμου ἀλογίαν, οὐκ ἔθνους ἀπόνοιαν ἐδειλίασαν· οὐ δόξης ἐφρόντισαν, οὐ χρημάτων, οὐκ ὄλβου πολυειδοῦς, οὐδενὸς ἁπλῶς τῶν τοῖς πολλοῖς περὶ πολλοῦ τυγχανόντων τούτοις ἀμωσγέπως ἐμέλησεν· ἀλλὰ τῶν πάντων ἠ στέρησις ὠς οὐδὲν ὑπερεωρᾶτο, καὶ μόνος ὁ τοῦ Θεοῦ πόθος προετιμᾶτο καὶ λαμπρῶς προετίθετο. Οὐδὲν οὖν ὅπερ ὑπέθραξαν ἀναβολὴν τινα καὶ ὑπέρθεσιν ἐμπεποίηκεν· ἀλλ᾽ ἐξ αὐτῆς αὐτὸν ἡγίασαν τῆς γενέσεως ἀναφανδὸν, οὐχ ὡς οἱ πρὸ αὐτῶν λάθρα τοῦτο διεργασάμενοι, ἔμοιγε δοκεῖν καὶ ἄνωθεν εἰς τοῦτο κατεπειγόμενοι. Ὃ γαρ προέγνωκεν ὁ Θεὸς, καὶ πρὸς τὸν τῆς ἑαυτοῦ πόῤῥωθεν ἀφώρισεν ἐκκλησίας καταρτισμὸν, οὐκ ἠνέσχετ᾽ ἂν μὴ αὐτίκα τῷ προελθεῖν καθαγνισθῆναι, καὶ ἅμα τῷ ἀναπνεῦσαι ἀναγεννηθῆναί τε καὶ ἀναπλασθῆναι, τὴν κρείτω τε καὶ θειοτέραν ἀναγέννησιν καὶ ἀνάπλασιν.

θ΄. Ἀλλ᾽ ἐπειδὴ τὴν βρεφικὴν παραμείψας, ὡραῖος ὠν ἐτύγχανεν καὶ παιδεύσεως, οὐκ ἀπεῖδον οἱ σεμνοὶ γεννήτορες καὶ δεσπέσιοι εἰς παιδοτρίβας σωματικοὺς, ὡς ἃν ὁ παῖς αὐτοῖς εὐφυῶς ἀσκήσειε τόξον μεταχειρίζεσθαι, καὶ καθάπαξ περὶ μάχας καὶ πολέμους εὐδοκιμεῖν· ἀλλ᾽ οὐδὲ τοὺς ἐπὶ τοῖς γυμνικοῖς γυμνάσοντας ἀγῶσιν ἐζήτησαν, ὡς ἂν δὴ πυγμὴν παιδοτριβηθείη διαγωνίζεσθαι, κούφως τε θέειν τὸν δίαυλον, καὶ δισκεύειν εὐχερῶς, καὶ δολιχὸν ἅλλεσθαι, ἢ καὶ πάλῃ τοὺς εἰς χεῖρας ἰόντας δεξιῶς καταβάλλειν καὶ νικηφόρος ἀνίστασθαι· άλλ᾽ ἐξητεῖτο παιδευτὴς ἀξιόχρεως, ὃς ἂν εἰδείη ῥυθμίσασθαι ψυχὴν, κοσμῆσαι σῶμα, καὶ Θεῷ παραστῆσαι, καὶ ἁπλῶς ἀντί χθονίου καταστῆσαι ἀγγελικόν τινα καὶ οὐράνιον. Ἐζητεῖτο μὲν ἄξιος παιδετὴς· ἀλλ᾽ οὔμενουν οὐχ ἡυρίσκετο· ἦν γὰρ καὶ παντελῶς ἄπορον ἐν βαρβάροις τὸν ἔλληνα , διηκριβωκότα λόγον εὑρεῖν, καὶ μέσον ἀσεβῶν ἀνδρὶ κατὰ Θεὸν ζῶντι περιτυχεῖν, καὶ ἱκανῷ γε πρὸς ἐπὶ τούτοις ἦθος ἀνθρώπου πρὸς τὸ κρεῖττον καὶ θειότερον ἀγαγεῖν. Ἦν οὖν ὁ πατὴρ ἐν ἀπορείᾳ (τούτῳ γὰρ μᾶλλον ἡ περὶ τοῦδε φροντὶς ἐνέκειτο) καὶ οὕτως πάντοθεν ἀνεζήτει, ἅτε ἐπὶ πάσης ἰσχύων τῆς ἀρχῆς μεγάλα Περσῶν, καὶ πανταχόθι ταύτης περιφοιτῶν, καὶ τὸν τοιοῦτον ἀνιχνεύων ὅθεν ἂν καὶ θηράσαιτο. Θεὸς δὲ ἄρα, ὁ διὰ τῶν ἐναντίων τὰ ἐναντία οἰκονομῶν καὶ λόγοις ἀποῤῥήτοις διεξάγων τὰ καθ᾽ ἡμᾶς ἄνωθεν, καὶ τὰ περὶ τούτου σοφῶς διετίθει, καὶ πόῤῥωθεν συνήλα τὸν κατὰ πρόθεσιν, καὶ μάκρωθεν προσῆγε τὸν κατὰ βούλησιν, καὶ τρόποις διῳκονόμει παραχωρήσεως ἐπευδοκῆσαι τουτωῒ τὰ πρὸς ἔφεσιν· καὶ οἷος ὁ τρόπος, ἀκούσατε.

ι΄.Οἱ τῆς δούλης Ἄγαρ ἀπόγονοι, καὶ τὴν ἐκ τῆς ἐλευθέρας Σάῤῥας οὐκ οἶδ᾽ ὅπως [ἐπωνυμίαν] σφετερισάμενοι, δοῦλοί τε ὄντες ὡς ἐκ δούλης τυγχάνοντες καὶ τὰ τῶν δούλων φρονεῖν ἔχοντες, καὶ αἰείπως περὶ τοὺς κυρίους δύσνοι πεφηνότες καὶ πρὸς τοὺς δεσπότας κακοὶ, οὐκ ἀρκετὸν ἐνόμισαν τῆς ἡμετέρας τῶν Ῥωμαίων ἀρχῆς τῶν πρὸς ἔω τὰ πλεῖστα κατασχόντες, καὶ τὰ τῶν δεσποτῶν οὐ μετρίως σκῆπτρα μειώσαντες ἀλλ᾽ ἤδη καὶ κατὰ τῶν λοιπῶν μερῶν ἐμελέτησαν, τῶν ἐναλίων τε καὶ παραλίων κατεπιχειρῆσαι πόλεων καὶ κωμῶν ἐβουλεύσαντο. Νεναυστοληκότες οὖν κατέτρεχον τὰ παραλία, καὶ πολλοὺς μὲν ἐζώγρουν, συχνοὺς δὲ ξίφους ἔργον ἐτίθουν, πλείστους δὲ καὶ ἀπημπόλουν τιμιουλκοῦντες ἀσυμπαθέστατα. Ἐπεὶ δέ ποτε, βαβαὶ συμφορᾶς ἐκείνης! τὰ δεινὰ ταῦτα κατὰ θυμὸν ἐκτελέσαντες, καὶ νόστου μνησάμενοι, πλείστους ὅτι τοὺς ξυλληφθέντας ἀγήγαγον, πάντας ἀποδόσθαι μὴ ἔχοντες, πολλῶν τε ὄντων καὶ πολλοῦ τιμωμένων, σφαγῇ συλλήβδην παραδοῦναι βεβούλευνται· τάχαγε τῷ σφετέρῳ αὐτῶν διδασκάλῳ, τῷ ἐναγεστάτῳ Μωάμεθ, προσαγηοχέναι προελόμενοι θήματα· καὶ εἰκότως ἄρα, εἰ καὶ παρὰ τὸ εἰκὸς τῆς φύσεως ἐβουλεύσαντο· τοῦ γὰρ ἀνθρωποκτόνου σατὰν μυστὴς ὢν ἐκεῖνος καὶ μιμητὴς, φόνοις τε περιὼν ἐγαννόσκετο, καὶ τὸ φονεύειν ἐνδέδωκεν, ἢ μᾶλλον, ὥς τι τῶν ἀμεθατέτων ἐντέταλται; ὥσπερ δὴ καὶ πᾶν ἔτερον ἐναγὲς ἀπαραβάτως δεδίδαχεν ἐντελεῖν.

ια΄.Ἀπῆγον οὖν μυριοστὰς ὅλας, ἐφ᾽ ᾧγε σφαγιάσαι καὶ θυσίαν θεῖναι τῷ σατανᾷ· ἀλλὰ συνῆν ἐκείνοις, καὶ τῶν πολλῶν ἑις ἐνενόμιστο καὶ τὰ αὐτὰ συγκαταδεδίκαστο, κόσμου θησαυρὸς ἀξιόχρεως καὶ οἰκουμένης ἄξιον ἀληθῶς ἐγκαλλώπισμα, ἐκεῖνος οὗτος ὁ κατὰ Θεὸν ἑαυτὸν κοσμήσας Κοσμᾶς, ἀνὴρ τὴν ἐκτὸς σοφίαν πολὺς καὶ τὴν ἐντὸς καὶ ἡμετέραν ἀξύμβλητος· ὃς ἀποκεχωρηκὼς κόσμου καὶ συγκαταλεγεὶς ἀνδράσι ζῶσι κατὰ Θεὸν ἐν μετρίῳ πάνυ τῷ χρόνῳ, οὐχ ὅτι γε σφίσι συνημιλλήθη καὶ ἀκριβῶς τὴν ἀρετὴν ἐξισώθη, ἀλλὰ πολλῷ τινι τῷ μέτρῳ καὶ ὑπερβέβληκε, καὶ τύπος οἷον τοῦ κατ᾽ ἀρετὴν ἐγκατέστη βίου καὶ κανὼν ἀπαρέγκλητος. Ἀλλ᾽ οὐκ ἠγάπησε τούτῳ, οὐδ᾽ ἀρκετὸν ἐνόμισε τὸ μόνον ἑαυτὸν ῥυθμίσαι καὶ ζᾖν ἀπευθῦναι κατὰ Θεὸν· ἀλλ᾽ ἤδη καὶ τοὺς ἐν βίῳ περινοστῶν ἐπισκέπτεσθαι ἤθελεν, ὡς ἂν εἰ οἷόν τε τῆς ἐμπαθεστέρας πάντας καὶ κτηνώδους ζωῆς ἀπαλλάζειε, καὶ πρὸς εὐπρέπειαν μεταγάγοι, τὴν ὡς ἀληθῶς ἀνθρώπῳ καθήκουσαν. Ἀμέλειτοι καὶ τῆς μονῆς ἀπάρας, καὶ τῆς τῶν Ἰταλῶν ἐξορμήσας, ὅθεν ποθὲν καὶ γεγένητο, καὶ τὰ ἐφεξῆς ἅπαντα διἳὼν, τάχα δὲ καὶ πρὸς τὸ κρεῖττον μεταγαγὼν, ὅπηπερ οἱ πειραταὶ ἐπεισφρῆσαι ἤμελλον (κριμάτων ἀκαταληψίας Θεοῦ) προὔλαβε γεγονὼς, καὶ ξυνείληπται. Συναπήγετο γοῦν συσφαγῆναι συνεκλεγεὶς· ἀλλ᾽ οὐκ ἐθάραττε τουτονὶ θάνατος, οὐχ ἡ ἐπαλλοδαπῆς, τό γε δὴ τοῖς πᾶσιν ἀπευκταιότατον, τελευτή· ἑνὶ δὲ καὶ μόνῳ πάνυ λίαν λελύπητο, καὶ δι᾽ ἒν ἐπαθαίνετο, καὶ ὑπὲρ τὸ δέον (εἴ γε δέον εἰπεῖν) ἐδυσχέραινέ τε καὶ ἐχαλέπαινε (φιλαγάθως πάντως, οὐ φιλοτίμως) ἀλλ᾽ ἐν ἀποῤῥήτῳ, πρὸς ὃν οὐκ ἔχων εἰπεῖν.

ιβ΄. Ὡς δὲ δὴ καὶ συναπήγοντο τὴν ἐπὶ θανάτῳ οἱ συγκατάσχετοι, καὶ τοῖς ἐκείνου ποσὶν ἄλλος ἄλλον προσλαμβάνειν ἔσπευδον ἐπικυλινδούμενοι, καὶ ὑπὲρ τῆς ἑαυτοῦ σωτηρίας δυσωπῦντες ἕκαστος συχνὰ τῶν ποδῶν κατέῤῥανον δάκρυα, ἰδόντες οἱ βάρβαροι τὴν πρὸς ἐκεῖνον πάντων ἐκείνων αἰδὼ, καὶ ἅμα τὴν διάπυρον αἴτησιν ἤ τις ἀδιάπτωτον ὥσπερ τὴν ἐλπίδα σφῶν ὑπενέφαινε, σεμνὸν καὶ ἄλλως τὸ ἐ͂ιδος ὁρῶντες, κᾂν τοῦ ἤθους κατανοοῦντες σεβάσμιον· τίς τε εἴη προήχθησαν ἐρέσθαι, καὶ ὅθεν ἐσχήκει τὴν γένεσιν, καὶ ὅτι γε τούτῳ τὸ ἐπιτήδευμα, κλῆσίν τε πρὸς τούτοις, καὶ ὑπὲρ τίνος (καὶ αὐτὸς τοῖς ἄλλοις ἐπίσης [ἔχων] τὸ ἐξ ἀνθρώπων γενέσθαι) οὕτως ἀπὸ ψυχῆς ποιούμενος φαίνεται, τὸν μονάδα βίον ἅπαξ ἑλόμενος (ἐκ γὰρ τῆς ἀναβολῆς συνιέντες ἐ͂ιχον τὴν πολίτειαν) καὶ βιωτικὸν ἅπαν ἀποστραφεὶς, μόνης δὲ τῆς ἐκεῖθεν λήξεως ἐφιέμενος, κᾀκεῖ γενέσθαι περὶ πλείστου , πάνυ τιθέμενος· οὐ δὲ γὰρ οὐ δ᾽ ἐλάνθανε τοὺς ἀλιτηρίους ἐκείνους, ὁποία τῶν εὐσεβῶν ἡ πρόθεσις μοναστῶν, καὶ ὅτι γε σφίσι τὸ διά παντὸς σκοπούμενον καὶ ζητούμενον, ὑπὸ χεῖρά τε πολλοὺς πολλάκις ζυλλαβόντας, καὶ τότε δὴ συχνους πάνυ κατασχόντας, καὶ παιδιᾶς χάριν (τάχα δὲ καὶ τῶν ἡμετέρων εἰρωνείας) τὰ κατ᾽ αὐτοὺς ἀνετάζοντας· Καὶ ὃς δὴ βαθὺ στενάξας καὶ μόχιον· Καὶ ἄλλως μὲν ἐχρῆν ἀπαραμύθητα λυπεῖσθαι, τοὺς ὁμοεθνεῖς τούτους βλέποντι καὶ ὁμόφρονας βοσκημάτων δίκην ἀπαγομένους πρὸς τὴν σφαγὴν· καὶ ὑμᾶς τῇ ἀπωλείᾳ σφῶν ἐπιχαίροντας, ἀνθρώπους ὄντας καὶ ἡμῖν ἐξίσης Θεοῦ τυγχάνοντας πλάσματα· ἐι καὶ τὴν θρησκείαν ἀντιδιήρησθε, ὑποβολαῖς ὄντως τοῦ ἀρχεκάκου σάταν, ὃς πάλαι μὲν ἡμᾶς ἀπατήσας, τοῦ Θεοῦ τε διέστησε, καὶ τῆς θείας τρυφῆς ἐξωστράκισε, καὶ εἰς τὸν κλαυθμῶνος τόνδε χῶρον κατῴκησεν· οὐ παύεται δὲ νῦν εἰσέτι, φύσις ἡ πονηρὰ καὶ χαιρέκακος, καὶ ἀλλήλων διασκηνῶν καὶ ἀπομακρύνων Θεοῦ, ταῖς πολυπλόκοις αὐτοῦ μαγγανείαις καὶ τοῖς δεινοῖς ἄγαν σοφίσμασιν. Ἀλλ᾽ ἔστι μοι πρὸς τούτοις καὶ ἔτερον, λίαν ἀποκναίων καὶ ἀνιων ἀπαράκλητα· διὰ πάσης καὶ γὰρ παιδείας ἐληλυθὼς, καὶ σοφίας ἐς ἄκρον ἐληλακὼς, μέρος τε αὐτῆς μηδὲν λελοιπὼς , ἀνεξέταστον, οὐδενίπως ἄχρι δὴ καὶ τῆς τήμερον τοῦ τοιούτου θησαυροῦ μεταδέδωκα, καὶ δέδοικα ἐπ᾽ αἰσχάτων ὁμέλεος τὸ παρὰ τοῦ ἐμπεπιστευκότος κατάκριμα.

ιγ΄. Ἀκούει τὸν λόγον ὁ τοῦ Ἰωάννου πατὴρ· συμπαρωμάρτει καὶ γὰρ, ἐφῶ γε ἐκθέσθαι τοὺς κατασχὲτους πάνυ δεξιῶς συνωθῶν, καὶ ὅτι συγχνοὺς ὑφαιρούμενος. Ἔγγιστά που τοίνυν ἐκείνου γενόμενος, ἡρέμα καὶ σὺν αἰδοῖ ἐπανήρετο· Ἀληθῶς ἄρα σοι καὶ ὡς ἔφησθα, τοσοῦτον ἐγκατακέκρυπται ἀγαθὸν, καὶ οὕτω χρῆμα τοῦ παντὸς ἄξιον ἐναπόκειται; Καὶ ὃς δακρύσας καὶ τὴν ψυχὴν αὐτὴν πεπονθὼς, τὰ αὐτὰ καὶ αὖθις εἰρήκει· πλατύτερόν τε διεξήει τὰ τῆς παιδεύσεως, καὶ τὰ ἐξακριβωθέντα παραγεγυμνώκει λεπτότερον. Φησὶ γοῦν ὡς λόγους τε ἀριθμῶν, καὶ ἀναλογίας ἁρμονιῶν καλῶς ἄγαν ἠκριβωκὼς, τῶν ἐπιπείδων καὶ στεῤῥεῶν περιμέτρους καὶ διαμέτρους· καὶ σχήματα, καὶ αὐτῆς γε τῆς πολυθρυλλήτου τῶν ἀστέρων συντάξεως τὴν πολυύμνητον ἐπιστήμην συνειλοχώς, καὶ ὡς ἐν οὐρανῷ γεγονὼς καὶ τῶν αἰθερίων σωμάτων τὴν κίνησιν ἀναμετρησάμενος, τά τε τῆς ὑπερτέρας σοφίας μυηθεὶς ὄργια, καὶ (ὡς ἔπος εἰπεῖν) τὸ τιμιώτατον τῶν ἐν ἀνθρώποις κτῆμα κτησάμενος, λόγους δελαδὴ καὶ σοφίαν (χρῆμα, ᾧ οὗτος, οἷον οὔτε, ἦκεν ἐνθάδε, οὔτε μὲν ἥξει τῶν χρόνων ποτὲ, ὡς καὶ τῶν πάλαι τις σοφῶν ἰσχυρίσατο) οὐδενὶ τυχὼν ὥτῳ τούτου μετέδωκα. Καὶ ὃς· Ἀλλ᾽ ἐγώ σοι τοῦτ᾽ ἴσθι ἐκπλήσω τὸ καταθύμιον, καὶ οὐχ οὕτως ἀπελθεῖν ἐάσω καταδεᾶ καὶ περίλυπον, τοῦτο μὲν, οἷς τὴν ὑπὲρ τοῦ ἐμπεπιστευμένου δίκην ὑποπτεύεις καὶ τὴν εὐθύνην ἐπιλογίζῃ καὶ δέδιας, τοῦτο δ᾽ οἷς ἀνώνυμος οἴχεσθαι κινδυνεύεις καὶ λήθης ἐν ἀποκρυβῆαι βυθοῖς, μὴ παῖδας ἅτε καταλελοιπὼς τῷ βίῳ διὰ παιδεύσεως, πολλῷ τινι τῶν ἐκ σαρκὸς πρὸς τὴν ἐσαῦθις μνήμην κρείττονας πεφῃνότας, καὶ μωνιμωτέρους ὡς ἀκούσας ἔχω μακρῷ τῶν ἐξ αἵματος. Εἰσὶ γάρ μοι παῖδες, παῖδες ὡραῖοι, παῖδες καλοὶ, παῖδες παιδεμάτων οἵων ἀπηριθμήσω καθαρὰ πάνυ δοχεῖα καὶ εὐρεῖαι δήπου δεξαμέναι, κενοὶ δὲ εἰσέτι, χήτει τοῦ τῶν τοιούτων μεταδώσοντος καὶ οἷον ὀχετηγήσοντος, καθεστήκατον· τούτους, γίνωσκε, τοῦ λοιποῦ παῖδας ἐγώγε θήσω σοι· σοὶ δ᾽ ἄν τὸ ἐντεῦθεν εἴη ὅσοις τε καὶ οἵοις ἐιρήκῃς ἀναγενῆσαι παιδεύμασι.

ιδ΄. Ταῦτ᾽ εἰπὼν, σπουδῇ παρὰ τὸν Περσάρχην ἄπεισι, καὶ τὰ κατὰ τὸν Κοσμᾶν ἀπαγγέλλει, καὶ ὅτου γε χάριν διασαφεῖ· Ὡς δὲ δὴ καὶ εἴληφε τὸ ἐνδόσιμον, πάνυ γὰρ ηὔχει πολὺ παρ᾽ αὐτῷ τὸ αἰδέσιμον, οὐχ ἧττον αὐτὸς χαίρων ἢ χαίροντα ἐκεῖνον, οἴκαδε ἀπάγει λαβών. Ὅπως μὲν οὖν ἐφιλοφρονήσατο, καὶ οἵοις τὴν πρώτην ἐδεξιώσατο, περττὸν ἴσως μακρηγορεῖν. Πλὴν ἀλλ᾽ ἐπὶ πᾶσι τοῖς αὐτοῦ καταστήσας, καὶ ἄλλον ἑαυτὸν ἅπασιν ἐναποτεταχὼς, τοὺς αὐτοῦ παῖδας ἐγχειρίζει, παῖδας αὐτοὺς εἰσποιήσας αὐτῷ. Οὗτοι, Ἰωάννης, ἡ λαμπρὰ τῶν ἡμετέρων λόγων ὑπόθεσις, καὶ ὁ πρὸ αὐτοῦ τεθεὶς εἰς υἱὸν, γνησίου στερήσει γεννήματος, ὁ θαυμάσιος κλῆσίν τε καὶ τρόπου Κοσμᾶς· περὶ οὗ τί περ ἂν καὶ φαίην, οὕτως ἐκ παρέργου εἰδὼς; ὡς εἰ καὶ προὔργου τίς τὰ κατὰ τοῦτον ποιήσαιτο, μόλις ἄν τῶν πρὸς ἀξίαν ἐφίκοιτο; Πλὴν ἀλλ᾽ ἐγχειρίζεται τὴν ἱερὰν ξυνωρίδα ὁ θεῖος ἐκεῖνος παιδοτριβὴς ἢ γυμναστὴς, ἥδιστα δ᾽ ἂν φαίην καὶ ἱερὸς μοσχοδάμνης, ὅπως ἂν πρὸς τὴν τῆς οἰκουμένης δήπουθεν νέωσιν, καὶ τὴν τῶν θείων δογμάτων διασπορὰν ἐγγυμνάσειε. Περὶ μὲν δὴ τοῦ θείου λέγειν Κοσμᾶ τόγε νῦν ἐ͂ιναι, ἀναβολῇ παραπέμπω καὶ ὑπερτίθεμαι· ὃς γὰρ περὶ τοῦ ἑνὸς πρὸς ἀξίαν λέγειν οὐκ ἔχω, τίποτ᾽ ἂν γενοίμην καὶ τοῖς τοῦ ἑτέρου φιλοχωρήσας; ἄλλως τε καὶ τῆς παροιμίας ἀκηκοὼς, , πρὸς δύο μὴ ἀποδύεσθαι, τὰ κατὰ τοῦτον παρίημι· δυσχεραίνων μὲν ἐξισχύω ἅμα καὶ ἀμφοῖν ἐπιβαλέσθαι, καὶ τῶν κατ᾽ αὐτοὺς ἀμφιλαφῶς δράξασθαι, καὶ ἑνί τούτῳ λόγῳ, τὰ ἑκατέρου διεξιέναι πλεονεκτήματα, ἢ μᾶλλον τὰ θεῖα τούτων ἤργα καὶ κατορθώματα. Οὐκ ἔχων δ᾽ ὅτι καὶ δράσαιμι, πρὸς τὰ τοῦ Ἰωάννου καὶ πάλιν ἐπάνειμυι, ἀγωνιῶν τε καὶ πνευστιῶν, καὶ ὅλος τῷ ἱδρῶτι διάβροχος, ὡσάν τις τῶν διωδευκότων μακρὰν, καὶ μακροτέραν ἀφορώντων τὴν εἰς τὸ ἔμπροσθεν.

ιε΄. Ἀλλ᾽ ἐπεὶ τοίυν ὁ Ἰωάννης ἀξίου τοῦ παιδευτοῦ, τοῦ Θεοῦ καλῶς προνοησαμένου, τετύχηκεν· ὕδωρ ὅ φασι καταπρανοῦς τῷ τῆς φορᾶς ἀκατασχέτῳ διεδείχθη, ἢ πῦρ ἐν καλάμῃ τῷ τῶν μαθημάτων δραστικῷ τε καὶ περιληπτικῷ, ἢ εἴ τι ἂν εἴη ἄλλο τῶν ὀξέως ἁπτομένων ἢ προβαινόντων, καὶ σχεδὸν ὑπερεκπιπτόντων τὴν αἴσθησιν· μᾶλλον δὲ καὶ τὰ τῆς παροιμίας νενίκηκε, καὶ ὑπερβαλλόντως τὰ καθ᾽ ὑπερβολὴν λεγόμενα παρελήλυθεν, ἅπανθ᾽ ὁμοῦ παρελθὼν τὰ ταχύτατα, παραδραμὼν καὶ πτηνῶν αὐτῶν τὴν ὠκύτητα, καὶ χαμερπῆ τινα καὶ δυσκίνητα, φαίνεσθαι ἀφεὶς, συγκρινόμενα· ἀλλ᾽ ὃ δή μοι ἔπεισιν ἐπὶ τούτοις ἐρῶ. Ἐρῶ γοῦν ὡς , ὅσην τὴν ταχύτητα ὁ νοῦς αὐτόθεν αὐχεῖ, μᾶλλον δ᾽ ὁπόσην τὴν ἀεικινησίαν πλουτεῖ, ὡς ἀπ᾽ ἄκρων ἀθρόον εἰς ἄκρα διἳκνεῖσθαι, καὶ εἰς αὐτὸν έκ τῶν τῇδε καὶ κάτωθεν ἀνατρέχειν τὸν οὐρανὸν, καὶ ὑπὲρ ἐκείνου δ᾽ ἐνίοτε γίνεσθαι· τοσαύτην ὁ αὐτοχρῆμα νοῦς Ἰωάννης, ὥσπερ μὴ ἐπιπροσθούμενος σώματι μηδὲ σαρκὶ παραποδιζόμενος, περὶ τὰς τῶν μαθημάτων ἀναλήψεις εὐδρομίαν ηὔχει καὶ συντονίαν, ἀπροσπταίστως, ἀπαραποδίστως, ἀθρόον ὁμοῦ διἳὼν σύμπαντα καὶ εἰς βάθος τῶν νοημάτων κατανοῶν ἔκαστον. Καί μοι δοκεῖν οὐκ ἀπεικότως ἂν εἰ τοῦτον Πλάτων τεθέατο, τὴν μάθησιν ἀνάμνησιν ἐδογμάτισε, καὶ ἴσως ἂν ἐδέχθη καὶ πιθανώτερος ἔδοξε· παρῆκε δ᾽ ἂν ἐπὶ τούτῳ τὰ φαῦλα καὶ μικρὰ παραδείγματα, τοῦ ἐλαίου δηλαδὴ τὸ ἄψοφόν τε καὶ εὔδρομον, καὶ ἀλλάττα τούτοις παρόμοια, παιδαρίων μικροφυΐαν πάνυ μικροφυῶς περιστάνοντα.

ιστ΄. Τὴν τε καὶ γὰρ ἐγκύκλιον παίδευσιν ἅπασαν ἀχρόνως σχεδὸν ἠκριβώσατο· ἐν ἀκαρεῖ γὰρ καὶ μετρίῳ πάνυ τῷ χρόνῳ πρὸς ἑλληνισμόν τε τὴν γλῶτταν ἐῤῥύθμισε, καὶ συχνὴν ἱστορίαν ἐνθένδε συνειληχὼς τὰς φρένας πεπύκνωτο, μύθους δὲ καὶ , λόγους πλασμάτων ἀναλεξάμενος, φλυαρίας μὲν ἑλληνικῆς κατεγνώκει, προσφυῶς δ᾽ ἐντεῦθεν ἀλληγορεῖν θαυμασίως ἄγαν ἐξήσκηται, ἔνθεν δὲ καὶ πρὸς ὑποδοχὴν εὐτρεπής μειζόνων γεγένηται, ὑψηλοτέρων λέγω μαθημάτων καὶ καταλήψεων. Τοίνυν καὶ διαιρέσει τῶν τῆς πυριπνόου κεφαλαίων ἐγγυμνασάμενος, λόγων τε ἰδέας καὶ μεθόδους διασκεψάμενος· κἀντεῦθεν συχνὴν εὐπορίαν καὶ ἄφθονον εὕρεσιν παροδικῶς συλλεξάμενος, ὥσπερ ἄν τις μεγαλέμπορος ἄλλοθί που τὸν σκοπὸν ἔχων καὶ τὸ μέγα ἐκεῖθεν κέρδος ἀπεκδεχόμενος, μεταξύ που τῆς πορείας τῶν τινι μὴ εὐκαταφρονήτων περιτυχὼν, βραχύ τι διατρίψας προσεπικερδάναι μὴ κατοκνήσειεν. Ὡς δὲ καὶ οὗτος ῥητορικὴν καὶ τὰς τῆς ῥητορικῆς μεθόδους ἀμηγέ πως ἐμπορευσάμενος, τὸ τάχος πρὸς φιλοσοφίαν ἀπέδραμε. Καὶ πρῶτα μὲν τὰ προτέλεια ταύτης τὴν λογικὴν πραγματείαν ἐξακριβοῦται, σχήματά τε καὶ ἀναλύσεις συλλογισμῶν σκέπτεται, καὶ προτάσεων χορηγίαν συλλέγει, καὶ καθάπαξ τὸν ἀποφαντικὸν λόγον ἐκμελετήσας τὴν ἀπόδειξιν ἐγχειρίζεται, κανόνα λόγων καὶ σταθμὴν ἀληθείας, ἢ καὶ ἀνάγωγόν τινα πρὸς τὰ φυσικὰ κλίμακα· ἅττα δὴ πρὸς θεωρίαν μεταβιβάζει, ὑψηλοτέραν ἄλλην , καὶ κρείττονα, τὴν τῶν ὑπὲρ φύσιν λέγω καὶ θειοτέρων ἐξέτασιν. Τὴν δὲ δὴ σὺν ταύτῃ καὶ μετ᾽ αὐτὴν, τὴν ἀδολεσχίαν λέγω (οὕτω γάρ τις τῶν πάλαι τὴν διαλεκτικὴν κατωνόμασεν, ἣ φιλοσοφίαν τὴν πρώτην ὑποκρίνεται δεξιώτατα, τῆν ἁπάσαις τέχναις καὶ ἐπιστήμαις πρεσβεύουσαν, τὰς ἀρχάς τε παρέχουσαν, καὶ διασαφοῦσαν· τὰ ἀξιώματα) τὴν οὖν ἐκείνην, ἄντικρυς εἰκονίζουσαν· (πρὸς γὰρ ἅπαν τὸ ζητούμενον ἤ προβαλλόμενον εὐχερῶς καὶ αὕτη τοὺς λόγους ἐπάγει, εὐλόγους ἅμα καὶ ἁρμόζοντας κεκτημένη πρὸς ἕκαστον) τίς ὑπὲρ ἐκεῖνον ἢ κατ᾽ ἐκεῖνον ἠκρίβωσε, καὶ οὑτωσὶ μετ᾽ ἀγχινοίας ἐχρήσατο; Οὐδεὶς ἂν εἰς λόγους ἐλθὼν ἐκείνῳ, μὴ παρ᾽ αὐτὰ μετέγνω καὶ τῆς προπετείας ἑαυτὸν κατεμέμψατο· εὐχερέστερον ἄν τις τὸν ἐν Κρήτῃ λαβύρινθον, ἢ τὸν παρὰ Λακεδαιμονίοις καιάδαν ἐξέφυγεν, ἢ τὰς ἐκείνου τῶν λόγων ἄρκυς διέδρασεν εἴ γε οἱ τοιούτου ποτὲ καὶ ἐδέησεν.

ιζ΄. Ἀλλ᾽ ἐπειδὴ περὶ φύσεως ἐξετάζειν ἤδη προήγετο, ὑπὲρ τῶν ἐκ Σταγείρας ἐδείκνυτο· οὐ γὰρ δὴ μόνον δεξιός τις τῆς φύσεως ἐπιγνώμων ἐφαίνετο, ἀλλὰ καὶ τῶν λόγων ἀκριβωτὴς ἄριστος καθ᾽ οὓς οὕτω πως τετάχαται τὰ τῆς φύσεως· ἔνθεν καὶ αὐτοῦ τε Ἀριστοτέλους καὶ τῶν ὅσοι πρὸ ἐκείνου καὶ μετ᾽ ἐκεῖνον περί τε φύσεως καὶ φυσικῶν , διεσκέψαντο, ἀκριβὴς ἄγαν ἀνεδείχθη διαιτητὴς, κᾀπὶ τὸ ἀληθὲς διορθωτὴς ἀσφαλέστατος. Τὴν δὲ τῆς ψυχῆς ἀθανασίαν, οὐκ ἀμφιβόλως ἐξ ἀμφιβόλων τῶν ἐκείνου λόγων, ὑπείληφεν· ἀλλ᾽ οὐ δ᾽ ἐκ τῶν τοῦ Πλάτωνος ὑψηγοριῶν, ἐῶ δ᾽ εἰπεῖν μυθολογιῶν, σεσοφισμένα τε καὶ πεπλανημένα περὶ ψυχῆς δοξάσας, μετ᾽ ἐνσωματώσεις τινὰς ἢ μεταμφιάσεις ταύτης τὸ σύνολον παρεδέξατο· ἀλλ᾽ ἀληθῶς καὶ ἀναμφιρήστως ἀθάνατον ἐπιγνοὺς, ἀθάντα πρὸς τοῦ δεδημιουργηκότος ἢ δοξασθήσεσθαι ἢ κολασθήσεσθαι, ὅπως ἄρα τῇ σαρκὶ συμβιώσειε, καὶ κατείληφε καὶ δεδίδαχε· καὶ γινομένην εὐθὺς, ἑνί τε καὶ ἅπαξ ἐπέπειστο συνδεῖσθαι παχυλῷ σώματι, ὃ καὶ αὖθις ἀναλήψεται, πλὴν λεπτότερον καὶ θειότερον. Αλλ᾽ ἐντεῦθεν ὁδῷ προἳών, καὶ ὑψηλοτέροις προσβαίνει μαθήμασιν, ὡς θεωρεῖν λόγους τε καὶ ἀναλογίας, ἁρμονίας τε συζητεῖν, καὶ ἀνερευνᾷν σχήματα καὶ κινήσεις ἀστέρων, καὶ συνόδους πλανήτων ἐξακριβοῦν, σχηματισμούς τε τούτων, καὶ διαφόρους μετασχηματισμοὺς (ἐφ᾽ οἷς δὴ καὶ ὡς ἀληθῶς τις ἀπόγειος καὶ ἄντικρυς οὐράνιος ἄνθρωπος ἀναπέφανται) Εὐκλείδας ὑπερακοντίσας, Πτολεμαίους ὑπερβαλὼν, τοὺς, πρὸ τούτων Χαλδαίους παῖδας ὥσπερ ἀποφήνας καὶ τὴν ἐπιστήμην ἡμιτελεῖς.

ιη΄. Ἀλλ᾽ ὃ μικροῦ με παρέδραμε. Τοῖς γὰρ ἠθικοῖς ἐντυχὼν τῶν παλαιτέρων συντάγμασιν, ὅσα ὃ ἐκ Σταγείρας, ὁπόσα ὁ ἐκ  Χαιρωνείας, καί γε ὁ σεμνότητι παρ᾽ ἔλλησι διαβόητος Πλάτων συνέθετο, οὐκ ἀπερισκέπτως τοῖς δεδομένοις ἑαυτὸν ἐμπαρέσχετο· ἀλλ᾽ ἐξ ἅμα πάντων, ἃ μὲν ἐέκρινε ταῖς τῆς καρδίας πλαξὶν ἐνεχάραξεν, ἃ δ᾽ ἑλληνικῆς διέκρινεν ἐμπαθείας ἢ προσπαθείας, ἀρίστως ἀποκρίνας, ἐκθύμως ἀπέστερξεν· ἀμέλειτοι καὶ τὴν Πλάτωνος κοινογαμίαν, εἰ δὲ βούλει τὴν  Κράτητος ὡς κυνώδη βιωτὴν ἐπιλογισάμενος κᾂκ ψυχῆς αὐτῆς βδελυξάμενος, αὐτοῖς εἰποῦσιν, ἐς Κυνόσαργες, τότε ἐκείνων ἐιπεῖν ἀπεπέμψατο· τόν τε Ἀριστοτέλη τοῦ γάμου μὴ κακίσας, ἀλλ᾽ ὑπερφρονήσας, ὑπέρτερά τε φρονήσας καὶ ἐθεώτερα, τὸν ἄσπιλον αἱρεῖται βίον καὶ κρείττονα. Ἐπειδὴ γὰρ καὶ γέγονε κρείττονος τῆς ἡλικίας, καὶ πρὸς γάμους πρός τε τῶν γεγενηκότων αὐτῶν ἐβιάζετο, καὶ πρὸς τ᾽ ἄλλων συχνῶν ἐν τέλει δῆτα καὶ μεγάλων ἐφείλκετο, καθάπερ τις ἀπαθὴς φύσις καὶ πάντα πρὸς τὰ τῇδε ἀπόστροφος, ἀκλινὴς ἄγαν ἦν καὶ ἀνένδοτος, ἄλλοθί που τὸν σκοπὸν , ἔχων καὶ ἀλλαχοῦ μεταθεῖναι διανούμενος τὸ πολίτευμα· ὅπηγε καὶ Παῦλος ὁ μέγας ἐ͂ιχε τὴν πρόθεσιν, Ἰωάννης τε καὶ Ἰωάννης, ὅτε σκιρτήσας πρὸ τῆς γεννήσεως καὶ τὸν Δεσπότην προσκυνήσας μὴ θεασάμενος, καὶ ὁ ἐπὶ τῷ τοῦ Κυρίου στήθει ἀναπεσὼν κᾀκεῖθεν τὰ τῆς θεολογίας ἀῤῥυσάμενος νάματα.

ιθ΄.Καὶ δὴ λοιπὸν οὕτως ἑαυτὸν ἐῤῥυθμισε, τάς τε τῆς ψυχῆς δυνάμεις ἐκόσμησε, καὶ τῷ νῷ καλῶς καθυπέταξεν, ὡς θείαν ὄντως ἁρμονίαν ἐμφαίνεσθαι τούτῳ, καὶ ἀγγελικὴν ὡς ἀληθῶς σεμνοπρέπειαν. Ὅθεν δὴ καὶ οὐ μόνον τοῖς γεννήτορσιν ἐράσμιος ὁμοῦ καὶ τίμιος ἦν, ἀλλὰ καὶ πᾶσιν ἄλλοις, καὶ αὐτοῖς δὲ τοῖς ἑτεροδόξοις σφόδρα λίαν αἰδέσιμος. Τοίνυν καὶ τελευτᾷ τὸν βίον ὁ πατὴρ, καὶ πρὸς τὰ ἐκεῖσε μεθίσταται· ἐγκρίνεται δ᾽ οὗτος εὐθὺς, καὶ τὴν πατρικὴν ἀξίαν ἀνλαμβάνει, καὶ τοῖς λογάσι συγκαταλέγεται· ἄκων μὲν· ἀλλὰ γὰρ ἐκ παίδων καὶ ἐξ ἀρχῆς εἰς νοῦν ἔστρεφεν, ἑαυτὸν τῷ Θεῷ καθοσιῶσαι καὶ δοτὸς αὐτῷ χρηματίσαι, πρὸς τὸν μέγαν ὄντως καὶ οὗτος ἀπευθυνόμενος Σαμουὴλ, ὅτι δ᾽ αὐτόθεν αὐτὸς τοῦθ᾽ εἵλετο, καὶ μὴ πρὸς τῶν γεννητόρων ὑποσχεθεὶς δέδοτο, τάχαγε καὶ ὑπερτιθέμενος. Πλὴν ἀλλὰ τὴν τῶν πολιτικῶν ἐπωμίσατο φροντίδα, ὁ τῶν πνευματικῶν , ἀπρὶξ ἀντεχόμενος. Τί γοῦν, ὡς δεξιῶς, ὡς νουνεχῶς, ὡς εὐεπηβόλως τὰ ἐγκεχειρισμένα διωκονόμει! Καὶ πρὸς μὲν ἁπάντων ἄλλων περιελαλεῖτο καὶ ἐθαυμάζετο, πρὸς δὲ τοῦ κρατοῦντος αὐτοῦ τὰ πρῶτά τε ἐτιμᾶτο, καὶ μετ᾽ αὐτὸν ἦν εὐθὺς, καὶ σύναρχος ἐνενόμιστο. Ἐνὸν ἰδου λέγειν τὰ μείζω καὶ τιμιώτερα, τὰ κατὰ Θεὸν τούτου παλαίματα, καὶ τὰ ὑπὲρ τῆς ἀληθείας ἀξιάγαστα ἀγωνίσματα.

κ΄.Ἀλλ᾽ ἐπείπερ ἐνθαδὶ τοῦ λόγου γεγένημαι, ἄγε δὴ τὰ ἡμέτερα θρηνήσω πάθη, καὶ τὴν ἀνθρωπίνην ἀσθένειαν ἀποκλύσωμαι, τὴν τε παλαιὰν πρὸς ἡμᾶς τοῦ ἀρχικάκου θριαμβεύσω δυσμένειαν, καὶ ὡς εἰκὸς ἀποδύρωμαι ὑπὲρ ὧν πρὸς αὐτοῦ πεπόνθαμέν τε καὶ πάσχομεν. Εἶχε μὲν τέως εὖ τὰ ἡμέτερα, καὶ τὰ τῶν Χριστιανῶν ἢνθει· τὰ γὰρ τῆς ὀρθοδοξίας ἐκράτει, καὶ τὸ πᾶν ἁπλῶς καλῶς ἐ͂ιχε, καὶ κοσμίως ὡς ἀληθῶς ἔσταλτο, καὶ ἵν᾽ οὕτω φαίην οὐράνιός τις χῶρος, τόπος ἦν ὁ περίγειος, καὶ Θεὸς τοῖς ἡμετέροις ἐπεχωρίαζε, καὶ τῶν καθ᾽ ἡμᾶς ὡς εἰπεῖν ἐπετρόπευεν. Ἀλλ᾽ ἐπεῖδε βάσκανον ὁ ἄνωθεν καὶ ἐξ ἀρχῆς φθονερῶς ἡμῖν ἐποφθαλμίζων σατὰν, καὶ (ὅ φασιν οἱ ἐκτὸς) τελχινῶδες καὶ κρόνιον ἐνητένισε· τρόπον οὖν ἀνευρίσκει ὁποῖος ἐκεῖνος , ῥαδιουργῆσαι δεινὸς, καὶ πρὸς τὸ κακὸν πολυμήχανος· ᾧ γε οὐχ ὅπως ἄν ἐξοστρακισθῶμεν τῆς θείας ἐπισκοπῆς τε καὶ κυβερνήσεως, ἀλλ᾽ ἐκπολεμήσωμεν καὶ Θεὸν, καὶ τὰ ἔσχατα καθ᾽ ἡμῶν ὀργισθῆναι διερεθίσωμεν. Ἐπεὶ δ᾽ ὡς τὰ πολλὰ διὰ μέσου προσβάλλειν ἡμῖν εἴωθεν (ὡς καὶ ἐπὶ τῶν πρωτοπλάστων πάλαι διὰ τοῦ ὄφεως) εὑρίσκει καὶ αὖθις τὸν σκολιὸν τοὺς τρόπους, τὸν ποικίλον τὴν γνώμην, τὸν πονηρίας ἀνάπλεων, τὸν ἄντικρυς ὄφιν τοῖς σκαιωρήμασι, τὸν συνεσπειραμένον τε καὶ περιεστραμμένον τοῖς σκέμμασιν, ἢ μᾶλλον, τὸν ἀνήμερον φερωνύμως θῆρα, τὸν αὐτοχρῆμα λέοντα, τὸν ἄστεκτον τὴν ὁρμὴν, τὸν ἀνύποιστον τὴν ὀργὴν, τὸν τὴν κακίαν ἀφόρητον. Λέων οὖτος ὁ ἐξ Ἰσαύρων ὁ ἀποστάτης, τὰ μὲν πρῶτα τοῦ Δεσπότου l καὶ Βασιλέως γενόμενος, καὶ τὸ κράτος αὐτοῦ καὶ τὴν ἀρχὴν ὑφελόμενος, οὐκ ἀνδρείᾳ (μὴ οἰηθείη τις τοῦτό ποτε) μηχαναῖς δὲ καὶ δόλοις ὑποσπασάμενος· οὐ μικρὰ γὰρ πολλάκις καὶ πανοῦργος ἤνυσε τρόπος, καὶ τὰ μέγιστά ἐστιν ὅτε ἦθος ἐπίκλοπον ἐξετέλεσε, καὶ ἃ γενναιά ποτε χεὶρ σὺν μακρῷ τῷ πόνῳ οὐκ ἴσχυσε παραστήσασθαι, ἐκ τοῦ ῥᾴστου δόλος κατέστρεψεν. Οὔκουν δὴ θαυμαστὸν εἰ καὶ οὗτος κατὰ τοῦ εὐσεβοῦς μεμελητηκὼ , Αὐτοκράτορος καὶ ἐπαναστάσει ἐπικεχειρηκὼς, τάχα γε τῆς ἀγαθότητος αὐτοῦ καταστοχασάμενος (δι᾽ ἣν καὶ πρὸς τὴν βασιλείαν ἐνεκρίθη ὁ πάντ᾽ ἐκεῖνος καλὸς Θεοδόσιος) τοῦ κατὰ βούλησιν οὐκ ἀπέτυχεν· εἰσὶ γὰρ οἵ φασιν ὡς καὶ ἐκ μαντείας καὶ ἀποῤῥητοτέρων μυήσεων καὶ τελετῶν ἀθέσμων, ἐκ πολλοῦ πρὸς τουτοῒ διηρέθιστο. Πλὴν ἀλλ᾽ ὁ μὲν τῶν σκήπτρων ἀφέμενος, καὶ ὑποχωρήσας τῶν βασιλείων (ὡς μὴ ὤφελον) τοῖς τῆς ἐκκλησίας φέρων ἑαυτὸν ἐγκατέλεξεν· ὅ δ᾽ ἐπεὶ τοῦ κράτους ἐπείληπται, κατὰ τῶν θείων, φεῦ, εἰκόνων λελύττηκε, ταυτὸν δ᾽ εἰπεῖν καὶ κατ᾽ αὐτοῦ τοῦ Θεοῦ; οὐκ ἀνασχόμενος μὴ τὰ ὑπεσχημένα τοῖς μαντεῦσιν ἐκπλῆσαι, καὶ τὸ χρέος σφίσιν ἀποτίσαι, τῆς τῶν προφοιβασμάτων ἐκβάσεως.

κα΄. Ἐγείρει τοίνυν μέγαν κατὰ Θεοῦ πόλεμον, ἀχρειοῦνται τά τε μένη καὶ τοὺς νεὼς διεγείρεται, τά τε θεῖα καὶ τίμια ἐκτυπώματα διαξέειν τε καὶ ἀπαλείφειν ἐπαίρεται, καὶ ἁπλῶς ἀμορφοῖ ἢ μᾶλλον καταστρέφει τὴν ἐκκλησίαν Θεοῦ, ἣν αὐτὸς ἐνανθρωπήσας ἐθεμελίωσε, καὶ θεόπνευστοι τούτου περιεστείχισαν κήρυκες, μάρτυρές τε θεῖοι τοῖς αἵμασι φοινίξαντες κατηγλάἳσαν, καὶ θεοφόροι , πατέρες πρὸς ἀσφάλειαν διωρόφωσαν (τί πολλὰ λέγειν;) ἣν αὐτὸς ὁ Θεὸς καὶ Πατὴρ παλαμηφορεῖ, τῷ τοῦ Υἱοῦ καὶ Λόγου ἐξωνησάμενος αἵματι, τότε θεῖον Πνεῦμα συνέχει, Πνεῦμα τὸ Πατρὸς καὶ Λόγου μονογενοῦς, Πνεῦμα τὸ ἐκ Πατρὸς ἀῤῥήτως ἐκπορευόμενον, ὡς ὑπὲρ λόγον καὶ ὁ Λόγος τοῦ αὐτοῦ γεινᾶται Πατρὸς. Κατὰ τοιαύτης ἐκκλησίας, ὥ τόλμης παραβόλου! ὤ θράσους ἀλογίστου! ὁμόσε ὁ ἀλιτήριος ἐκεῖνος κεχώρηκε, τοσούτου κατετόλμηκε πράγματος· ἀλλὰ, φεῦ κριμάτων Θεοῦ! εἰς πέρας τὸ πρὸς βούλησιν ἢγαγε, καὶ τὸ κατὰ θυμὸν ἐξετέλεσε. Τοιοῦτόν τι καὶ γὰρ τὸ ἡμέτερον, ἀνέμου πεδίον, ὅ φασιν, ἢ κάλαμος πρὸς αὖραν στρεφόμενος καὶ μεταστρεφόμενος, λύγος τε ἄγαν λεπτὸς καὶ ἀκρόῤῥιζος, πρὸς ὅστις ἂν καὶ τύχοι βιαζόμενος, ἀγόμενός τε καὶ μεταγόμενος. Οὐ κατηγορῶ πάντων, τῶν πλειόνων δὲ καταφέρομαι συνήγορον ἐπικαίρως, καὶ τοῦ τῶν παλαιτέρων προσλαμβάνουν ἀπόφθεγμα. Εἶδον γὰρ, ἐ͂ιδον ὡς μὴ ὤφελον τοιαῦτα κᾀγὼ, καὶ ὁμοίοις καιροῖς, βάβαι τῆς συμφορᾶς! περιέτυχον· τοιαύτῃ τε σκοτομηνῃ ἐγκύρσας, μεγάλα προσκέκρουκα, καὶ ἀνίατα μικροῦ τετραυμάτισμαι. Ἀλλ᾽ ἐμὲ μὲν ὁ τῶν ψυχῶν ἰατρὸς καὶ τῶν σωμάτων ἰάσαιτο, καὶ τὰς τῶν μωλώπων ἐκείνων οὐλὰς ἀπαλείψειεν ὀ φιλάνθρωπος, ἀκέστωρ, καὶ τῆς ἡμετέρας ἀσθενείας οἰκτίρμων θεραπευτής. Ὁ δὲ λόγος, ἄγε, τῶν προτέρων ἐχέσθω, καὶ ἐπειλήφθω αὖθις τῶν ἄνωθεν.

κβ΄. Ἀνεστράπη μὲν ὑπὸ τοῦ κακοῦ κακῶς βασιλεύσαντος, τὰ θεῖά τε καὶ ἡμέτερα ὃ δ᾽ ἀναστήσων ἢ ἀνορθώσων ἦν, ὡς ἔφην, οὐδεὶς· πάντα δ᾽ ἐν ἀμηχάνῳ καθειστήκει, καὶ ἐν ἀπόρῳ τὰ τοῦ πράγματος κατηντήκει, καὶ τὰ τῆς διορθώσεως ἁπαξαπλῶς ἀπηγορεύετο. Ὁ γὰρ τῆς ἀσεβείας φωστὴρ, ὁ μέγας Ἰωάννης, ἐν Δαμασκῷ καὶ Περσίδι διῆγε, καὶ ἐπ᾽ ἀλλοδαπῆς ἐτύγχανεν ὢν ὁ ἡμεδαπὸς ἀληθῶς, καὶ τῶν ἡμετέρων κᾀκεῖθεν κηδεμὼν προμηθέστατος. Ἀλλὰ τὶ γοῦν; Τὸ καθ᾽ αὐτὸν ἐκεῖ στέρξας, τῶν τῇδε καὶ κοινῶν κατήμελησε; Πολλοῦ γε καὶ δεῖ. Ὡς γάρ τις αὐτόχθων τε καὶ φιλόπατρις, ἐπ᾽ ἀλλοτρίας γενόμενος, καὶ τῶν ἰδίων αὖθις φροντίζων, εἴ πως δὴ τὰ ἐν τῇ πατρίδι μὴ ὡς βουλητὸν ἔχειν ἀκούσειε (κᾂν παρὰ τὴν καρδίαν πάθοι, καὶ σκέψει τῶν λογισμῶν ἐνδοίη) κᾀκ τῆς ἀλλοδαπῆς τε καὶ πόῤῥωθεν περὶ τῶν ἐν τοῖς ἰδίοις ἂν διασκέψαιτο· ὡς δὲ καὶ ὁ θεῖος οὗτος ἀνὴρ, βάλλεται, τὴν καρδίαν αὐτίκα τῷ συμβάντι, παθαίνεται τὴν ψυχὴν, κήδεται τοῦ θείου λάχους, προνοεῖται τοῦ χριστωνύμου λαοῦ, καὶ συχνοῖς πάνυ τοῖς γράμμασι πᾶσι πανταχῇ τὰ τῆς πλάνης ἀναγνωρίζει, καὶ τὰ τῆς λύμης διασαφεῖ, τό γε ἐγκεκρυμμένον δέλεαρ τῷ καθιεμένῳ κατὰ τῶν ψυχῶν ἀγκίστρῳ πᾶσιν ὑπ᾽ ὄψιν ἄγει καὶ διάδηλον τίθησι. Τάχα δ᾽ ἂν καὶ τοῖς ἐνθαδὶ προυτεθύμητο, ὡς καὶ παράνομον διαλέγξαι Βασιλέα, κατὰ τὸν πολὺν τὴν παῤῥησίαν, καὶ τὸν ὑπὲρ Θεοῦ ζῆλον ἐμπύρινον Ἡλίου· καὶ παραστήσας τούτῳ κατὰ τὸν Ψαλμωδὸν, τὴν ἀνομίαν αὐτοῦ κατὰ πρόσωπον, λαόν τε ἀσύνετον νουθετῆσαι, καὶ ὡς ἐνὸν παιδαγωγῆσαι καὶ διορθώσασθαι. Ἀλλ᾽ ἀπὼν (ὅπη δὲ καὶ ὅπως προδεδηλώκαμεν) οὐκ εὐμεταχείριστον ἐ͂ιχε τὸ κατὰ πρόθεσιν. Τούτου γοῦν εἵνεκα τρόποις ἄλλοις ἀποπλῆσαι Θεῷ τὰ τῆς ὀφειλῆς διεσπούδακεν· ἀμέλει καὶ γραφὰς ἁπανταχῇ πέπομφεν, ἀντιποιεῖσθαί τε τῶν προτέρων ἐπιταττούσας ἐθῶν, καὶ τῶν πατρικῶν θεσμῶν καὶ θείων ἐξέχεσθαι· ἃς δὴ καὶ πάνυ πολλὰς τοῖς ἐνταῦθα διέσπειρεν, ἀφειδῶς πάνυ καταπυκνώσας, καὶ δαψιλῶς ἄγαν διασκορπίσας τοσαύτας. Καὶ γὰρ, ὡς καὶ κρυπτόντων τῶν ἀναλαμβανόντων, καὶ διὰ πολλοῦ τὸ λαθεῖν τιθεμένων, [συμβαίνη] γνωσθῆναί τε τῷ Βασιλεῖ καὶ κατὰ τοῦ σοφοῦ γραμματέως ἐκμῆναι, καὶ κατὰ τοῦ γενναίου ἀλείπτου διανάψαι, καὶ δολεροῖς ἀναπεῖσαι κατεπιχειρῆσαι, τοῖς τρόποις. Ὁποῖον δήπερ ἐκεῖνον, εἰ καὶ διὰ βραχέων, δεδηλωκότες πεφθάκαμεν.

κγ΄. Θηριώθης μὲν γὰρ, καὶ τὴν ὀργὴν ἀκατάσχετος, ἀλλ᾽ οὐχὶ καὶ τἄλλα λεοντώδης κᾀκ τοῦ φανεροῦ τὴν μάχην κατατολμῶν, ὁ Ἴσαυρος ὢν ἐτύγχανε Λέων· ἀλώπεκος δὲ κεύθων ἦν τρόπους, καὶ ὡς ἀληθῶς ὑπὸ λεοντῇ τῇ βασιλικῇ καὶ φρικαλέᾳ στολῇ τὴν δολεράν τε καὶ ἄτιμον ἀλωπεκὴν περιέστελλε. Λυττᾶ γοῦν κατὰ τοῦ Ἁγίου εἰ οἷόν τε διαχρήσασθαι ἐκμανεὶς, ἢ μᾶλλον διασπάσαι, καὶ ὡμότατα τὴν γένυν ἐμβάψαι τῷ αἵματι, καὶ θηρὸς δίκην τὸν πρᾴον καταβροχθίσασθαι· οὐκ ἔχων δ᾽ ὅτι καὶ δράσειεν, ἐπὶ τὴν συνήθη κακουργίαν χωρεῖ. Καὶ γοῦν συνάγει τοὺς ὑπογραμματεῖς, πάντας τε γραμματεῖς, καὶ φαρισαἳκῶς κατὰ τῆς ἀληθείας τραχηλιάσαντας, ἐ͂ιπέ τις ἂν ἐκείνους καὶ τῆς κακίας ἀκριβεστάτους γραφεῖς· καὶ δὴ σὺν τοῖς ἰαλέμοις ἐκείνοις σκέπτεται βουλευταῖς, καὶ κατὰ τοῦ χάριν υἱοῦ Θεοῦ καὶ Χριστοῦ Κυρίου βουλεύεται, ὡς Ἡρώδης ἄλλος καὶ αὐτὸς ἐκμανείς· πλὴν ἕνα καὶ τέλειον σφαδάζει τοῦτον διαχειρίσασθαι, πλείστους ἄλλους περιἳδὼν νηπιώδεις ἅτε κρίνας καὶ ἀτελεῖς. Ἕνα καὶ γὰρ τοῦτον πάντων ἐκείνων , ἀλείπτην ἐγνώκει, καὶ πρὸς ἑνὸς ἤδει τὴν μάχην δύσαντι παράτακτον ἐσχηκὼς· μανθάνει μέντοι παρὰ πάντων ἐπίσης, τὸ κατὰ πάντων περὶ λόγους αὐτοῦ κράτος, τὴν ἐν λόγοις διαῤῥήδην ἀνωμολογηκότων ἰσχὺν, καὶ τὴν πρὸς τὸν ἄνδρα διὰ λόγου πάλην, κοινῇ ἀπειρηκότων φωνῇ· καὶ μηδ᾽ ἄν ποτε ἐκ τοῦ φανεροῦ κατισχόσειν διἳσχυρισαμένων τὰ ἐκείνου ἀναλύσαι συγγράμματα, πανταχῆ τε διασπαρέντα· καὶ πολλῆς ὅτι τῆς πειθοῦς (οὐ γὰρ ἀληθείας ἤθελον λέγειν) πλήρη τυγχάνοντα.

κδ΄. Τότε δὴ λοιπὸν τύραννος, ὡς πάντων ἀπειρήκει, ἐν ἑαυτοῦ γίνεται, καὶ τοῖς οἰκείοις ἐπιτρέπει λογισμοῖς τὰ τῆς σκέψεως· καὶ ἀθρεῖτε ποριμωτάτης πρὸς τὸ κακὸν φύσεως, δαιμόνιον ὡς ἀληθῶς εὕρεμα προστάττει ζητῆσαι τῶν ἐπιστολῶν αὐτοῦ μίαν, καὶ διὰ πλείστου ὡς εὕρεσθαι ποιήσασθαι, ἰδίαιν δὲ αὐτῷ διαχαρακθεῖσαν χεροῖν. Καὶ γοῦν οἱ ἀνθρώπῳ ἐκεῖνοι καὶ μὴ Θεῷ ἀρέσκειν διὰ σπουδῆς ἔχοντες, ὧν καὶ τὰ ὀστᾶ διεσκόρπισεν ὁ Θεὸς, καὶ ὧν μετ᾽ ἤχου τὸ μνημόσυνον ὤλετο, ἐζητήκασιν, εὑρήκασι, δρομαῖοι προσενηνόχασιν· ὃ δ᾽ ὡσπερ ἑρμαίου λαβόμενος, τῶν τινι ταῦτα δεξιῶν, Εἴ γέ φησι δυνηθείης ἀπομιμήσασθαι τὴν ἰδίαν τῆς τοῦ ἐν τῇ Δαμασκῷ Ἰωάννου γραφῆς (Ἰωάννου λέγω τοῦ τοῦ Μανσούρ, ὃν δεινὸν , κᾀκεῖθεν ἦσθα τῶν ἡμετέρων ἐχθρὸν καὶ πολέμιον) καὶ τὸν τῶν γραμμάτων τύπον ἐξακριβώσασθαι, μεγάλην εἴσομαί σοι τὴν χάριν, καὶ μεγίστων ἀξιώσω τῶν ἀμοιβῶν. Ἀκούει τῶν λόγων ὁ δεξιὸς τὴν κακίαν ὑπογραφεὺς, καὶ ὑπισχνεῖται τὴν μεταχείρησιν, καὶ οὕτω πως εὐστόχως ἐκπληροῖ τὸ πρὸς βούλησιν, ὡς οὐχ ὅτι πρὸς ἄλλους διαλαθεῖν, ἀλλὰ καὶ αὐτῷ γε τῷ ἀγχινουστάτῷ καὶ πρὸς παντὸς οὑτινοσοῦν ὀξυτάτῳ κατάληψιν τὰ τῆς σκαιωρίας ἀμωσγέ πως ἀγνοηθῆναι, καὶ τὰ τῆς κακουργίας παραδραμεῖν· καὶ τοσοῦτον, ὡς τὰ μὲν χαρακτῆρος ἀμφισβητεῖν καὶ τῶν γραμμάτων ὡς ἰδίων ἀντιποιεῖσθαι, τὰ δ᾽ ἐμπεριειλημμένα σφίσιν, ὡς οὐκ ἴδια παρακρούεσθαι. Καὶ γὰρ πέπλασταν τῷ δεινῷ τυράννῳ ἐπιστολῆς ἔκδοσις, δῆθεν ἐκ τοῦ Ἰωάννου πρὸς Ἀύγουστον, καὶ συντέθειται τῷ εὐφυεῖ γραμματεῖ, πρὸς ἰδέαν ὡς ἐπετάχθη γραφῆς, πρὸς γραμμάτων ὁμοίωσιν, πρὸς δαιμονίαν ἀκρίβειαν κατ᾽ ἀμφότερα, καὶ ἀπέσταλται τῷ Περσάρχῃ, καὶ ἑτέρα περὶ αὐτοῦ συνεπέσταλται. Ἅ τοίνυν τῆς ὡς ἐκ τοῦ Ἰωάννου πρὸς τὸν Βασιλέα ἐπιστολῆς τὰ δηλούμενα ἦν, ταῦτά γε ἦν πλὴν οὐκ ἐπὶ λέξεως εἴποιμι, ἐπιλέλησμαι γὰρ ἐπεί πως, οὐδ᾽ ἐδικαίωσά , μοι ἐναποθηέσθαι τῷ μνήμονι, ἀπαξιώσας ὁμοῦ καὶ τοῦ πλάσμασος καὶ τοῦ σκευωρήματος βδελυξάμενος· ἔχον δὲ ἄρα οὑτωσί πως αὐτά.

κε΄. Δούλειον αὐχένα καὶ πόῤῥωθεν ὑποκλίνω σοι Βασιλεῦ, καὶ σοὶ τοὺς ὡραίους προσπτύσσομαι πόδας. Ὁ ἀπὸ Χριστοῦ παρωνμασμένος ἐγὼ, τῷ τῶν Χριστωνύμων ὁπηδήποτ᾽ ἂν καὶ εὑρίσκοιντο διάγοντες Ἄρχοντι, καὶ διασαφῶ τὰ τῶν ἀσεβεστάτων Ἀγαρηνῶν, ὅπως τε τὰ νῦν ἔχουσι, καὶ ὁποῖα δή που τὰ κατὰ τούτους συμπέπτωκε, καὶ οἷ κακῶν οἱ δοσμενεῖς ἐληλάκασιν. Ἴστω σου τὸ κράτος, τὰ τῆς στρατιᾶς παντελῶς ἐξηπορηκότας (πρός τε γὰρ ἀλλήλους διήρηνται, καὶ ὑπ᾽ ἀλλήων ἐκδαπανῶνται) ἔνθεν καὶ εὐεπηχειρίτους, ὧπερ ἂν καὶ εἴη βουλομένῳ τυγχάνοντας· προσεπιτούτοις καὶ τὴν ἐμὴν πατρίδα, τὴν ἀρχαίαν πόλιν καὶ περιώνυμον, ἀτεμέλητον ἐκ μακροῦ τε οὖσαν καὶ ἐς τὸ παντελές ἤδη καταβληθεῖσαν καὶ εὐάλωτον πεφηνυῖαν καὶ λίαν εὐεπιχείρητον. Μὴ γοῦν ἐπιπλέον ἀναβαλοῦ, τρισμέγιστε Βασιλεῦ· ἀλλ᾽ ἐπίστηθι, ἐπιφάνηθι μόνον, παραγενοῦ τοῖς τῇδε· διὰ βραχέος γὰρ καὶ ἀκονιτὶ τὴν Δαμασκὸν παραστήσῃ τὴν πολυθρύλλητον, καὶ μέλα κλέος ἐπαναζεύξεις ἀράμενος· εὑρήσεις γὰρ ἐμὲ οὐκ ἐπὶ , μικροῖς πάντως συνέριθον, μεγάλα ἐπὶ τᾔ Περσίδι πάσῃ δυνάμενον, καὶ τὸ πᾶν ὅπη τε καὶ ὅπως μοι βουλητὸν καὶ ἄγοντα καὶ μετάγοντα. Καὶ ταῦτα μέν ἢ τοιαῦτα δὴ τὰ τοῦ πλάσματος· ἃ δὲ ἐκ τοῦ Βασιλέως πρὸς τὸν Περσάρχην διεσήμαινεν ἐπιστόλιον ταῦτά γε ἢ τοιαῦτ᾽ ἄττα, κᾀκεῖνα τὴν ἔκθεσιν ἦν.

κστ΄. Μεγακλὲς, ὑψιγενὲς, Κρατάρχα Περσῶν, εἴης ὑγιείας ἔχων καλῶς. Τὰ τῆς ἐξουσίας εὖ σοι διέποιτο, κᾀμοῦ τῷ κράτει παντοίας τῆς εὐθυμίας ἐπαπολαύων ἀγγέλοτο εὖ ἔχοντα· καὶ τὰ κατὰ τὴν ἐμὴν μάνθανε μεγαληνότητα· οἶσθα οἷος ἐγὼ τὰς σπονδὰς ασφαλὴς καὶ οἶος τὰς συμβάσεις ἀμεταμέλητος· ὁ γάρτοι χρόνος, μέγας (ὥ τις ἔφη) πάντων διδάσκαλος, καὶ οὐδὲν ὅπερ οὐκ ἀνακαλύπτειν ἔχει, καὶ παραγυμνοῦν εἰς ἀλήθειαν. Τῶν μὲν τοί τις ὑπὸ σοὶ, χαιρέκακος ὄντως καὶ τῆς εἰρήνης πολέμιος καὶ τῷ ἀγαθῷ δυσμενὴς, συγχέαι τὰς ἀνέκαθεν ἡμῖν πειρᾶται σπονδὰς, καὶ τοὺς ὅρκους παραλύσαι διερεθίζει οὓσπερ ἀλλήλοις ἐκ μακροῦ συνεθέμεθα, καὶ κατεπιχεπιχειρήσαί σου τῆς χώρας παραβιάζεται, ἐφ᾽ ᾧ καὶ οὐ μικρὰ συνάρασθαί μοι κατεπαγγέλλεται. Ἀλλ᾽ ἐγώ γε, φιλίας οὐδὲν ἀκραιφνοῦς λογιζόμενος ἰσοστάσιον, περιφρονῶ τοὺς λόγους· καὶ τὰς τούτου ξυμβουλὰς ἀπαναίνομαι· Πόσον γὰρ ἂν καὶ, εἴη μοι τὸ ἐντεῦθεν κέρδος, ὑπὲρ οὗ τῶν συνθηκῶν ἀλογήσαιμι, καὶ τὸν φίλιον παροργίσαιμι; Ὅστις δὲ ὠν καὶ τυγχάνει ὁ ταῦτα γε μεταχειριζόμενος, ὅ φασιν, αὐτὸς δείξει· τὸ γὰρ δὴ πρός με γράμμα σαφῶς γνωριεῖ ἰδίαν αὐτῷ χεροῖν συντεθέν. Ταῦτα τὰ τοῦ Βασιλέως ἀρχικὰ καὶ κοινωφελῆ βουλεύματα καὶ διανοήματα· ταῦτα ἡ ἀλουργὶς αὐτὸν ἐξεπαίδευσεν· οὕτω τὰ τῆς περιόπτου καὶ τιμιοτάτης ἀξίας διάσημα σύμβολα καὶ περίβλεπτα μή τε πανούργως ἀνίει μηδοτιοῦν ἀνέχεσθαι φθέγγεσθαι, μήτε δολερῶς τὸ παράπαν μεταχειρίζεσθαι.

κζ΄. Ἀλλ᾽ ἐπειδὴ καὶ ἀνελάβετο τὰς γραφὰς ὁ βάρβαρος ἐκεινοσὶ τύραννος, καὶ τὰ ἐν αὐταῖς ἀνελέξατο, οὐδὲν  … ἀλλ᾽ ἢ βάρβαρος εὐθὺς ὢν, ἀπερίσκεπτος τὴν ὁρμὴν καὶ τὸ ὅλον φάναι παράβολος, αὐτίκα τὸ ἐπελθεῖν ἀληθῆ τὰ δεδηλωμένα παραδεξάμενος. Ὡς γὰρ δὴ καὶ μετακαλέσαιτο τὸν Ἰωάννην, καὶ εἰ τὰς ἐπίστολὰς ἐγχειρίσειε, τίνα τε ταῦτ᾽ ἔστιν, ἔροιτο, ὁ δ᾽ ἐκ τοῦ εὐθέως μὲν οὐκ ἐ͂ιχεν ἀνανεῦσαι, μηδὲ τὰ τοῦ γράμματος ἀπομόσασθαι (τοιοῦτος καὶ γὰρ ἐτύγχανεν ὢν ἀκριβὴς ἄγαν, οὐ προπετὴς καὶ τὴν συναρπαγὴν διαφυγγάνων ἐφ᾽ ἅπαντι) συνειδέναι δὲ αὐτῷ τοιόνδέ τι μετακεχειρισμένῳ θαῤῥαλέως , ἀπέφασκε· μὴ δοὺς ἀναβολῇ τὰ τῆς σκέψεως, μὴ καιρὸν ἐφεὶς ἐξετάτεως, ὡς ἂν ἐπὶ τῷ τῶν ὁμολογουμένως κατακρίτων καὶ πάσαις καταδεδικασμένων, τιμωρίαν ἀνηλεῶς ἀποφαίνεται. Καὶ γοῦν τὴν τῆς δεξιᾶς ἀφαίρεσιν ὁ τέως δεξιὸς τὰ πάνθ᾽ ὑπηρέτης καταδεδίκασται, οὐχ ἦττον εὐλόγως ἢ φιλανθρώπως, ὡς ὁ ἀπηνὴς καὶ τὰ πάντα παράλογος ᾤετο· τὴν γάρ τοι καθυπηρετήσασαν ἐστηρηκὼς καὶ τὴν τοῦ ἔργου κατατολμήσασαν ἀποκεκοφὼς, οὐτ᾽ αὐτὸν ἐκεῖνον᾽ τοιαῦτ ἀφῆκεν εἰσέτι διαπράττεσθαι δύνασθαι, οὔθ᾽ ἕτερόν ποτε κατεπιχειρῆσαι τῶν ὁμοίων ἐς ὕστερον.

κη΄. Οὐ μέντοι γε μέχρι τούτου σταίη τὰ τῆς ὀργῆς, οὐδ᾽ εἰς τόδε τὸ δεινὸν λήξειεν· ἀλλὰ τοῦτο μὲν εἰς χλευασμὸν τοῦ ἑαλωκότος δῆθεν ἐπὶ τοιούτου, τοῦτο δὲ καὶ τῶν ἑτέρων σωφρονισμὸν, τοῖς ὁμοίοις ὡς ἄν γε μὴ περιπέσοιεν, ἅμα δὲ καὶ ἐξ ἄκρας ὀργῆς τε καὶ μίσους ἐπιγενομένου ἀνθ᾽ ἧς τέως στοργῆς τε καὶ εὐμενείας ἐκέκτητο πρὸς αὐτὸν (οὕτω καὶ γὰρ εἰώθαμεν ἄνθρωποι, οὓς πρὸ μικροῦ ποθοῦντες ἧμεν, εἴγε τι μικρὸν ἀμηγέπη προσκρούσειαν, τὰ μέγιστ᾽ αἴφνης ἀπεχθανόμεθα· καὶ οἱ τῇ χθὲς ἐρωτικῶς περὶ τὸ δετί διακείμενοι, τήμερον ὀστράκου τὸ τοῦ λόγου μεταπεσόντος, μισοῦμέν τε καὶ κακίζομεν) τούτων μὲν οὖν χάριν καὶ διὰ ταῦτα ἐπ᾽ ἀγορᾶς μέσης τὴν ἐκκοπεῖσαν αἰωρηθῆναι διακελεύεται.  Τοιγάρ τοι καὶ πρὸς θέαν πάντων ἡ δεξιὰ κρεμᾶται, δεξιὰ ὡς ἀληθῶς Κυρίου, δεξιὰ δεδοξασμένη ἐν ἰσχύἳ τῇ θειοτέρᾳ δηλονότι καὶ κρείττονι, δεξιὰ ἡ θραύσασα ἐχθροὺς τοὺς προστάτας δηλαδὴ καὶ εὑρετὰς τῆς εὑρέσεως, καὶ τῷ πλήθει τῆς δόξης τοὺς ὑπεναντίους συντρίψασα (τίς ἡ δόξα, ἡ παρὰ Θεοῦ σύναρσις;) ὑπεναντίοι δὲ ἄρα, οἱ κενοτόμοι ἐκεῖνοι τῶν θείων καὶ πατρικῶν παραδόσεων, οἱ γενναῖοι τῆς κακίας ὑπασπισταὶ, καὶ οἱ ἀλεῖπται τουτωνὶ δαίμονες, οἱ ἀρχῆθεν ἡμῖν δυσμενεῖς καὶ πολέμιοι. Τεθριάμβευται δεξιὰ, ἡ ποιήσασα κᾀκ τῶν ἀπωτάτω καὶ πόῤῥωθεν δύναμιν, καὶ τὸν πρόσφατον ὁμοῦ καὶ πρεσβύτατον Ἰσραὴλ, τὸ μὲν τῷ χρόνῳ χρόνῳ τὸ δ᾽ ἀποκαλύψει τελεωτέρᾳ καὶ ἐπιγνώσει θειοτέρᾳ καὶ κρείττονι, τὰ μεγάλα κατ᾽ ἐχθρῶν ἐνισχύσασα. Ἀλλ᾽ ἐπεὶ γοῦν εἰς θέαν ἧκε πᾶσι, καὶ πάντες τὴν καταδίκην καὶ τὴν τιμωρίαν ἐπέγνωσαν, συνήθεις, ἀγνῶτες, οἰκεῖοι, ἀλλότριοι, ἐπιτήδειοι, δυσμενεῖς, εἴγε καὶ ὑπολειπτέον ἐ͂ιναί τινα τὸν ἐχθραίνοντα τῷ τά πάντα καλῷ, τῷ πρὸς πάντας χρηστῶ. Πεφυκὸς δὲ ἄρα ξυμβαίνει· καὶ γὰρ τῇ ἡμετέρᾳ τουτοῒ φύσει, μᾶλλον δὲ καὶ εἴωθεν ὡς τὰ πολλὰ ἐπιγίνεσθαι. Ἔνιοι καὶ γὰρ, μᾶλλον δ᾽ ἵν᾽ οὕτω φαίην οἱ πλείους, καὶ τοῖς μὴ ἠδικηκόσιν οὐδὲν, εἴγε μόνον ἐκεῖνοι σφῶν ὑπεφέροιεν, τούτου δὲ , μόνου καὶ οὐκ ἄλλου μισοῦσι, καὶ ἐκθύμως αὐτοὺς ἀποστρέφονται, πρὸς τὸν πλάστην ὄντως ἀπαναισχυντοῦντες Θεὸν, καὶ τὴν φιλοτιμίαν τούτου μὴ στέγοντες.

κθ΄. Πλὴν ἀλλὰ πᾶσι καὶ τὰ τῆς καταδίκης, καὶ τὰ τῆς χλεύης ἐπέγνωσται, προνοίᾳ πάντως Θεοῦ, παρ᾽ οὗ δὴ τὰ μεγάλα καὶ κατὰ τὰ πρὶν ἐκεῖνα θαυματοποιηθῆναι, καὶ αὖθις αὖ ἤμελλεν, εἰ δὲ μὴ δι᾽ ἀξίου τοῦ μέσου Μωσέως, ἢ Ἰησοῦ, ἢ μὴν Ἠλιοῦ, ἢ τῶν τινος ἑτέρου προφητῶν καὶ θείων ἀνδρῶν, ἀμέσως δὲ ἐπ᾽ ἀξίῳ ἕτερός τις ᾧγε ἂν καὶ εἴη βουλομένῳ. Καὶ λεγέτω καὶ συναγέτω τὸ ὑπερβάλλον, καὶ ὑπερτιθέτω καὶ τῶν νῦν ὁμοῦ καὶ τῶν πώποτε. Ὡς γὰρ δὴ τῷ βαρβάρῳ λήξειαν οἱ θυμοὶ, πέμψας ὁ Ἰωάννης, αἰτεῖται τὴν χεῖρα, τὸ περιαλγὲς δῆθεν σχηματισάμενος, καὶ τὸ τῆς ὀδὺνης εἰς δυσώπησιν ἀφόρητον προβαλλόμενος, λόγους τε εὐλόγους προφασισάμενος, ὡς ἔς τ᾽ ἂν ἡ χεὶρ ἀπηωρημένη τε εἴη τὰ τοῦ ἄλγους οὐχὶ λωφήσειεν. Ἐπὶ τούτοις καὶ ἱλαρύνει τὸν ἄγριον, καὶ τὸν ἀμείλικτον μειλίσσει. Τοιοῦτόν τι καὶ γὰρ ἄνθρωπος· ὀργίζεται συμπεσὸν οὕτω, καὶ θηρίον ἐξ ἀνθρώπου καθίσταται· ἡμεροῦται τὸ κατ᾽ ὄρεξιν ἐκπλήσας, καὶ ἐις ἄνθρωπον ἐκ θηρίου πάλιν μεταπέποιηται. Τοίνυν δὴ καὶ ἐνδέδοται τούτῳ τῆς δεξιᾶς ἡ ἀνάληψις· παραυτὰ γοῦν καὶ ἀνείληπται· καὶ ὅθεν ἐκκέκοπται , καὶ ἐπιτέθειται, καὶ ἐνήρμοσται. Ἀλλὰ τί γέτις ἐντεῦθεν ἂν καὶ θαυμάσειε; μᾶλλον δὲ, πῶς ὁ λόγος πρὸς ἀξίαν διηγήσαιτο τὰ τοῦ πράγματος; πότερα γὰρ τοῦ ἀνδρὸς τὴν πίστιν ἀγάσεται· ἢ τὴν τῆς Πανάγνου δύναμιν ἐκπλαγήσεται τῆς ἀειπαρθένου καὶ θεομήτορος; ποῖόν τε τούτων τοῦ ἑτέρου προθεὶς, ἐνθεώτερον θιασεύσειεν, ἢ δηλονότι καὶ ἄμφω συλλήψοιτο, καὶ δι᾽ ἄμφω περικροτήσειε, καὶ ὡς εἰκὸς ἄμφω ἐνθεάσειε;

λ΄. Τὸ γάρ τοι εὐκτήριον εἰσιὼν, καὶ τῆς σεπτῆς ἔμπροσθεν εἰκόνος τῆς Δεσποίνης καὶ Θεομήτορος καταβαλὼν ἑαυτὸν, καὶ ἐφικανὸν τῷ ἐδάφει προσφὺς, μετὰ δὲ καὶ συχνὰ ταῖς κατὰ γῆς ὁλοψύχοις καταφοραῖς προσαῤῥάξας τὴν κεφαλὴν, τὴν ἐκκοπεῖσαν ἀνανεύσας ὑπέδειξε· καὶ ὡς ἐκείνῃ αὐτῇ παρούσῃ τῇ Παναγίᾳ, ἐπεφώνησέ τε καὶ τὴν θεραπείαν ἐζήτησε, δάκρυα θερμὰ καταχέων· καὶ ὅτου χάριν ὑποσταίη τὴν τιμωρίαν ὑπομιμνήσκων, Ὑπὲρ τῆς σῆς λέγων εἰκόνος, καὶ τοῦ μονογενοῦς σου υἱοῦ, τῶν εὐηρεστηκότων τε διαφόρως αὐτῷ, πρὸς τοῦ τῆς ἀληθείας ἐχθροῦ τὰ τοῦ δράματος ἐσκαιώρηται, καὶ τὰ τῆς σκηνῆς καθυποκέκριταί μου καὶ πεπλαστούργηται· ὅθεν δὴ καὶ μετὰ θάῤῥους ἀντιβολῶ, ἐπάκουσόν μου, καὶ τὴν χεῖρα σώαν αὖθις κατάστησον· , ἴνα σοι τὰ τῆς θαυματουργίας καλλιγραφήσω παράδοξα, καὶ μελῳδήσω καὶ ἀναμέλψομαι, τὴν πολλὴν πρὸς Θεὸν παῤῥησίαν σου, καὶ τὴν διηνεκῆ πρὸς αὐτὸν ὑπὲρ ἡμῶν ἔντευξιν· μαρτυροῦμαί τε διαπρυσίως ἅπασι πανταχῆ τὴν ἀλήθειαν, ὑπὲρ ἧς πέπονθα, καὶ δι᾽ ἣν τὴν δεξιὰν κεκολόβωμαι. Ναὶ τοῦ εὐπλάγχνου καὶ τοῦ συμπαθοῦς μῆτερ συμπαθὴς καὶ φιλεύσπλαγχνε· ναὶ τοῦ παντοδυνάμου Θεοῦ γεννήτρια, ὃς μόνῃ βουλήσει τὸ πᾶν τόδε παρήγαγε, καὶ τὸν κόσμον διἳθύνει τῷ νεύματι· ἔπι δὲ ἵλεων πρὸς σοῦ τὸ ἱκετήριον πρόσδεξαι τὴν δέησιν, καὶ εἰς πέρας ἄγαγέ μοι τὴν αἴτησιν.

λα΄. Ταῦτα δὲ καὶ πλείω τούτων εἰπὼν, μικρόν τι τῶν ὀδυνῶν ἀνεθεὶς, ὕπνωσε· καὶ, ὢ θαυμασίων Θεοῦ! ὢ μητρὸς παῤῥησίας! ὢ πόσην ταύτην ἡ πάναγνος πρὸς τὸν υἱὸν πλουτεῖ καὶ Θεὸν, οἵαντε ἐκεῖθεν ἔχει τὴν δύναμιν! ἐπιφαίνεται τούτῳ καθεύδοντι, καὶ ὡς ἐγρηγορότι ζῶσα ὥσπερ ἡ εἰκὼν διαλέγεται, σῶαν γοῦν ποιεῖται τὴν δεξιὰν ὑπισχνεῖται, πλὴν τὰ τῆς ἐγγύης, φησὶ; μέμνησο· καὶ τοὐντεῦθεν τῇ χειρὶ χρῆσαι πρὸς ἃ δὴ καὶ εἴρηκας· κόσμησον ὡς ἐνὸν τὴν ἐκκλησίαν Χριστοῦ, δι᾽ ἣν κενώσας ἑαυτὸν τέλειος Θεὸς ὢν καὶ τέλειος ἄνθρωπος ἐξ ἐμοῦ τε καὶ δι᾽ ἐμοῦ… αὐτὸς σὺ καλῶς ἂν ἐκφήνειας, ὡς καὶ , τἄλλα δῆ τῶν ἀποῤῥήτων ὑποθυμοσύνη τοῦ σοφίσοντος Πνεύματος· σέμνυνον τὴν ἐκκλησίαν, ὑπὲρ ἧς τὸ ἑαυτοῦ αἷμα ἐξέχεεν, ὃ ἐπὶ τῶν Χερουβὶμ ἐπιβεβηκὼς· καὶ ὃν τὰ Σεραφὶμ πέφρικε, καὶ ᾧ πᾶσα σὺν δέει Ἀγγέλων καὶ Ἀρχαγγέλων παρέστηκε δύναμις. Καὶ ὃς, Ἐγὼ μὲν οὐδέν τι προθυμίας ἐλλείποιμι, σὺ δ᾽ ἄλλ᾽ ἀντιλαμβάνου μού, Δέσποινα· ὑπὲρ τὴν ἐμὴν γὰρ ὁμολογῶ τοὐπίταγμα δύναμιν, ὑπὲρ τὴν ἐμὴν ἰσχὺν τὸ ἐγχείρημα. Ἐπὶ τούτοις διύπνισται, ἐπὶ τούτοις σῶαν τὴν δεξιὰν εὕρηκεν. Οὐ γοῦν ἐ͂ιχεν ὅτι καὶ γένοιτο, τοῦτο μὲν εὐφραινόμενος, τοῦτο δὲ ἐκπληττόμενος, καὶ ἄλλος ἐξ ἄλλου τῇ τερατουργίᾳ γινόμενος. Ἐκεῖ τις ἂν καλῶς ἐπήνεγκε τὸ τοῦ ψαλμῳδοῦ, τὸ ἑσπέρας ηὐλίσθη κλαυθμὸς, καὶ εἰς τὸ πρωΐ ἀγαλλίασις. Ἀνθ᾽ ὧν γὰρ ἑσπέρας ὠλόλυζον, ᾤμοζον, ὠλοφύροντο πρόσπολοί τε καὶ περίοικοι, ἡλικία καὶ τύχη διάφορος, πρωΐας εὐθὺς ἀντεπήει· γεγηθέναι τε καὶ σκιρτᾷν· καὶ λαμπρῶς ὁμοῦ πάντας ἀγάλλεσθαι, ὑγιᾶ παρὰ προσδοκίαν ἅπασαν κατιδόντας καὶ ἐμπεφυκυῖαν αὖθις τὴν χεῖρα, καὶ ἐνεργὸν πρὸς ὅγε αὐτῷ βουλητόν.

λβ΄. Οὐ μέχρι δὲ τῶν κατ᾽ οἶκον κρότος, οὐδ᾽ εἰς τοὺς οἰκείους ὁ λόγος διέμεινεν· ἀλλὰ διέδραμεν ἡ φήμη κᾀν τοῖς κύκλωσε κᾀντοῖς πόῤῥωθι· τοίνυν καὶ φθανοῦσί τινες τῷ σφετέρῳ προσαγγείλαντες Ἄρχοντι (Τῶν Ἀγαρηνῶν ἦσαν οὗτοι, τῶν δυσμενῶν ἡμῖν καὶ πολεμίων ἐκ τοῦ ἐναγεστάτου θρησκεύματος) ὅτι τε σῶς ὁ Ἰωάννης μένει, καὶ τὰ μέλη ἀδιαλώβητος, καὶ ὅτι χαίρει, καὶ ὄτι περικροτεῖ· καί τις στεφανίτης καθαπερεὶ παιανίζει, καὶ λαμπρῶς γέγηθε. Καὶ ὃς παρ᾽ αὐτὰ τὸν Ἅγιον μεταστέλλεται· καὶ τὰ κατ᾽ αὐτὸν ἐξειπεῖν, διακελεύεται πρὸς ἀλήθειαν· τὰ ἔσχατα ἐπαπειλησάμενος, εἰ μὴ ἂν ὡς ἐσχήκεσαν παραστήσειε. Καὶ γοῦν ὁ θεῖος Ἰωάννης, κρείττων ὥσπερ αὐτοῦ γεγονὼς, ὅτι πως ἤδη καὶ πρὸς κρείττονα μετεκαλεῖτο πρὸς τοῦ Θεοῦ, καὶ πρὸς μείζονα τοὐντεῦθεν ἀνελαμβάνετο, μηδὲν ὑποτρέσας, μὴ τὴν πρὸ βραχέος ὀργὴν, μὴ τὸν ἄστεκτον ἐκεῖνον θυμὸν, μὴ τὴν φρικαλέαν ἂπόφασιν, πεπαῤῥησιασμένῃ γλώττῃ καὶ ἀπτοήτῳ τῆς ψυχῆς παραστήματι· Μὴ οἴου μέ φησι δώροις τισὶν ἢ δόλοις τὴν τιμωρίαν ὑπαλύξαι, ἢ ἄλλῳ τῷ τῶν ἁπάντων τρόπῳ διεκφυγεῖν, μήτε μὴν ἀνθρώπου τέχνη καὶ φαρμάκων ἐπιθέσει τὴν διαρτίαν ἀπολαβεῖν· ἀλλ᾽ ἴσθι σαφῶς καὶ πεπονθότα ὅγε δὴ καὶ προστέταχας καὶ πρὸς Θεοῦ μόνου τὴν ἴασιν ἐσχηκότα· καὶ ὥσπερ δὴ καὶ ὁρᾷν ἔχεις, ἀνελλιπῆ γεγονότα τὴν ὁλομέλειαν. Ἐκτείνας ἐπὶ , τοῖσδε τὼ χεῖρε, καὶ τὴν ἐπὶ θάτερα περικοκλοῦσαν δείξας γραμμὴν, ἢ τὴν τε διακοπὴν καὶ τὴν μετὰ τοῦτο ἐφαρμογὴν, πάνυ καθαρῶς ὑπεδείκνυεν.

λγ΄. Ἐφ᾽ οἷς καὶ καταπλαγέντα τὸν βάρβαρον, Ὄντως ἀνεύθυνος ἦσθα, φάναι· καὶ δόλος μὲν ἡμᾶς ἐξηπάτησε, παρὰ δὲ πάντα δίκαιον λόγον, αὐτὸς, Ἰωάννη, καὶ κατεδικάσθης καὶ πέπονθας· ἀλλ᾽ ἴσθι μειζόνων ἀξιωθησόμενος πρὸς ἐμοῦ τὸ μετατοῦτο τιμῶν, ὑπὲρ τοὺς ἄλλους τε ταξόμενος, καὶ τῶν ὑπ᾽ ἐμοὶ τοῦ λοιποῦ καταστησόμενος ἁπάντων περιφανέστατος. Ὁ δὲ πρηνὴς αὐτίκα πεσὼν, δάκρυά τε θερμὰ καταχέων, Μή μοι γένοιτο καὶ εἰσέτι τῷ κόσμῳ περιπολεῖν, ὑπὸ Θεοῦ μόνου * ῥωσθέντι ὧν ἐπιφέρειν εἴωθεν ὁ περίγειος οὑτωσὶ τόπος δεινῶν, ὁ τῆς ἄτης λειμὼν (ὡς τῶν τις θυραίων σοφῶν ἐγνωμάτευσεν) ἢ καθ᾽ ἡμᾶς ἐρεῖν, ἡ κοιλὰς τοῦ κλαυθμῶνος. Ὁ δ᾽ ὑπολαβὼν, Ἀλλ᾽ οὐκ ἐνδώσω σοι, Ἰωάννῃ, τοῦτό ποτε. Καὶ ὃς· Ἄφελέ μοι καὶ τῆς κεφαλῆς εἰ βούλει, καὶ γὰρ εἰ οἷόν τε, μυρίους ἕτοιμος θανάτους ἀποθανεῖν, ἤ τὸ ἀπὸ τοῦδε τοῦ καταβούλησιν ἐκπεσεῖν. Κᾀκεῖνος αὖθις ἀκλινὴς διέμενε καὶ ἀνένδοτος· ὡς δὲ καὶ οὗτος τὴν αἴτησιν ἰσχυρὸς, καὶ τὴν πρόθεσιν ἀμετάθετος. Καρτερὸς γοῦν ὥσπερ συνέστη σφίσιν ἀγὼν, καὶ ἰσχυρά τις ἐκείνοιν , διαμάχη συμπέπτωκεν· ἑκάτερος γὰρ θατέρῳ μηδ᾽ ἂν πῶς ποτε ὑπεῖξαι ἀπισχυρίζετο, καὶ ὅλῃ ἀντέπιπτεν ἰσχύἳ, καὶ ἐκθύμως ἐπὶ τῷδε διηγωνίζετο. Ἀλλὰ νενίκηκεν Ἰωάννης τῇ συνάρσει τοῦ κρείττονος· ἥττηται δ᾽ ὁ παλαμναῖος ἐκεῖνος καὶ βάρβαρος τύραννος, καὶ συνήττηνται οἱ ἀόρατοι ἀλεῖπταί τε καὶ συνασπισταὶ, οἱ τοῖς ἀγαθοῖς ἡμῶν ἀεὶ βασκαίνοντες ἔργοις τε καὶ βουλεύμασι δαίμονες.

λδ΄. Τί γοῦν καὶ ποιεῖ; Ἐπείπερ, ὅτι ἄν σοι καὶ εἴη βουλομένῳ, ἄγε δὴ ἐκπέρανον, ἤκουσε; πῶς τε τὰ κατ᾽ αὐτὸν διατίθεται; Ὁ πιστὸς μὲν οἰκονόμος καὶ φρόνιμος, ἐξότε καὶ οἰκονομεῖν ἀνεδέξατο, τότε δὲ συνεφαπτομένου Θεοῦ καὶ συνετώτερα βουλευσάμενος, ἅπαντα μὲν τὸν πλοῦτον τοῖς δεομένοις διένειμεν, ἀγροὺς δὲ καὶ τὴν κτῆσιν ἄλλην, τοῖς προσήκουσιν ἀπεκλήρωσεν· ἐπεὶ δὲ σοφῶς τὰ κατ᾽ αὐτὸν οὕτω διέθετο, εἰλωτικὴν ἀ ναβολὴν περιθέμενος, πρὸς τὴν ἀγαθὴν ἀπαίρει πορείαν, τὸ μὲν φαινόμενον πενιχρὸς, πρὸς δὲ τὴν τοῦ ἐριτίμου μαργαρίτου ἐξώνησιν πλοῦτον βαρὺν τὴν ἀρετὴν ἐπαγόμενος. Καὶ γοῦν τὴν Ἰερουσαλὴμ καταλαμβάνει, ἵνα τε τὸ σωτήριον ἐξετελέσθη μυστήριον, κᾀκεῖσε σεπτῶς τῷ Θεῷ καὶ Δεσπότῃ τὴν προσκύνηησιν ἀφωσιοσάμενος, παρὰ τὴν τοῦ , μεγάλου Σάβα μονὴν ἄπεισι, Σάβα τοῦ τὴν ἀρετὴν περιβοήτου καὶ τὴν κατὰ Θεὸν πολιτείαν περιθρυλλήτου, Σάβα τοῦ λαμπρότητι βίου τὴν ὑφ᾽ ἥλιον καταυγάσαντος, ὃν εἴπερ τις ἂν φαίη τύπον τοῦ μοναδικοῦ βίου ἄνωθεν τοῖς ἐν γῇ καταπεμφθῆναι, εὖ οἶδα, τῆς ἀληθείας οὐχ ἁμαρτήσεται. Παρὰ γοῦν τὴν ἐκείνου φοιτᾷ· λαύρας τὰς τοιαύτας μονὰς καλεῖν εἰώθασιν οἱ πολλοὶ. Ὡς οὖν παρ᾽ αὐτῇ γένοιτο, καὶ τῷ τῶν ἐν αὐτῇ προεστῶτι εἰς ὄψιν ἔλθοι, πεσὼν πρὸ τῶν ἐκείνου ποδῶν, τῷ παρὰ τῷ εὐαγγελίῳ ἑαυτὸν ἀπολωλότι προβάτῳ προσείκαζεν, ἀφαρπάσαι τε τοῦ νοητοῦ κατεδυσώπει θυρὸς, καὶ τῇ ἰδίᾳ ἐνσηκάσαι μάνδρᾳ πάνυ λιπαρῶς καθικέτευε, μηδὲ τοὺς ὀφθαλμοὺς εἰς οὐρανοὺς ἆραι τολμῶν, ὡς ὁ τῷ Σωτῆρι παραβολικῶς ἐπεισκυκληθεὶς τελώνης, καὶ πρὸς μετανοίας σχεδιασθεὶς ὄντως ὑπογραμμὸν, καὶ ἀτρεποῦς τύπον ἐξαγορεύσεως· καὶ ταῦτά γέ τις, ὁ ἐξ ὀνύχων ἀπαλῶν καθαρὸς καὶ ἀπὸ γενέσεως. Ὢ καρδίας συντετριμμένης! ὢ πνεύματος τεταπεινωμένου! ὢ ψυχῆς Θεὸν ὁρώσης, Θεὸν φανταζομένης ἀεί! ὢ ψυχῆς τὴν ἀνείκαστον Θεοῦ δόξαν ἀναπολούσης διὰ παντὸς, καὶ μόνα τὰ ἐκείνου διανοουμένης διηνεκῶς, καὶ ἀμέσως ἀμέσῳ νοῒ , συναπτομένης τῷ πρώτῳ νῷ καὶ νῶν ἐνσωμάτων καὶ ἀσωμάτων δημιουργῷ! Ὤ ψυχῆς ἐς τηλικοῦτον διαρθείσης ἐξ ἀρετῆς, καὶ εἰς τοσοῦτον ὑποπιπτούσης ἐκ ταπεινώσεως, καὶ ὡς τὸ μηδὲν ἑαυτὴν ἀχρειούσης, θριαμβευούσης τε καὶ στηλιτευούσης ὥσπερ ἐξαμαρτοῦσαν ἀνήκεστα.

λε΄.Πλὴν ἀλλὰ τῇ τοῦ μεγάλου Σάβα μονῇ ὁ μέγας Ἰωάννης προσείλαπται, ὁ ὅσον οὐδέπω συχνοὺς ὑπερβαλέσθαι μέλλων καὶ τῶν μεγάλων εἰς ἀρετὴν. Καὶ γοῦν ὁ τῷ τότε τῆς μονῆς προστατῶν τοὺς προύχοντας τῶν μοναχῶν μεταπέμπεται· καὶ πρῶτα μὲν, τῷ πρὸ τῶν ἄλλων καὶ εἰσιόντι καὶ στάντι, τὴν τοῦ νεήλυδος ἐφορείαν, δείξας αὐτὸν, ἀνατίθησι. Καὶ, ὂς καθάπερ εἴ τις ἔκπληκτος ὡς δεδήλωκεν ἐκ τοῦ σχήματος, τὴν λειτουργίαν ἀπαγορεύει, τοῦτο μόνον εἰπὼν, ὀψέποτε ἀνειληφὼς ἑαυτὸν μόλις· Σοὶ, Πάτερ, νῦν ἀκήκοος ἀναφαίνομαι, ἐξότου σοι καὶ ἐνεχείρισα ἐμαυτὸν μήπω γε ὡς οἶσθα τουτοῒ πεπονθὼς, ἀλλὰ μηδ᾽ εἰς α ὖθις εἴθε ποτὲ· τὸ δ᾽ αἴτιον τοῦτό γε οὐκ ἄλλο καὶ σύγγνωθι. Ἐκ μακροῦ τὸν ἄνδρα περιβόητον ἔγνωκα· ἡ γάρ μοι φήμη, τὰ κατ᾽ αὐτὸν ἀκριβέστατα διετράνωσε, καὶ λόγῳ τε καὶ βίῳ τῶν περιφανεστάτων παρέστησεν, ἐφ᾽ ᾧ καὶ δέδοικα τὴν ἐπιστασίαν, ὑπὲρ ἐμὲ κρίνων, , πάτερ θεσπέσιε. Ἐπὶ τὸν μετ᾽ ἐκεῖνον τρέπει τὸν λόγον· κᾀκεῖνος τῷ πρὸ αὐτοῦ συνᾴδει τὴν ἀπαγόρευσιν. Ἐπὶ τὸν ἕτερον, καὶ οὐδ᾽ οὗτος συντίθεται· ἐπὶ τὸν μετ᾽ αὐτὸν, καὶ ὅλῳ κᾀκεῖνος ὑποχωρεῖ τῷ ποδὶ· ἐπ᾽ ἄλλον οὖν μετ᾽ ἄλλον ἐστρέφετο, καὶ ὁμοίως τὴν ἐκ τῆς δειλίας ἀπείθειαν περιετύγχανε· συνελόντι γὰρ φάναι ὁμογνωμονήσαντες ὁμοῦ πάντες οἱ γηραλέοι ἐκεῖνοι καὶ σεβάσμιοι ἄνθρωποι, καὶ τὸν μονάδα βίον ἀνῃρημένοι ἐξ ἄγαν μακρῶν τῶν ἐνιαυτῶν, τήν τε πολιτείαν ὑπερηρμένοι, καὶ ἀκριβεῖς τῆς μοναχικῆς ἐπιστήμονες, τὴν τῆς προστασίας παραίτησιν ὁμοφώνησαν.

λστ΄ Μεταστέλλεται μετ᾽ αὐτοὺς ὁ θεῖος ἐκεῖνος ἀνὴρ, πάντας ὥσπερ ἐκείνους περιιδὼν, ἕτερον τὴν ἡλικίαν προήκοντα, τάχα δὲ καὶ τὴν ἀρετὴν ὑπερβαίνοντα, τῇ δὲ τοῦ ἤθους ἁπλότητι, Ἀβραμιαῖον ἄντικρυς γέροντα, πολὺ κατὰ τὸν Ἰακὼβ αὐχοῦντα τὸ ἄπλαστον, καὶ ἀρχαῖον ὡς ἀληθῶς ἄνθρωπον. Τούτῳ τὴν ἡγεμονίαν ἐπιτρέπει, τούτῳ τὴν ὁδηγίαν τῆς Ναζωραικῆς καὶ κατὰ Θεὸν πολιτείας ἀνατιθεῖ. Καὶ ὃς εὐθύμως ἄγαν τῆς χειρὸς τὸν Ἰωάννην λαβόμενος, ἄπεισι παρὰ τὸν οἰκίσκον τὸν ἴδιον· ὁ μὲν καθά τινος ἑρμαίου τυχὼν, ἐπαναστρέψας περιχαρὴς· ὁ δ᾽ ὥσπερ ἑαυτὸν τὸν παράδεισον εἰσιὼν, ἡδονῆς ἀῤῥήτου πλησθείς. Καὶ δὴ τῷ Μακαρίῳ δίδοται ἐντολή, καὶ ἡ ἐντολὴ, οὐχ ὡς πρὸς ἀτελῆ τῶν ἐλαφροτέρων τις ἦν. Ἐπισκέπτει γὰρ ὁ γέρων, τῷ ἰδίω μεδόλως στέργειν βουλήματι· μηδ᾽ ἐκτελεῖν τι τοπαράπαν ἀνθέκαστον· ἀλλ᾽ ὅσπερ ἂν προσταγείη μόνον, καὶ τοῦτο ἰσχὺς ὅση πέρατι διδόναι καὶ καλῶς ἐκπληροῦν, ἀεί τε τὸν Θεὸν ἔχειν πρὸ ὀφθαλμῶν, καὶ Θεῷ διηνεκῶς ἐντυγχάνειν, καὶ ὑπὲρ τῶν ἀμπλακημάτων ἐκλιπαρεῖν, συχνὰ γονυπετοῦντα καὶ δάκρυα θερμὰ καταχέοντα. Οὐδὲν γὰρ ἔφασκε τέκνον οὕτω προσίεται, καὶ περὶ πλείονος τίθεται, ὡς πνεῦμα τεταπεινωμένον καὶ καρδίαν συντετριμμένην ὁ Κύριος. Καὶ ταῦτα μὲν ἐξ αὐτῆς ὑπετίθει, καὶ οἷόν τι βάθρον ὑπέβαλεν, ἢ καί τινα προτέλεια παρεδείκνυεν· ἃ δὲ μεταποιεῖν κρειττόνως οἶδε ψυχὴν, καὶ πρὸς τελεωτέραν συμβάλλεται μεταῤῥύθμησιν, τῶν αὐτῆς τε δυνάμεων κάθαρσιν καὶ ἀνάβασιν, τίς ἂν παραστῆσαι λόγος ἐξίκοιτο; Ἀπὸ μὲν γὰρ τῶν γνωστικῶν ἄρχεται, ὡς ἄν δὴ καὶ τὰς ὀρεκτικάς τε καὶ ζωτικὰς, καὶ σὺν ταύταις τὰς ὑπαυτὰς, τὰς τῆς τρίτης λέγω μοίρας καὶ χείρονος, μεταθείη πρὸς τὸ κρεῖττον, καὶ μεταβάλοι πρὸς τὸ θειότερον.

λζ΄. Ἀλλὰ μὴ θαυμάσῃ τις ὅπως ἄρα καὶ ἐπαιδαγώγει τὸν τέλειον, καὶ τὸν ἄκρον κατήρτιζεν· εἰγὰρ καὶ μέγας αὐτόθεν, ὁ Ἰωάννης ἐτύγχανεν ὢν, σοφίᾳ πεπυκνωμένος, καὶ ἀρετῇ κεκοσμημένος, καὶ ὑψηλὸς ἀμφοῖν καὶ θεσπέσιος· ἀλλ᾽ ἔστι τις καὶ ἐπιδοσις τοῦ καλοῦ, καὶ τοῦ τελείου πέφυκε τελεώτερον, καὶ τοῦ διασήμου περιφανέστερον. Οὐκ ἀπεικὸς δὲ καὶ τὸν ἁπλοἳκὸν γέροντα, τῶν πρὸ τοῦ μὴ συνέντα, ὡς μὴ ἀκριβωσάμενόν πως ἢ καὶ παντελῶς ἀλογήσαντα, ὡς τῶν τινα παιδοτριβεῖν ἀτελῶν, καὶ καταμικρὸν οἷον ἐνάγειν πρὸς τελειότητα. Κολάζει τοίνυν τὴν αἴσθησιν, μηθ᾽ ὁρᾷν περιέργως, μήτ᾽ ἀκούειν ἐνηδόνως, ὅτι μὴ περὶ Θεοῦ καὶ τῶν θείων ἐγκελευσάμενος, μηδὲ λιχνεύεσθαί πως περὶ τὴν γεῦσιν ὥστε δὴ καθηδύνεσθαι· ἀλλ᾽ ὅσον γε ἀποζῇν τρέφεσθαι, μεμνημένον τῆς παραβάσεως, καὶ τῆς ἐκεῖθεν διὰ τὴν λιχνείαν τῶν καλλίστων ἐκπτώσεως, τῆς ἀκράτου δήπουθεν ἐκείνης τρυφῆς, καὶ τῆς ἀφράστου γε ἡδονῆς· πρὸς δὲ τάσιν χειρὸς συστέλλειν παράλογον, καὶ ἁφῆς κατέχειν τὸ ἄνετον, εἰς νοῦν διηνεκῶς ἄγοντα τὸ ἐκ τοῦ τολμηρῶς ἅψασθαι τῶν προπατόρων ὀλίσθημα· ἀνθέων τε καὶ μύρων ὀδμὰς ἀποπέμπεσθαι, μονονοῦ διαπαντὸς τῶν ἐν Ἐδὲμ ὀσφραινόμενον, κᾀκείνων ἐπιτυχεῖν ἐφιέμενον.

λη΄. Καὶ ταυτὶ μὲν περὶ αἰσθήσεως καὶ αἰσθητηρίων, ὁ  σεμνὸς ἐκεῖνος γέρων καὶ πρακτικῆς φιλοσοφίας ἐπηβολώτατος, τῷ τὰ πάντα μὲν εὐηκόῳ· κᾀκ τούτου ἀμαθίας ἄκρας ὑποκριτῇ, τῇ δ᾽ ἀληθείᾳ θεωρίας ὁμοῦ τελείας καὶ πράξεως ἐπιμελετῇ, σοφώτατα ἐπέσκηψε μαθητῇ. Περὶ δὲ φανταστικοῦ τε καὶ φαντασίας τοῦ παθητικοῦ δῆτα νοὸς, ὁποῖα; ὡς λίαν θαυμαστὰ, καὶ μόνης τῆς τοῦ μεγάλου γλώττης δεόμενα, τοῦ πρακτικωτάτου καὶ θεωρητικωτάτου, καὶ τῇ κατάμφω φιλοσοφίᾳ λαμπρῶς ὑπερβαλόντος, καὶ τοὺς νῦν ὁμοῦ καὶ τοὺς πώποτε. Μηδέν τι συνόλως τῶν γηΐνων καὶ ὑλωδῶν παρηγγύησεν ἀναμάττεσθαι· εἴτι δή πως καὶ ἐναπολέλειπται οἱ ἀναπολούμενον, ἀποβαλεῖν τὸ τάχος καὶ διακρούσασθαι (τοῦτο γαρ τῆς τῶν χθονιωτέρων φαντασίας καὶ πάθος καὶ σύστασις, καὶ τῆς κατ᾽ αὐτὴν ἐνεργείας τοῦτ᾽ αὖθις διάλυσις) μόνα δὲ φαντάζεσθαι τὰ ὑπὲρ ἡμᾶς, κᾀκεῖνα ὄντως ὄντα δοξάζειν ὡς ἀδιάπτωτα, κᾀκείνων ἐξαρτᾷν τὴν διάνοιαν, κᾀκείνων ἐπιστηρίζεσθαι· ἵν᾽ ὅπως ἐκ τοῦ δυνάμει νοῦν πεφηνέναι, ἐνεργείᾳ ταύτῃ νοῦν ἀποφήνειε· τὸν δ᾽ αὖ ἐντελεχείᾳ νοῦν ἐνεργέστερον μακρῶ καὶ θειότερον, ὡς τὸν νοητὸν, ἀμέσως ἀντιλαμβάνεσθαι, μηδέ τινι τῶν ὑποδεεστέρων δυνάμεων κατασπώμενον, τὰς δ᾽ ὑπαυτῷ πάσας ἀνάγοντα, καὶ πρὸς ἑαυτὸν ἕλκοντα, καὶ , δι᾽ αὐτοῦ καὶ σὺν αὐτῷ πρὸς Θεὸν μεταφέροντα.

λθ΄. Καὶ ταῦτα μὲν ὁ καλὸς γέρων ὑπέθηκε νουνεχῶς καὶ ἐπέσκηψεν ἐμβριθῶς τῷ κατὰ χάριν υἱῷ, τῷ πολιῷ μὲν τὴν σοφίαν, καὶ πρεσβύτῃ τὴν φρόνησιν· εἰ καὶ ἄλλως ἐκ παιδὸς σύντροφον ἐ͂ιχε τὴν ἀρετὴν καὶ δι᾽ ὅλου συνδίαιτον. Προσεπιτούτοις, μή τί πως οἴεσθαι τοπαράπαν τυγχάνειν, ἢ γοῦν τινὸς ἐκ τῆς τῶν λόγων ὑπερφέρειν παιδεύσεως, μέγα τε ἢ μικρὸν μὴ φρονεῖν ἐπὶ λόγοις τὸ σύνολον, ἀλλ᾽ ἀποθέσθαι καθάπαξ λόγον τὸν θύραθεν, καὶ πάντα τρόπον ἀποπέμπεσθαι τοῦτον τῆς μνήμης· καὶ οὐχ ὅπως λόγους πλατυκῶς συντιθέναι, καὶ ἐγκωμίοις ἢ καὶ ἱστορίαις ἐπιχειρεῖν, ἀλλ᾽ οὐδὲ τῶν συνήθων ἐπιστέλλειν τινί. Οἶδα μὲν οὖν ὡς μικρὰ ταῦτα νομισθεῖεν τοῖς ἀμυήτοις τὰ λογικὰ καὶ τὰ τῆς παιδείας ἀτελέστοις οὑτωσί πως ἐρεῖν ὄργια, ἔνθεν καὶ οὐχ ἱκανοῖς διαγνῶναι, οἷόν τινα τὴν ἡδονὴν ἔχει καὶ ὁποῖον τῆς καρδίας ἐμποιεῖ πλατυσμὸν ἡ τῶν διανοημάτων εὔστοχος ἔκφανσις καὶ τῶν νοημάτων ἀκριβὴς ἀνακάλυψις. Ἀλλὰ τί ἂν οἱ τοιοῦτοι καὶ φαῖεν ἀκούσαντες, ὡς καὶ σιωπὴν ἐπισκήψειε· καὶ τελέαν τῆς γλώττης κατοχὴν ἐπιτάξειεν, ὡς μηδὲ γρῦ τὸ, τοῦ λόγου τολμᾷν φθέγγεσθαι, ἐκτὸς εἴ μὴ πρὸς αὐτὸν προσταττόμενος τῶν θειοτέρων ἀναλέγοιτό τινα βίβλων· πρὸς ἐξιλασμὸν Θεοῦ καὶ ἀνθομολόγησιν.

μ΄. Τί τοίνυν ὁ πραΰς; τί τοίνυν ὁ ἄκακος καὶ τῷ Θεῷ διόλου κολλώμενος, οὗπερ εὐθύτητας ἠγάπησεν ἡ καρδία, πῶς ἐπὶ τουτοισὶ διατίθεται; Μῶν ὀκλάζει τῷ τοσούτῳ βάρει δυσανασχετήσας τῶς ἐντολῶν; ἢ μὴν ἐπελαφρίσαι ζητεῖ, ὡς ἂν μὴ ἐκ πρώτης βαρηθεὶς ἀναπέσῃ; Πολλοῦ γε καὶ δεῖ· εὐθύμως καὶ γὰρ τὰς ἐντολὰς ἐπωμίζεται, καὶ γενναίως τὴν πρὸς Θεὸν ταύτην ἄγουσαν εἴσεισιν, εὐθαρσῶς δὲ μᾶλλον εἰπεῖν πρὸς τὸ τῆς μοναδικῆς στάδιον ἀποδύεται, καὶ οὐχ ὅτι γε εἰς πένταθλον ἐπαλείφεται, ἀλλ᾽ ἀληθῶς εἰπεῖν εἰς μυρίαθλον. Ἆρ᾽ οὖν ὑποδέχεται μὲν θαρσαλέως, οὐ φέρει δὲ καρτερῶς· ἢ εἴσεισι μὲν ἀπτοήτως, οὐ στεῤῥῶς δὲ ἐπαγωνίζεται. Οὐκ ἔστι τοῦτο εἰπεῖν, οὐκ ἔστιν. Ἀμέλειτοι καὶ οὐχ ὡς Ὀλυμπιᾶσιν, ἢ ἐν Νεμέᾳ, ἢ Ἰσθμοῖ νενικηκὼς στεφανίτης μικροπρεπὴς ἀναδείκνυται, ἢ καὶ τῶν τις κεκρατηκότων τὰ Παναθήναια στεφάνῳ τάχα τῷ ἐκ κοτίνης μέγα κομῶν ἢ ἀνασοβῶν τὸν ἐκ πίτυος, καὶ τὰ μέγιστα ἐπιβρενθυόμενος, ἢ γοῦν ἱεροῖς τισι μήλοις, μᾶλλον δ᾽ ἀνιέροις περιθρυλλούμενος, ὑπὸ μὲν νουνεχεστέρων οὐχ ἧττον ἐμπαιζόμενος ἢ θριαμβευόμενος, ὑπὸ δὲ παιδισκαρίων περιβοώμενος, καὶ τοῖς ἐκ τῆς σκηνῆς συριττόμενος ἢ καὶ τῷ ἐκ τῆς μοίρας ἀληλιμμένος, καὶ βραχὺ τῷ χρόνῳ περιλαλούμενος, μόνοις γε τάχα τοῖς τῆς χυδαίας τύχης καὶ ζύρφακος· ἀλλ᾽ ἔξεισι στεφανίτης οὐράνιος, ἀγγέλοις τε καὶ ἰσαγγέλοις ἀνδράσι περιστοιχιζόμενός τε καὶ θαυμαζόμενος, θέατρον ἀληθῶς καὶ ἀγγέλοις καὶ ἀνθρώποις, κατὰ τὸν μακάριον Παῦλον, γενόμενος· ἐκπτήττων δηλονότι καὶ τὴν ὁρατὴν φύσιν καὶ τὴν ἀόρατον.

μα΄. Ἀλλ᾽ ἐπεὶ γοῦν ἐπὶ πᾶσιν οὑτωσὶ τέλειον ὁ ἐμβριθὴς ἐκεῖνος ἐπιστάτης διέγνωκε, τὴν ταπείνωσιν ὑψηλὸν, τὴν ὑπακοὴν εὔεικτον, τῆς ἀρετῆς ἐργάτην ἀκαταγώνιστον, καὶ καθάπαξ τοῖς ὅλοις ἀποδεκτόν· ἄλλον τρόπον ἀποπειράσασθαι ἔσκεπται, καὶ ἑτέρως δοκιμἀσαι τοῦτον βεβούλευται, ἵνα πως εἰδείη, κᾄν τοῖς γνωστοῖς καὶ συνήθεσιν ὅπως ἂν τὸ μέτριον τηρῆσαι δυνηθείη καὶ ἄτυφον. Ὅτι τοίνυν συχνὰς σπυρίδας συναγαγὼν, τὰς μὲν ἐγχειρίζει τὰς δ᾽ ἐπωμίζει, εἰς Δαμασκὸν πάσας εἰπὼν ἔκθου μετακόμισον, καὶ τοσούτου γε , ἑκάστην ἀποκήρυξον, ὑπερεκτιμᾷ δὲ τὰ εὐτελῆ ἐξεπίτηδες, δοκιμάζων κᾀν τούτω τὸν μαθητὴν, καὶ πρὸς τελείαν γυμνάζων τοῦτον ὑπακοήν. Τί τοίνυν ὁ τὴν ἀρετὴν ἄκρος, τὴν δ᾽ ὑπακοὴν ἀπαράμιλλος; ἆρ᾽ ἀναβάλλεται; μῶν ἀποδυσπετεῖ; ἤ τινα γοῦν δυσαρεστίας ἔμφασιν ὑποδείκνυται, ὥς τις ἂν οὐχ ὅτι τῶν κατ᾽ αὐτὸν μεγίστων τὰ θεῖα καὶ μεγάλων τ᾽ ἀνθρώπινα, ἀλλὰ καὶ τῶν θατέρῳ ὁποτέρῳ γε τούτων καὶ φαίης ἐπιφανῶν; Καὶ πῶς; Ὡς ἐπ᾽ εὐεργεσίᾳ καλούμενος, προθύμως ἄγαν ἐξήει, καὶ σὺν σπουδῇ τῆς ὁδοιπορίας ἥψατο, ὡς ἂν εἰ πρὸς λαμπρὰν ἀπήγετο τὴν ἀνάδειξιν, καὶ εἰς θρίαμβον μετεκαλεῖτο παγκόσμιον. Ἐπειδὴ δὲ καὶ εἰσήει τὴν Δαμασκὸν, πενιχρὸς, πειναρὸς, μηδενὸς ἐκ τῆς ἀναβολῆς ἄξιος, ὁ τέως πλείστου τοῖς πᾶσι καὶ τιμώμενος καὶ περιβλεπόμενος, καὶ παρὰ τὴν ἀγορὰν γένοιτο, ἐγκαλλωπίσματι καθαπερεὶ περιτιθέμενος τὰς σπυρίδας, ἀπεμβολεῖν τε ἀνεβόησε, καὶ ὅσου γε ἀποδίδωσιν ἑκάστην προσεπεδήλωσεν· ἦν δὲ ὡς ἐκ τοῦ συνήθους πᾶς τις ἂν τῶν ἐγχωρίων ἐπέκρινε, πλεῖον τὸ τίμημα καθ᾽ ὑπερβολὴν ἀπαιτῶν, χλεύης τοῖς παρατυχοῦσιν ἀφορμὴ καὶ γέλωτος γίνεται. Ὁ μὲν οὖν, Τί ληρεῖς; ἔφασκεν, ἄνθρωπε, ὁ δὲ, Παραπαίεις, καὶ τὰς φρένας ἐγκέκοψαι· ἄλλος δ᾽ ἄλλο τι , ἐπετώθαζεν ἄλλοθεν· ἔνιοι δὲ οἱ καὶ κονδύλους ἐνέτεινον, καὶ κατὰ κόῤῥης ἐνέπαιζον, εἰωθὸς ὂν τοῖς ἀγοραίοις τοῦτο καὶ ξύγκλυσι· τῶν εὐηθεστέρων κατειρωνεύεσθαι, καταμωκᾶσθαί τε τῶν παρατετραμένων τὸ φρόνμα, καὶ τῶν οὕτω λεγομένων κρονολήρων, τῶν παρασεσαλευμένων δηλαδὴ κατεπαίρεσθαι, τῷ τε τῆς ψυχῆς ἀλογωτέρῳ ἐπιδιαχεῖσθαί σφισι καὶ οὐχ ὅτι γε μυσὶ καὶ νεύροις ἐκλύεσθαι καὶ ἀτακτά πως ἐπικαγχάζειν, ὡς ἀποκρουνίζειν καὶ δάκρυα· ἀλλ᾽ ἐπαφιέναι τούτοις καὶ χεῖρας, καὶ ῥαπίζειν ἀνέτως, καὶ ἁπλῶς τὴν ἀποτυχίαν διαπαίζειν τῆς φύσεως ἢ τὴν τῆς διοργανώσεως, εἴγε δὴ καὶ τοῦτο τύχοι συμπεσὸν ἄμβλωσιν.

μβ΄. Ἐφ᾽ ἱκανὸν μὲν οὖν ὁ σπουδαιότατος ἐνεπαίζετο, καὶ ὁ τὰ πάντα κόσμιος ἔνθεν κᾀκεῖθεν διωθεῖτό τε καὶ ἀπωθεῖτο καὶ παραλόγως ἐστίζετο, μᾶλλον δ᾽ αὐτὸς τὸν ἀόρατον ἐμάστιζε δυσμενῆ· ὁ μὲν γαρ τοῦ Δεσπότου τραχηλιάσας, ἐλεεινῶς πέπτωκεν· ὁ δ᾽ οὑτωσὶ μετριάσας καὶ εἰς τοσόνδε ταπεινώσας αὐτὸν, εἰς οὐρανοὺς αὐτοὺς πέφθακε, θαῦμα καὶ αὐτοῖς Ἀγγέλοις γενόμενος. Ἀλλ᾽ ὀψὲ δήποτε τῶν πάλαι τις οἰκετῶν, ἐνιδών τούτω περιεργότερον, καὶ τὰς ὄψεις ἐπείσας ἐπιμονώτερον, τοῦτον ἐκεῖνον ἔγνωκεν ἐ͂ιναι, οὗ τέως τοῖς , προσπόλοις συντέτακτο. Παρ᾽ αὐτὰ γοῦν καὶ πλούτου ἀνεμιανήσκετο, καὶ δόξαν ἀνελογίζετο, τάχα δ᾽ ἂν καὶ τὴν πρὸς τὸ εἱλωτικὸν εὐμενὲς αὐτοῦ καὶ γαλήνιον παρεισεκύκλει τῷ λογισμῷ, καὶ χρῆναι πάντως ἐπελογίζετο, καὶ ἐναντία γε ὅ φασι περιτυχόντι τῇ δαίμονι εὐνοεῖν. Χρηστὰ γοῦν οὕτως ὃ χρηστὸς ἐκεῖνος τοῖς τρόποις οἰκέτης ἐννοηθεὶς (εἴωθε καὶ γὰρ τοῖς ἄρχουσιν, ὥς φασι, συνεξομοιοῦσθαι τὸ ὑποχείριον) ἀδιακρίτως ὁπόσον ἐπὶ ταῖς σπυρίσιν ἀπῃτεῖτο καταβαλόμενος, καὶ ἐπευχαριστήσας ὥσπερ τοῦ συναλλάγματος, μόλις ἀπήλλαξε πραγμάτων, τὸν ὑπὲρ τοῦ ἀπραγμόνως ζῆσαι πλεῖστα πάνυ τῶν πραγμάτων ἀποβαλόμενον. Καὶ γοῦν ὁ πρὸ τοῦ πλείστοις ὅτι τοῖς ἱππόταις παραπεμπόμενος, μονώτατος τὴν Δαμασκὸν ἐξιὼν, παλίνορσος βαδίζων ἀνέζευξεν· οὐδὲ γὰρ ἂν ἐπανῆλθε μὴ τὸ κατ᾽ ἐντολὴν ἐκπλήσας, κᾄν οὕτω γε τυχὸν εἰς μακρὸν ἄγαν ὑπερημέρησε· θᾶττον γὰρ ἂν περιἳών καὶ παιζομενος οὑτοσὶ πολλοῦ τὰ φαυλότατα ἐκτιθέμενος τὴν ζωὴν ἐξεμέτρησεν, ἢ τοῦ πνευματικοῦ Πατρὸς ἀτελῆ παρῆκε τὴν ἐτολὴν· Πλὴν ἀλλ᾽ ἐπανῆκε τροπαιοφόρος καὶ ὑπέροφρυν, γενναίως καταπαλαίσας, παλαίσας ἀντίπαλον.

μγ΄. Ἀλλ᾽ ἐκδέχεται ἡμᾶς ἕτερον, οὐκ ἂν εἴποιμι ἀποπτώματος τρόπαιον, ἀλλ᾽ ἐκ μικροῦ τινος τοῦ συμβάματος μέγα λίαν ἀρίστευμα. Μοναχώ τινε τῷ Μακαρίῳ μὲν ἀγχιθύρω ἐτυγχανέτην ὄντε, ἀδελφὼ δὲ ἤσθην ἄλλήλοιν, καὶ ἐφρονείτην ἀδελφικά· οὐχ ἧττον γὰρ ἐκ προαιρέσεως συνηπτέσθην τῷ πνεύματι ἢ τοῖς σώμασιν ἀπὸ φύσεως. Τούτων ἅτερος ἐξ ἀνθρώπων γενόμενος, μικροῦ νεκρὸν κατέλιπε θάτερον· τῇ γὰρ συμφορᾷ κατάκρας ἐκεῖνος ἑαλωκὼς παρακλήτορας οὐ προσίετο, παραινέτας οὐ παρεδέχετο, καθάπαξ δὲ πρὸς πάντα λόγον τὴν ἀκοὴν ἀποκέκλειστο. Ἀλλὰ πρόσεισι τούτῳ μετὰ συχνοὺς ἄλλους, καὶ ἡ συμπαθεστάτη ψυχὴ ὁ γλυκὺς Ἰωάννης, ὁ καὶ τὴν ὄψιν ἡδὺς, καὶ τὸν λόγον πρᾳῢς, καὶ ἐπιεικὼς αἰδέσιμος κατ᾽ ἀμφότερα, καὶ δὴ ἐπειρᾶτο τῆς ἀκηδίας ἀναλαμβάνειν. Τί μὲν μὴ ἀνευρίσκων παρ᾽ ἑαυτοῦ ἱκανὸν παρεκαλέσαι ψυχὴν; τί δὲ μὴ παρὰ τῶν γραφῶν ἐπισυνείρων, πρὸς τὸ κατασχεῖν τὸ πάθος παραμυθήσασθαι; Πάντα κάλων, ὅ φασιν, ἐπί τὸ ἀνύσαι κεκίνηκεν· ἀλλ᾽ ἦν ὥσπερ ἀνδριάντι προσομιλῶν ἢ περιξόων ἀδάμαντα; Ἀνανήφει μόγις ὁ μοναχὸς· κοιλαίνει γὰρ ἐνδελεχὴς καὶ πέτραν ῥανὶς, καὶ ἐν ἑαυτῷ γίνεται καὶ εἰς συναίσθησιν ἔρχεται· καὶ γοῦν, Εἴ με βούλει παρακληθῆναί φησιν, καὶ εὐθυμότερον ἐθέλεις θεάσασθαι, ἄγε σύνθες τι καὶ μελῴδησον, ᾧπερ ἂν ἐμαυτὸν κατεπᾴδων τὰ ἐκ τῆς συμφορᾶς πάθη κοιμίζοιμι, ἅττα μοι τὴν ψυχὴν ἐκβαίνει, καὶ δεινῶς ταράττει τὸν λογισμὸν, καὶ τὴν καρδίαν ὥσπερ καταδαρδάπτει μου.

μδ΄. Καὶ ὃς, Καὶ πῶς ἂν τὴν πατρικὴν ἐντολὴν περιίδοιμι, ἁπαξαπλῶς ἐπισκήψασαν ἀποστρέφεσθαι ἅπαν γε τοιοῦτον καὶ μελέτημα καὶ ἐνέργμα. Ὁ δὲ μικρὸν ἴσθι τὸ τῆς παρακοῆς ταύτης ἀμπλάκημα, πρὸς τὸ ἐκ τῆς ὑπακοῆς τῆσδε κατόρθωμα· ψυχὴν οὐκ ὀδυνωμένην παρακαλέσεις, ἢ μᾶλλον ἐκλείπουσαν ἐφέξεις, καὶ μικροῦ δεῖν ἀποιχομένην συντηρήσεις, ἢ καὶ ἐπανασώσεις τῷ σώματι. Ὁ δὲ Ἰωάννης καὶ αὖθις ἀνένευε, καὶ αὖθις αὐτὴν ἐντολὴν προεβάλλετο· ὁ δὲ πολὺς καὶ πάλιν ἐνέκειτο, καὶ φορτικώτερος ἐπετίθετο, λιπαρῶν, ἀναγκάζων, μειλίσσων ἐκβιαζόμενος, τί μὲν οὐ λέγων; τί δὲ μὴ πράττων; τῶν ὅσα δυσωπεῖν οἶδεν ἄνθρωπον· ἀκριβεστάτην ἐν ἑαυτῷ τὴν τῶν Λιτῶν εἰκόνα διετύπου· καὶ ὁποίας ὁ προσοποιήσας ταύτας ἐνέγραψε, τοιαύτας ἐκεῖνος ἄντικρυς ἐξεικόνιζεν, εἶπέ τις ἂν εἰ παρέτυχεν, ὡς ἄκριστος ὄντως τῶν τῆς ῥαψῳδίας οὗτος ὑποκριτής. Ὅ δ᾽ ἀκαμπὴς καὶ οὕτως ἦν, καὶ ἀνένδοτος διέμενεν εἰς τὸ παντελὲς, τῆς ἐντολῆς ἀεὶ μεμνημένος καὶ προτείνων διαπαντὸς εἰς παραίτησιν, καὶ μὴ ἄν γε τῷ τρόπῳ ἀπισχυριζόμενος ἀθετῆσαι, ὡς ἐνθέντεν τὴν σωτηρίαν ἀπεκδεχόμενος. Καὶ ὃς, ἔκφρων μὲν ἄλλως τῷ πάθει , γενόμενος, Ἐπὶ δὲ τῷ ζητουμένῳ καὶ λίαν ἐμφρόνως διασκεπτόμενος, νουνεχῶς ἁπάντων καὶ διομιλῶν συνετώτατα· Ὑφέξεις, φαίη, τῆς ἐμῆς ἀπηδίας ἐν καιρῷ κρίσεως τὸ κατάκριμα, οἶσθα δὲ ὁπόσα τοὺς ἀκηδιῶντας οἱ πατέρες καταδικάζουσιν· οὐδὲν γὰρ τῶν ὅσα πλάζεται παρ᾽ ἀνθρώποις ἱκανὸν τυγχάνει μοι πρὸς παράκλησιν, οὐκ ἔντευξις, οὐχ ὑποθήκη, οὐ προστάττων πατὴρ, οὐ παραμυθούμενος ἐπιτήδειος, οὐ φίλος ὁρώμενος, οὐ συγγενὴς ἐφιστάμενος, συνελὼν εἴπω τῶν ἁπάντων οὐδὲν· πάντα γὰρ ἐξίσης ἀπέστραμμαι, πάλαι μὲν ἀποταξάμενος, νυνὶ δ᾽ ἀληθῶς βδελυξάμενος. Ἄγε γοῦν, Πάτερ σεβάσμιε, διὰ λόγου μοι προσένεγκαι φάρμακον τῇ δεξιωτάτῃ σου γραφίδι· ἔμπλαστρόν τινα θεραπευτικὴν ἐπισκεύασον, ἥ τις ἀνακαλέσεται πρὸς ὑγίειαν, καί μοι τὴν ψυχὴν παρακαθέξει τῷ σώματι, λειποθυμοῦντι, καὶ μικροῦ δεῖν ἐν ῥισὶν αὐτὴν φέροντι, καὶ ὥσπερ ἐξαποπνέοντι. Ἴσθι γαρ ἴσθι ὡς ἐν ἀποῤῥήτῳ τὰ τοῦ πράγματος κείσεται, καὶ οὐδοποσοῦν ποτε φωραθεὶς τῷ γέροντι· διὰ γὰρ φροντίδος ἂν ἔχοιμι, καὶ προορώμενος ἀεὶ, περικαλύπτοιμι τὸ συντιθὲν καὶ συστέλλοιμι.

με΄. Πείθει τούτοις τὸν συμπαθῆ, μειλίσσει τὸν οἴκοθεν , εὔεικτον, ἐφέλκεται πρὸς ὃ καὶ βεβούληται τὸν πᾶσι τόγε εἰς αὐτὸν ἧκον εὐέντευκτόν τε καὶ εὐμετάφορον. Συντίθησι τοίνυν τροπάριον, οὕτω γὰρ ταχθὲν ἐκείνῳ τὰ τοιάδε καλεῖν, οὐκ ἄλλως δέον εἰπεῖν· τροπάριον, οὐ πολύστιχον μὲν, πολυδύναμον δὲ· ὃ δὴ καὶ ἐμμελέστατα μελῳδεῖ, τὴν πρώτην ὄντως ἁρμονίαν ἁρμοσάμενος (βούλει πυθέσθαι) καὶ ὃ, Πάντα ματαιότης τὰ ἀνθρώπινα, ὅσα οὐχ ὑπάρχει μετὰ θάνατον. Οὐ παραμένει ὁ πλοῦτος, οὐ συνοδεύει ἡ δόξα· ἐπελθὼν γὰρ ὁ θάνατος, ταῦτα πάντα ἐξηφάνισε. Διὸ Χριστῷ τῷ ἀθανάτῳ βοήσωμεν· τοὺς μεταστάντας ἐξ ἡμῶν ἀνάπαυσον, ἔνθα πάντων ἐστὶν σωτηρία. Ὢ πόσης τοῦτο γέμει φιλοσοφίας τὸ βραχυσύλλαβον! βραχυσύλλαβον γὰρ, πρὸς ἣν παριστάνει πλατυκῶς ἔννοιαν· ὢ πόσην σοφίας αὐχεῖ μεγαλόνοιαν τὸ εὐόριστον τοῦτο καὶ ἐμνημόνευτον! Γενικῶς ἀποφαίνεται, ὁλικῶς ἀποδείκνυσι, σεμνῶς ἀναγκάζει, μηδὲν ἡγεῖσθαι τὸν βίον, μηδὲν τὰ παρόντα λογίζεσθαι. Εἶπέ που τῶν αὐτοῦ λόγων καὶ Σολομὼν παραπλήσια, ὁ πάνταων μετὰ πάντων μεμαρτυρημένος σοφώτατος· καὶ ἐ͂ιπ μὲν ἄξια τῆς ἧς ἄνωθεν ἐσχήκει σοφίας, καὶ ἐγνωμοδότησεν ὡς θαυμάσια· ἀλλ᾽ οὐμενουν διαπαντὸς συνῳδὰ τοῖς λόγοις καὶ τὰ τῆς διαγωγῆς, ἐπεδείξατο· αἰδοῖ γὰρ τῆς ἐκεῖθεν ὡς αὐτὸς ἐκεῖνς μεμαρτύρηκε δωρεᾶς, παρίημι λέγειν παθῶν ἀνθρωπίνων ἢ μᾶλλον ἀλογωτέρων κατάσχεσιν. Ὁ δέ γε μακάριος οὑτοσὶ καὶ τέλειος ἀληθῶς ἄνθρωπος, ὅτι καὶ διὰ πάντων ὁμολογῶν διετέλεσεν ἑαυτῷ, ὁ τὴν πάρεδρον Θεῷ σοφίαν οὐκ αίτήσας μὲν φανερῶς, εἰληφὼς δ᾽ ἀληθῶς, εἰ καὶ μὴ ἐξεῖπεν ὡς εἴληφε, πάντη πως ἐκκλίνων προΐεσθαι μεγαλοῤῥημοσύνην τοῦ στόματος, καὶ λόγοις ὅπως ἀληθείας ἔχει καὶ στάσεως ἐγνωμάτευσε, καὶ ἔργοις αὐτοῖς διεχλεύασε, καθάπαξ τοῦτον ἀποστραφεὶς, καὶ παντὸς ἀλογωτέρου πάθους ἀνώτερος φυλαχθεὶς· ἁπλῶς τε εἰπεῖν κατάλληλα τῇ θεωρίᾳ τὰ περὶ τὴν πράξιν ἐφιλοσόφισεν, ἅπανθ᾽ ὁμοῦ περιφρονήσας καὶ τοῦ μηδενὸς ἀξιώσας, ὡς οὐκ ὂν μᾶλλον ἢ ὂν λογισάμενος, ἅπαν ὁμοῦ χθόνιόν τε καὶ χρόνιον, οὐδὲ μόνου καὶ κυρίως ὄντος, τοῦ ὑπὲρ ἡμᾶς ἐκείνου καὶ ἀποῤῥήτου, παρ᾽ οὗ πᾶν ἐσχήκει ἢ λαμβάνει τὴν ὄντωσιν, διάπυρον τὴν ἔφεσιν ἐσχηκώς.

μστ΄. Ἀλλ᾽ ὢ περιπτώματος αἰφνιδίου! ἢ μᾶλλον εὗγε τῆς ἐθένδε λαμπρᾶς δοκιμασίας τοῦ Μάκαρος!  δι᾽ ἧς ἐπιμᾶλλον ἐμφανίσαι τὸ εὐπειθὲς ἤμελλε καὶ εὐήκοον ὁπόσον εἰς τὸν πνευματικὸν ηὔχει πατέρα, καὶ οἵαν ἐκέκτητο τὴν ὑποταγήν. Ἐφίσταί οἱ παρὰ προσδοκίαν μελῳδοῦντι ὁ γέρων, ἀκούει τῶν λόγων, συνίησι τοῦ ἔργου, ἐκβαίνεται περιφρονηθείς. Εἴσεισι γοῦν γέμων θυμοῦ καὶ πλήρης ὀργῆς, χόλον ὥσπερ ἀποπνέων, καὶ μήδ᾽ ἐνιδεῖν δῆθεν ἐθέλων· ἀλλὰ τελέως ἀποστρεφόμενος, κᾀκ ψυχῆς τοῦτον ἀποποιούμενος, ὀψὲ δέ ποτε καὶ μόγις λόγου καὶ λόγου μεστοῦ πικρίας ἠξίωσεν· Οὕτως, ἄθλιε, τῆς ἐντολῆς ἐπελάθου; ταῦθ᾽ ὑπέσχου; ταῦτα προείλου ὅτε τοῦ κόσμου ἀποκεχώρηκας, καὶ παρ᾽ ἡμᾶς ἀναγκάσαντος μηδενὸς γέγονας; οὐκ οἶσθα ἐφ᾽ ὅτῳ σε προσείληφα δείλαιε; Οὐ μέμνησαι πόσων σε καὶ οἵων οὐ προσδεχομένων, τὸ τοῦ τρόπου τάχα κατοπτευσάντων σκαιὸν καὶ δυσάγωγον, μόνος ἔγω γε προσηκάμην, ὡς εἴθε μὴ ὤφελον, καὶ μαθητείας ἠξίωσα, οὐκ ἐπὶ τοιαύταις ταῖς ἐλπίσιν, οὐκ ἐπὶ τοιούτῳ σκοπῷ, οὐ μὰ τοὺς τῶν μονάχων ἱερωτάτους θεσμοὺς, οὐ μὰ τὴν συντηρηθεῖσαν ἀρχῆθεν εὐταξίαν, τοῖς πρὸς ἀλήθειαν , τὸν μονάδα βίον ἀνελομένοις, καὶ τὴν κατὰ Θεὸν πολιτείαν ἀσπασαμένοις, οὐ μὰ τὴν ὁραθεῖσαν ἄνωθεν x Παχωμίῳ τῷ θεσπεσίῳ φαιδροτάτην ταύτην καὶ λαμπροτάτην μελανειμόνησιν· ἀλλ᾽ ἵν᾽ ὡς δέον σε καταρτίσαιμι, καί σε φυσιοῦσαν καθυποτάξας ἅπασαν οἴησιν, ἀπροσκόπτως τὴν πρὸς σωτηρίαν διαβαίνειν καθοδηγήσαιμι. Νῦν δ᾽ ἀλλ᾽ ἔλαθον ἐμαυτὸν ἀποσμήχων αἰθίοπα, ἢ καρκίνον βαδίζειν ὀρθὰ μεταμανθάνειν ἐκβιαζόμενος, ἢ ξύλον σκαμβὸν ἀπευθῆναι πειρώμενος, ἢ εἴτι γε ἄλλο τῶν αὐτόθεν δυσμεταβλήτων, καὶ ἀπὸ φύσεως μεταποῆσαι κατεπειγόμενος· ἔνθεν ἂν καὶ εἰς παραβολὴν γενοίμην, καὶ ἡ παροιμία καθηκόντως ἐπιῤῥηθείη μοι, ἣν κατὰ τῶν ἀφρόνως τι καὶ μάτην μεταχειριζομένων ἐπιφέρειν οἴδασιν οἱ πλλοὶ· καὶ γὰρ ἀνηνύτοις ἐπικεχείρηκα καὶ ἐπὶ ματαίοις ἐσπούδακα, καὶ ὡς ἀληθῶς καθ᾽ ὑδάτων γράφειν τεθέληκα. Ἀλλ᾽ ἔξελθε τὸ τάχος, ἀπ᾽ ἐμοῦ γενοῦ, καὶ τῆς σῆς ὁπίσω πονηρᾶς διανοίας πορεύθητι.

μζ΄. Ὁ δ᾽ ἀπαράκλητα ἐθρήνει πεσὼν, καὶ τὴν αἰτίαν τε ἐξηγόρευε, καὶ πλεῖστα ὑπὲρ συγγνώμης ἐδέετο. Ὁ δ᾽ αὖ γέρων, σοβαρὸς ἵστατο, συχνοὺς κατατείνων τοὺς λόγους, μᾶλλον δὲ μακροὺς ἐπισυνείρων τὺς χλευασμοὺς· τέλος τῆς χειρὸς τόνδε λαβόμενος, Οὐδὲν τὸ ἀπὸ τοῦδε σοί τε κᾀμοὶ κοινὸν, ἔφησεν, ἄνθρωπε· ὅπη γοῦν σοι καὶ βουλητὸν, ἄπιθι. Ἔξεισιν ἐπὶ τούτοις. Ἀλλὰ τίς ἂν ἐντεῦθεν ἐκφράσειε τὰ δάκρυα, τὸν κοπετὸν τὴν κατήφειαν, τὸ τῆς , ψυχῆς πάθος, τὴν τοῦ σώματος τῆξιν, τὸ ἀφόρητον πένθος, τὸ ἀπαράκλητον ἄλγος; Οὐκ οὕτω πάλαι πέπονθεν ὁ Αδὰμ τῆς Ἐδὲμ ἐξωσθεὶς, ὥς γε οὗος ὁ μὴ ματαία κατ᾽ ἐκεῖνον ἐλπίδι κλαπεὶς, ἀλλὰ συμπαθείᾳ τῇ πρὸς τὸν ἀδελφὸν ὑπαχθεὶς, καὶ τῆς τοῦ πατρὸς ἑστίας ὐπὲρ φιλαδελφίας ἀπελαθείς. Ἀλλά μόλις εἰς νοῦν ἔπεισιν (εὑρετικὸν γὰρ ἡ ἀνάγκη, καί πως δὴ τὸ βιαζόμενον πολυμήχανον) ὡς εἰ τοὺς προύχοντας τῶν μοναχῶν προσιῶν καταδυσωπήσειε, καὶ πρέσβεσι σφίσιν ἀποχρήσαιτο πρὸς τὸν γέροντα, ἱκέτας τε αἰδεσίμους προβάλοιτο, ἵλεων αὖθις ἂν ἑαυτῷ θείη, καὶ τῆς προτέρασ μαθητείας καταξιωθείη, καὶ τῆς ἐντεῦθεν σωτηρίας οὐκ ἀστοχήσειε.

μη΄. Τοῦτο δὴ καὶ ποιεῖ· καὶ ἀπίασιν οἱ σεμνοὶ καὶ δεσπέσιοι γέροντες, ὡς ἂν δὴ τὸν παιδευτὴν τῷ μαθητῇ καταλλάξειαν· καὶ τὸν υἱὸν ἐπαναγάγοιεν τῷ πατρί. Ἀλλ᾽ εὑρέκεσαν καὶ ἀδάμαντος ἐκεῖνον σκληρότερον· οὐδὲν γὰρ ὅτι καὶ παρεδέχετο, οὐδενί πως διεμειλίσσετο. Ὡς δὲ σφοδρῶς ἐνέκειντο, καὶ βαρυτάτοις αὐτὸν ὑπὲρ τῆς ἀσυμπαθείας ταῖς ἐπιτιμίαις, ἀπεδείκνυον ἀνεχόμενον καὶ μείζοσιν ἤπερ ἐκ τῆς παρηκοΐας ἐκεῖνον (ἐξὸν γὰρ ἔφασκον [δευτέρα] ἐντολῇ τὸ τοῦ μαθητοῦ διορθώσασθαι πταῖσμα ἐσχάτης ἁμαρτίας, μήτε μὲν μετανοοῦντα προσίεσθαι, μητε τὴν ὑπέρ τοῦ ἐπικλήματος εὐθύνην παραγυμνοῦν) οὗτος ὑπολαβων, Ἀλλ᾽ εἰ παριδεῖν ἔθέλει τὴν τῆς πρώτης παράβασιν ἐντολῆς, τῆς δευτέρας δεῦρο δὴ γενέσθω ταύτης ἐκπληρωτής· ὄλην τὴν λαῦραν περιελθέτω, καὶ τὰ τῶν οἰκιδίων, ἃ δὴ καλοῦμεν σωτήρια, σαρωσάτω τὰ λύματα. Τοῦθ᾽ ὡς ἤκουσαν, ἀπεστράφησαν τὰς ὄψεις· καὶ οὐχ ἧττον μετ᾽ αἰσχύνης ἢ βάρους ἀπήεσαν, τότε τοῦ ἀνδρὸς σεμνὸν καὶ περίδοξον ἀναλογιζόμενοι, καὶ τὸ τῶν ῥυπασμάτων ἄγος διενθυμούμενοι.

μθ΄. Ἀλλὰ τί περ ὁ Ἰωάννης; Ὁρᾷ τούτους ὑποστρέψαντας (ἦν γὰρ ἐξότε καὶ εἰσήεσαν, πυθέσθαι τι χρηστὸν ἐκδεχόμενος, καὶ τερμῶς ὑπὲρ τοῦδε τὸν Θεὸν δυσωπῶν) τοίνυν καὶ προσιὼν εὐθὺς ἐρωτᾷ, τί τε ὁ πατὴρ ἐθέλει, καὶ ὅτι γε ὑπὲρ τοῦ ἀμπλακήματος διαπράξασθαι βούλεται. Οἱ δὲ τὴν μὲν πρώτην ἐξειπεῖν οὐκ ἠνείχοντο· ᾐσχύνοντο , γὰρ τὸν ἄνδρα, τῆς τε ἐκ τοῦ γένους περιφανείας, καὶ τῆς ἐξ ἀρετῆς οὐχ ἦττον σεμνότητος. Ὡς δ᾽ οὐκ ανίει ἀνερωτῶν, πρὸ τῶν ποδῶν τε πεσὼν, Ἐξείπατέ μοι Πατέρες ἐβόα, ἐξείπατε τίπερ ὁ ἐμὸς θέλει πατήρ· ἕτοιμος γὰρ ἐκπλήρῶσαι τούτῳ τὸ θελητὸν, καὶ εἰς πέρας ἀγαγεῖν τὸ πρὸς βούλησιν. Μόγις δὴ τότε τὰ τῆς ἐπιτιμίας ὡς ἐ͂ιχεν ἐξαγορεύουσι, τὰς ὄψεις ἀποστραφέντες, καὶ τὰ εἰκότα ἐρυθριάσαντες. Ἀλλ᾽ ὢ καρδίας ἐκείνης συντετριμμένης! ὢ τεταπεινωμένου πνεύματος! οἷς καὶ οὐχ ὅτι γε Θεὸς τοῦτον οὐκ ἐξουδένωσεν ἢ σωτηρίας ψιλῆς κατηξίωσεν, ἀλλὰ καὶ λαμπρῶς ἄγαν προσήκατο, καὶ μεγαλοπρεπῶς προσεδέξατο, καὶ θαυμαστοῖς οἵοις ἠμείψατο γέρασιν. Οὐκ ἔφθη γὰρ ἀκούσας· καὶ λαβὼν μετὰ χεῖρας τὸ πτύον καὶ ἐπωμισάμενος κόφινον, ὡσὰν δὴ καὶ ἐπῶ τῷ διαπαντὸς τούτῳ Θεὸν ορῶντι καὶ αὐτόχρημα καταστάντι νοῒ, οὐχ ἧττον αὖθις ἢ ἐπὶ τῷ πάλαι Ἰσραὴλ ἀνθομολογοῖτο Δαβὶδ καὶ εὐκαιρότατα ψαλμῳδοίη, ὡς ἀπέστησεν ἀπὸ ἄρσεων τῶν νῶτον αὐτοῦ μοχθηροτέρων τε καὶ αἰσχροτέρων δηλαδὴ βασταγμάτων, καὶ ὡς αἱ χεῖρες αὐτοῦ, ἐν τῷ κοφίνῳ ἐδούλευσαν. Διαγκαλισάμενος οὖν τὰ πρὸς ἐκφόρησιν ὄργανα, τῷ πτύῳ δὲ μόνῳ, ἀλλὰ καὶ χερσὶν αὐταῖς διεχειρίζετο τὰ μολύσματα, καὶ πληρῶν τὸν κόφινον ἀνετίθετο.

ν΄. Τοῦτ᾽ ἀκουσθὲν ὁ γέρων μειλίσσεται, καὶ δρομαῖος ἐφίσταται, καὶ περιφὺς τῷ τραχήλῳ, περιεπτύσσετο συχνὰ, προσωμίλει ἡδέα· παλινῳδίαν τε ἄγων, τέκνον ὑπακοῆς ἀπεκάλει, καὶ θεῖον κατωνόμαζεν ἄνθρωπον· πλεεῖστά τε ἑαυτὸν ἐμακάριζεν, οἷς ὅτι τοιούτῳ τὴν ἀρετὴν ἐπεστάτησεν, οὕτω μεγάλῳ, οὕτω τελείῳ, οὕτω τοῖς ὅλοις ἀπαραμίλλῳ, καὶ οἷς δὴ τοὺς λοιποὺς παραγκωνισά μενος, τὴν ἡγεμονίαν αὐτὸς ἐκληρώσατο. Ἐπεὶ δ᾽ αὐτάρκως ἔσχε τῶν ἀσπασμῶν, εἴσεισι τὴν οἰκίαν, τῇ λαιᾷ μὲν τῆς δεξιᾶς ἐχόμενος, θατέρᾳ δὲ τῶν νώτων αὐτὸν διαγκαλιζόμενος, καὶ τὸ ἐξ ἐκείνου, οὔθ᾽ ὡς μαθητῇ παιδευτὴς, ουθ᾽ ὡς πατὴρ τέκνῳ χρώμενος ἦν, ὥς τινι δὲ τῶν κρειττόνων φύσεων προσανεῖχε καὶ δι᾽ αἰδοῦς ἦγε, καὶ τα μεγάλα ἐτίμα, καὶ ὡς εἰκὸς ἐσεβάζετο.

να΄. Ἐπεὶ δ᾽ οὐκ ἐχρῆν ἐπιπλέον τὸν λύχνον ὑποκεκρύφθαι τὸν μέδιμνον (οὐδὲ γὰρ οὐδὲ μέτριά πως ἐντεῦθεν ἦν ἡ ζημία τῷ εὐσεβεῖ καὶ θείῳ σχοινίσματι, ὡς ἐν βαθεῖ τῷ σκότῳ πλανωμένῳ καὶ δεινὰ πάνυ προσπταίοντι) μήτε μὴν διαπαντὸς, τὴν πηγὴν ἀνακόπτεσθαι δίκαιον ἐτύγχανεν ὂν, τοῦ θείου λαοῦ δίψει θείων, λειποψυχοῦντος ῤημάτων, καὶ τὰ ἔσχατα μικροῦ πνέοντός τε καὶ κινδυνεύοντος, πῶς καὶ τίνα τζρόπον ὅτε λύχνος παῤῥησιάζεται, καὶ τὸ ἄφθονον τῆς θείας ταύθης ἀναστομοῦται ῤεῦμα πηγῆς, τότε χριστώνυμον καταρδεύει λάχος, καὶ τὸ θεῖον ἀναζωοῖ πλήρωμα, Θεῷ τῷ σοφῷ τῶν ἡμετέρων προνοητῇ, καὶ τὰ κατὰ τοῦτο διῳκονόμηται. Θεὸς γὰρ αὖθις παῤῥησιάζεται, πλὴν οὐχ ὡς τῷ Ἀβραὰμ ἐν τῇ σκηνῇ κατὰ πάροδον ἐπιφαίνεται, οὕθ᾽ ὡς τῷ ἐκγόνῳ Ἰακὼβ δια πάλης τε καὶ νίκης διασημαίνεται, πάλης ἐκείνης, ἣ τὸ μέγα προδιετύπου τῆς κοινῆς ἡμῶν σωτηρίας μυστήριον· τὴν κένωσίν φημι καὶ τὴν πρόσληψιν, καὶ τὴν τοῦ προσληφθέντος ἐξ αὐτῆς προσλήψεως θέωσιν. Τοῦτο γὰρ οἶμαι τὸ τὸν Ἰσραὴλ ἐκνικηθῆναι προϋπέφαινε, τὸ τὴν ἡμετέραν ἐπ᾽ ἐσχάτων φύσιν, τὴν τέως ἰσχυρὰν τὴν ἁμαρτίαν καὶ ἀμετάθετον, ξυμπλακῆναι Θεῷ, εἴτουν προσληφθῆναι καὶ τοσοῦτον ἐξ οὗπερ ἦν πεσεῖν, εἴτουν μεταπε σεῖν, ὡς οὐχ ὅ τι γε ἁγιασθῆναι (ἀλλ᾽ ὢ φρικτοῦ μυστηρίου! ὢ τεραστίου καὶ νοῦν καταπλήττοντος, καὶ λόγον συστέλλοντος!) καὶ θεωθῆναι, καὶ ὑπὸ πάσης προσκυνηθῆναι τῆς κτίσεως. Πλὴν οὐχ οὕτω γε Θεὸς καὶ αὖθις παῤῥησιάζεται (ταῦτα γὰρ ἄλλου τύπου, καὶ οἰκονομίας μείζονος προχαράγματα), νυνὶ δὲ διὰ τῆς αὐτοῦ πανάγνου μητρὸς, τῆς θείας καὶ ἀχειροτεύκτου σκηνῆς, ἐξ ἧς προλθὼν κατηγωνίσατο τὸν ἐχθρὸν, διαγγέλλει τὸ βουλητόν. Ἐπειδὴ γὰρ ἐξ αὐτῆς τε καὶ δι᾽ αὐτῆς ἐπανθρωπήσας τῇ κοινῇ τῶν ἀνθρώπων προσωμίλησε φύσει, διὰ ταύτης καὶ νῦν αὖθις, ἧν ἀγγέλων καὶ ἀρχαγγέλων καὶ πασῶν δυνάμεων προτετίμηκε, καὶ ὁμιλεῖ καὶ διασαφεῖ τὰ πρὸς βούλησιν.

            νβ΄. Μιᾷ γοῦν τῶν νυκτῶν ἐπιφαίνεται τῷ πρεσβύτῃ ἡ πάναγνος αὐτὴ Θεοτόκος, καὶ, Τί φησι τοῦτο ποιεῖς; ἵνα τί τε πηγὴν ἀναφράττεις θείων πολυχεύμονα λόγων, καὶ φωστῆρα περικαλύπτεις καὶ συσκιάζεις τὸ φῶς, καὶ νύκτα μεσημβρίας ποιεῖς; Ἄφες τὸν Ἰοάννην κοσμῆσαι λόγοις τὴν Ἐκκλησίαν Θεοῦ. Ἄφες στηρίξαι ταύτην τοῖς ὀρθοῖς δόγμασιν. Ἄφες ἀναλῦσαι τὰ τῶν σοφιστῶν τῆς κακίας περίεργα καὶ γριφώδη προβλήματα. Ἄφες διελέγξαι τὰς ἀπάτας τούτων καὶ τὰ σοφίσματα. Περίπλεως οὖν τρόμου καὶ φρίκης ὁ μοναχὸς ἀφυπνίζεται, καὶ τὸν Ἰωάννην μετακαλεῖται, καὶ Ὦ, φησιν, ἄνθρωπε τοῦ Θεοῦ, ἄγε τὸ ἀπὸ τοῦδε τὴν δοθεῖσάν σοι χάριν πρὸς τοῦ κρείττονος παῤῥησίασον, ἐν ἰσχύἳ τὴν φωνὴν ὕψωσον, φθέγξαι ῤήματα θεῖα, καὶ σύνθες λόγους σοφίας πλήρεις τοῖς ἄνωθεν· ὦπταί μοι γὰρ ἡ τοῦ ἡμετέρου σώτειρα , γένους, ἡ πάναγνος Μαριὰμ, οἷς τε πρὸ τοῦ διεκώλυον χαλεπαίνουσα, καὶ ἀνεῖναι τοῦ λοιποῦ σφοδρῶς κατεπείγουσα. Τοίνυν μοι καὶ τῆς εἰσέτι κατασχέσεως σύγγνωθι· σύγγνωθι τῆς ἀφελείας τῷ γέροντι. Καὶ ὃς μὴ μέγα φρονήσας, μηδέτι παρηλλαγμένον ὅλως ἐπιδειξάμενος, ἀλλ᾽ ἐπὶ ταυτοῦ μένων, καὶ τὴν σύντροφον διατηρῶν μετριότητα, τήν τε ἀντισυγχώρησιν ἅμα καὶ τὴν εὐχὴν ἀπῃτει πρὸς τὴν ἐγχείρησιν.

νγ΄. Τίνα δὲ ἄρα τοὐντεῦθεν ἐξέθετο, καὶ ὁποῖά γε συνεγράψατο, μακροῦ πάντως τοῦ χρόνου καὶ τοῦ λόγου δεόμενα· οὐχ ἅπαντα μὲν κατὰ ῥυθμὸν εἴποιμεν, ὀλίγα δὲ λίαν, καὶ ὅσα νῦν ἡμῖν εἰς μνήμην ἥκει δηλώσωμεν, τοῦτο μὲν τοὺς φθάσαντας ἐπελθεῖν ἀναμιμνήσκοντες, τοῦτο δὲ καὶ τοῖς μήπω περιτυχοῦσι γνωρίζοντες. Κοσμεῖ μὲν οὖν τὰ πρῶτα τοῖς στιχηροῖς αὐτοῦ μελῳδήμασι, τὴν τοῦ Σωτῆρος φαιδρὰν ἐξανάστασιν· καὶ οὐχ ἁπλῶς οὕτω κοσμεῖ, πολυειδῶς δὲ καὶ ποικίλως, μελῶν τε διαφόροις εὑρέσεσι καὶ θαυμαστῶς οἵως ἐναλλαττομέναις ἐγγύτησι· κᾂν ταῖς λοιπαῖς δὲ τῶν πανηγύρεων, ἐφ᾽ αἷς ὁ εὐσεβὴς λεὼς ἐνθεάζομεν, ἔντι πάντως προτιθέντες τῶν ὅσαπερ ὁ Δεσπότης καὶ Ρύστης ἐνανθρωπήσας διατετέλεκε· καὶ τὰ εἰκότα ἐπαγαλλόμενοι, κάλλιστά τε καὶ πλεῖστα ξυνέθετο. Πρὸς δὲ καὶ μνήμας Ἁγίων, τοῖς ὁμοίοις λαμπρῶς κατεκόσμησε, μόνον οὖν οὐκ ἐπαίρει πάντας πρὸς ζῆλον τὸν ὅμοιον, καὶ ὑπαλείφει πρὸς τὴν αὐτὴν μίμησιν· καὶ γάρ πως ἀνδρείους τίθησι κατὰ Μάρτυρας, εἴτω ἂν τύχοι τῶν Μαρτύρων συνείρων τὸν ὑμνητήριον· καὶ πρὸς ἅπαν δὲ προσπαθεὶς σαρκικόν τε καὶ γήἳνον, κατὰ τοὺς ὁσίως καὶ ὑπὲρ τὰ τῇδε βιώσαντας, εἴ τινι πάλιν τῶν οὑτωσὶ ζησάντων τοὺς αἰνετηρίους εἴη συνθέμενος· καὶ καθωραΐσας τοῖς ᾄσμασιν, ἄλλους ἁπλῶς ἐξ ἄλλων τούς τ᾽ ᾄδοντας, τούς τ᾽ ἀκροωμένους, μεταποιεῖ, καὶ συνάμα πάντας πρὸς τὸ κρεῖττον καὶ θειότερον μεταστοιχειοῖ. Ἃ δ᾽ εἰς πλάτος ἄλλως ἐξέθετο, τίς ἂν κατὰ μέρος ἀπαριθμήσαιτο;

νδ΄. Ἐάσω τ᾽ ἄλλα· [ἀλλὰ πῶς] παρήσω τοὺς ἐγκωμιαστικοὺς τοὺς τὰς σεβασμίους ἑορτὰς περικροτοῦντας, ὂ δὴ πρὸς χορείαν μετακαλοῦνται θειοτέραν ὄντως καὶ κρείττονα; τὴν δὲ πηγὴν, πῶς ἄρα παραδραμοῦμαι τῆς γνώσεως; ἢ πως οὐχὶ καὶ ἐκ παρόδους ταύτης ἀῤῥύσομαι; ἵνα πως πρὸς τὸν ἐφεξῆς δρόμον ἀκμαιότερος γένωμαι, λειποψυχῶν ἰδοὺ ἀπογινώσκων τὸν δίαυλον, καὶ ἀπαγορεύων τὸν στέφανον· ἀλλὰ γὰρ ἐμνήσθην ἐκείνης, καὶ νοῦν παραυτὰ τὸν θήραθεν συναγήοχα· ἐμνήσθην ἐκείνης, καὶ τῷ ὄντι λογικώτερος ἀναδέδειγμαι, χρῆσθαι συνετώτερον , τῷ λόγῳ δυνάμενος· ἐμνήσθην ἐκείνης, καὶ τὸ μεῖζον πάντων, ἀσφαλὴς θεολόγος παρευθὺς εὕρημαι, καὶ νοιρώτερος δή πως γεγένημαι. Ὢ πόσων ἐν ἀκαρεῖ μυστηρίων ἠξιώθην! ὢ εἰς οἵαν κατήντηκα μεγαλόνοιαν· ὑπερπηδῶ τὰ ἀνθρώπινα, διασχίζω τὸν ἀέρα τουτονὶ τὸν ὑγρότερον καὶ περίγειον, ὑπερβαίνω τῶν καθαρωτέρων, ὑπὲρ τὸν αἰθέρα θέω μικροῦ καὶ εἰς τρίτον οὐρανὸν φθάνω, καὶ ἃ οὐκ ἐξὸν λαλῆσαι γλωσσημυοῦμαι, καὶ ἐνθουσιασμοῦ πληροῦμαι, καὶ μακροῦ κρείττων ἐμαυτοῦ γίνομαι· μόνον γὰρ οὐκ ἐν οὐρανῷ διὰ ταύτης ἀνέρχομαι, καὶ θεῖος ὅλος καθίσταμαι, καὶ νοῦς ἄντικρυς χρηματίζω, ἰσάγγελος τὴν κατάληψιν ἀναδείκνυμαι· μανθάνω τὰ τῶν ἀΰλων ὡς παρῆκται δυνάμεων, τὸν ἐννεαδικὸν διάκοσμον, τὸν εἰς τριαδικὸν συναγόμενον, μόνον οὐχ ὡς διατέρακται καὶ γινώσκω καὶ ὑπεράγαμαι· ἐνηχοῦμαι τὰς ἀποῤῥητους ἐκείνων δοξολογίας, καὶ πως δὴ συνεπαίρομαι τὴν ἁπλὴν τριάδα καὶ ὄντως μοναδικὴν, διαφόρως ἀνυμνεῖν καὶ γεραίρειν πολυειδῶς· ἐνοοῦμαι τὰς τρεῖς τῆς ὑπερφυοῦς οὐσίας καὶ ὑπερουσίου φύσεως ὑποστατικὰς ἰδιότητας, πρὸς δὲ, ὅσπερ δὴ ταύτην καὶ μίαν οὐσίαν τῶν τριῶν καταλαμβάνω προσώπων, οὕτω καὶ μίαν ἐξουσίαν ἐπιγινώσκω, καὶ δύναμιν, ὅθεν καὶ ἔνα καὶ ἀληθῆ ταύτην Θεὸν, καὶ μόνον τῶν ὄντων τριττῶς ἀπερίγραπτον καὶ ἀληθῶς ἀκατάληπτον τὸ θαυμάσιον καὶ καταλαμβάνω σέβομαι. Οὐ γοῦν φθάνω διαιρῶν εἰς τρία, καὶ συνάπτω πρὸς ἒν, τὸ μὲν τοῖς χαρακτῆρσι, τὸ δὲ τῇ ἐκουσίᾳ, τῇ μοναρχίᾳ, τῇ ὁμοουσιότητι, τῇ τε πρὸς τὸ πρῶτον αἴτιον τῶν ἐκ τοῦ πρώτου καὶ αἰτιατῶν συμφοΐᾳ καὶ ἀπαραλλάκτῳ ταυτότητι, οὕτως ἐπαίρομαι, οὔτω κουφίζομαι, οὕτω θαυμασίως ἀνάγομαι, καὶ ὅλως τῶν ἐνταῦτα μετεωρίζομαι· καὶ θειότερος ἀποκαθίσταμαι καὶ φαιδρότερος.

νε΄. Μῦθος μὲν γάρ τις καὶ ποιητικὴ τερατεία, μᾶλλον δὲ γραώδης ἀνάπλασις, ὅτι καὶ ἐξίσης ἃ μὲν τὰ βρεφύλλια οἱ δὲ τοὺς νηπιώδεις ψυχαγωγεῖν ἔχουσι τοῖς καὶνοτέροις ἀκούσμασι· μῦθος οὖν, τὸν ἡλιον ἐς ὠκεανὸν κατείγειν, κἀκεῖθεν λελουμένον ἀνάγειν λαμπρότερον. Πλὴν ἔστι μῦθος, πάλαι μὲν θρυλλούμενος, νῦν δὲ διαπαιζόμενος· τῆς δέ γε ζωηῤῥύτου ταύτης πηγῆς, μᾶλλον δὲ τοῦ ἀπλέτου τοῦδε τῶν λόγων, πελάγους, καὶ ἀδιεξιτήτου τῆς σοφίας βάθους, οὐκ ἔστιν ὃς ἂν εἰ καί τι μικρὸν ἀποστίλβοι, ἀστέρισκος εἴγε τύχοι ὢν ἀφανὴς, καὶ οὐχ ὅτι κατὰ τὸν μέγαν τοῦτον ἥλιον ἀκτινοβολῶν, καὶ τὰ , πέρατα διαυγάζων, ὡς ἀπ᾽ ἄκρων φθάνων ἐις ἄκρα, καὶ πάνθ᾽ ὁμοῦ τῆς αἴγλης πληρῶν· ὁποῖοί τινες οἱ πρὸ τούτου καὶ μετὰ τοῦτον ἐκλάμψαντες φωστῆρεσ παγκόσμιοι, τὴν οἰκουμένην λαμπρύναντες, Βασίλειόν φημι καὶ Γρηγόριον τοὺς ἀκλονήτους τῆς εὐσεβείας προβόλους, τοὺς στεῤῥοὺς τῆς ἐκκλησίας θεμέθλους, τὰς ἀῤῥαγεστάτας βάσεις τῆς πίστεως· (ταῦτα γὰρ οὗτοι πάντα δεόντως ἀκούοιεν, τάχα δὲ καὶ τὰ ὑπὲρ ταῦτα καθηκόντως ἄγαν κατονομάζοιντο) πρὸς δὲ τούτοις καὶ μετὰ τούτων, Ἰωάννην τὸν τὴν γλῶτταν χρυσοῦν, τὸν ὁμώνυμον τουτῳῒ καὶ ὁμότροπον, καὶ τοῖς πᾶσι πάντη κατάλληλον· οὐ δὲ γὰρ ἂν φαίην ἐφάμιλλον ἢ συνάμιλλον, ἀλλ᾽ ὄντως ἀκριβὲς ἀπεικόνισμα, ὡς πρὸς εὐφυὲς ἐκεῖνον ἀρχέτυπον, καὶ διαγινώσκω τοῦτον καὶ ἀποφαίνομαι. Πλὴν ἀλλ᾽ οὐκ  ἀῤῥυσάμενον, καὶ τῶν τινα καθ᾽ ἡμᾶς τῶν ἀμυδρῶς δῆτα πεφωτισμένων, καὶ ἀκτῖνος ὥσπερ ἀποπάλσει διηυγασμένων, μὴ ὅλον ἀνελθεῖν φωτεινότατον, καὶ ὅλον φαιδρότατον, καὶ ὅλον θεοειδέστατον;

νστ΄. Τί μοι λέγειν λοιπόν; ὡς παρεῖται Σταγειρίτης μετὰ τῆς γριφώδους τεχνολογίας, καὶ τῆς πολυσχιδοῦς περὶ φύσεως καὶ φυσικῶν ἀρχῶν ἐκθέσεως; ὡς παρῶτται μετὰ τῆς ὑψηγορίας , (ὀκνῶ γὰρ φάναι θεολογίας) καὶ τῶν οὐκ ἀσφαλῶν περὶ ψυχῆς γνωματευμάτων, ἢ τερατευμάτων μᾶλλον εἰπεῖν, ὁ πολὺς Ἀθηναίοις Πλάτων καὶ τοῖς Ἕλλησι διαβόητος; ὡς ὁ λοιπὸς τῶν φιλοσόφων ὅμιλος έκείνοις δοξῶν, μᾶλλον δ᾽ ἐναντίων, κατέγνωσται; ἀλλὰ ταῦτα μὲν ἐατέον εἰ καὶ μεγάλαττα τυγχάνει· καὶ ἀληθῶς ἀξιάγαστα. Ἄγε δὲ καὶ αὖθις τὴν ὑπὲρ τῆς εὐσεβείας παρρησίαν τοῦ μάκαρος ἀναλάβωμεν, καὶ τὸν ζῆλον ὃν κατὰ τὸν Φινεὲς ἔσχηκε, κατὰ τῶν ἐκπορνευσάντων ἐν τοῖς σφετέροις αὐτῶν διανοήμασιν, εἴτ᾽ οὖν τολμήμασιν, καὶ αἰσχρῶς ἄγαν ἀπερυθριασάντων κατὰ τῶν ἀχράντων καὶ σεβασμίων εἰκόνων· εἰκόνων (ἀβάλε τόλμης!) ἃς εἰς ἀνάμνησιν τῆς ὑπὲρ ἡμῶν τοῦ Σωτῆρος ἐνανθρωπήσεως, καὶ τῶν ὑπὲρ ταύτης διαθλησάντων ἢ καὶ σεμνῶς ἄλλῶς ἄλλως καὶ κατὰ Χριστὸν ζησάντων Ἁγίων, ἄνωθεν εὐθὺς καὶ ἀπ᾽ αὐτοῦ κηρύγματος τὸ Χριστώνυμον ἀνατυποῦν παρειλήφημεν πλήρωμα. Καὶ γὰρ ἀκοντίζει, εἰ καὶ μὴ παρὼν ἀλλὰ πόῤῥωθεν, κατὰ τῶν ἀκολάστων γνώμῃ καὶ αἰσχρῷ λογισμῷ βεβηλωσάντων ἢ καὶ παντελῶς διαγραψάντων τὰ ἅγια· βάλλει καθά τινι δόρατι, εὐστόχῳ λίαν ἐπιστολῇ, τὸν τοῦ πρώτως τῆς ἀληθείας ἐξολισθησάντος λέοντος ἔγγονον, περὶ τοῦ καὶ ἔφθην προεριηκὼς μετριάττα, καὶ ἐκ πολλῶν, ὀλίγα τῶν ἀνιστορημένων περὶ ἐκείνου ἀναλεξάμενος· γνωριῶ δ᾽ οὖν ὑμῖν καὶ τὸν ἐξ ἐκείνου, καὶ κατ᾽ ἐκεῖνον (βούλεσθαι γὰρ ἴσως) δεδηλωκὼς ἐξ ὀνόματος. Κωνσταντἳνος οὗτος, ὃς οὐχ ἧττον εἰ μὴ καὶ μᾶλλον κατὰ τῆς εὐσεβείας λελύττηκεν, ἡ δυσωδεστάτη ψυχή, ὁ κοπρόφυρτος ἄνθρωπος. Οὐκ ἀνέχομαι, ἢ μᾶλλον βδελύττομαι τὸν ἐν τῷ βαπτίσματι κατὰ τοῦ ὀρθοῦ δόγματος, μᾶλλον δὲ κατ᾽ αὐτοῦ τοῦ βαπτίσματος, οὐκ οἶ δ᾽ ὅπως, ἑπισυμβαντα τούτῳ, πρὸς φοιβασμὸν ἢ, ἀληθέστερον εἰπεῖν, σαφῆ τοῦ γενησομένου προδήλωσιν, εἰς ἐπήκοον ἐξειπεῖν.

νζ΄. Οὗτος εἰς ἄνδρας ἐλθὼν, ὡς εἴθε μὴ ὤφελε, τί μὲν τῶν ἀθέσμων οὐκ ἔπραξε; τι δὲ τῶν αἴσχρῶν οὐκ ἐποίησε; χεῖρον τοῦ γεγεννηκότος τὸ τοῦ Θεοῦ ἐθνος ἐμίανεν. Ἀλλ᾽ εὖγε εὐστοχωτάτης τοῦ Ἁγίου βουλῆς! εὖγε καιριωτάτης πληγῆς! Φινεὲς μὲν γὰρ τὸν Ἰσραηλίτην τῇ κακίᾳ συνδιετήρησε, καὶ ἀνετείνετο δόρυ, καὶ ἐστηλίτευσε τὸ ἁμάρτημα; καὶ τὸ ἀπ᾽ ἐκείνου τοὺς λοιποὺς ἐσωφρόνισε· πλὴν ἐφ᾽ ἑνὶ τὸ τόπῲ ἀνέσχηκε, καὶ μόνους τοὺς παρατυχόντας τῆς ἁμαρτίας ἀνακεχαίτικεν. Ὁ δὲ τὸν ὑπὲρ Θεοῦ ζῆλον οὗτος πολὺς, ὁ τὰ ὑπὲρ ἡμᾶς συνετὸς, καὶ τὰ καθ᾽ ἡμᾶς νουνεχὴς, κατηκόντισε μὲν, καὶ τῷ κακῷ, τὴν κακίαν συνεξεκέντησεν· ἁπανταχῆ δ᾽ ἀθρόον ἀνέδειξε, καὶ ἐν ἀκαρεῖ τοῦ χρόνου πάντας συνέστειλεν, γράμμασι τοῖς αὐτοῖς πᾶσι πανταχῆ τὴν ἁμαρτίαν ἀνακαλύψας, καὶ θριαμβεύσας τὸ παρανόημα. Εὖγέ σοι τοῦ κατὰ Θεὸν ζήλου μάρτυς ὄντως ἀναιμακτι! εὖγε τοῦ διαπόρου πρὸς τὸν Θεὸν φιλρου! εὖγε τῆς ὑπὲρ τῆς εὐσεβείας παῤῥησίας! ὑπέρευγέ σοι τοῦ περιφανοῦς καὶ ἐξατρέστου τῆς ψυχῆς παραστήματος, ὑπὲρ τῆς ἀληθείας κηρύγματος!

νη΄. Ἀλλὰ τί γοῦν οὑτος μὲν οὕτω πρός τε Θεὸν καὶ τὰ ὑπὲρ Θεοῦ, Θεὸς δ᾽ οὐ προσίετο, ἢ οὐκ ἐν τοῖς μάλιστα προσεδέχετο; καὶ ὅπως τοῦτον ἐ͂ιχε Θεὸς μάνθανε, καὶ ὅπως προσελάμβανεν ἄκουε· Ὑποβάλλει τῷ τῶν Ἱεροσολύμων προστατοῦντι καὶ τὸν θρόνον κατ᾽ ἐκεῖνο καιροῦ τοῦ Ἁδελφοθέου διέποντι, Ἰακώβου λέγω τοῦ διαπρυσίου τῆς ἀληθείας διδασκάλου καὶ κήρυκος (τὸ δ᾽ ὅπως ὑποβάλλει παρίημι, ἀοράτως γὰρ καὶ δι᾽ ἐπιπνοίας τοῦ πνεύματος) Πρεσβυτέροις τοῦτον συγκαταλέξαι, καὶ τῶν κάτω θύτην μυστηρίων ἐκτελέσαι τὸν τῶν ἄνω καὶ οὐρανίων ἐπάξιον. Καὶ ὃς χρίει τὸ τάχος μεταπεμψάμενος, καὶ τοῖς ἱεροθύταις συντάττει, ὡς ἂν δὴ τὸ μέγα θύμα καλλιεροίη Χριστὸν, τὸ τυθὲν μὲν ἅπαξ, θυόμενον δ᾽ εἰσαιεὶ, ὑπὲρ τῶν ἅπαξ μὲν πεπτωκότων καθ᾽ ἑκάστην δὲ διασαλευομένων , ἡμῶν. Τί δὲ Θεὸς μὲν οὕτω πως ἔχρισε, καὶ οὕτως ἀνέδειξεν, ὁποἳόν τε ἐ͂ιχε καὶ τοῖς πόῤῥωθεν διεδήλωσεν; Ὃ δ᾽ ὠλιγόρησεν, ἢ καθυφῆκεν, ἢ τῆς κατ᾽ ἀρετὴν συντονίας ὅλως ἠμέλησεν; Οὔμενουν οὐδαμῶς· μακρῷ γὰρ πλείων ἐντεῦθεν τὴν προθυμίαν ἐφάνη, καὶ πολλῷ τινι θερμότερος τὸν τοῦ σώματος ὑπωπιασμὸν ἀνεδείχθη, τήν τε ταπείνωσιν ὑψηλότερος, καὶ πρὸς πᾶσαν ἄλλην ἀρετὴν ἀκμαιότερος. Ὡς γὰρ ἄν τις τῶν τὰ τῇδε περιπολούντων ἀρχεῖα, μείζονος ἐπιβὰς ἀξίας, ἐνεργέστερος κατασταίη καὶ προθυμότερος, εἴπερ εὐλόγως πρὸς τοῦ τετιμηκότος ἐγκριθείη, καὶ αὐτός γε πρὸς αὐτὸν ἐπιλογίσαιτό οἱ τὸ ὀφειλόμενον, καὶ τὸ δίκαιον ἐπικρίνειεν· ὡς δὲ καὶ οὗτος, πρὸς τοῦ ἄνω Βασιλέως, τοῦ μόνου ἀγαθοῦ, τοῦ μόνου ἀλαθήτου Δεσπότου, τὸ τῆς ἱερωσύνης δεδεγμένος ἀξίωμα, τὸ μέγιστον ἀξιωμάτων καὶ τιμιώτατον, καὶ μόνοις τοῖς κατὰ τὸν μέγαν τοῦτον πρὸς ἀλήθειαν καταλαμβανόμενόν τε καὶ συντηρούμενον, εὐθυμότερόν τε τῆς λειτουργίας ἐπείληπτο, καὶ πρὸς τὴν τῆς ἀρετῆς ἐργασίαν συντονώτερον διεγήγερτο. Ἀλλ᾽ ἐπείπερ οὕτω γενναίως, οὐχ ὅτι πρὸς πένταθλον, ἀλλ᾽ εἰς μυρίαθλον (ὡς καὶ φάμενος ἔφθην) ἀποδυσάμενος, θαυμαστὰ οἷα ἐπιδείξαιτο· καὶ ὅτι γε πλείστην ἐμβάλοι τῷ θεάτρῳ τὴν ἐκπληξιν· , ἦσαν δὲ ἄρα τὸ θέατρον θεῖοί τε πληροῦντες Ἄγγελοι, οἳ καὶ τῶν ἀγώνων ἦσαν τοῦτον ὑπεραγάμενοι· καὶ δαίμονες περιτρέχοντες, οἱ καὶ ἀντικαθιστάμενοι τούτῳ, καὶ πολυτρόπως ἀντεπιόντες, καὶ πολυμηχάνως ἀντεγειρόμενοι, οὓς καὶ οὐχ ἧττον εὐτέχνως ἢ γενναίως κατηγωνίσατο.

νθ΄. Ἐπεὶ δ’ οὗν οὕτω ταῦτα διένυτο, ἀγέραστον δ᾽ ἐπιπλέον καταλιπεῖν οὐκ ἦν τάχα πρὸς τοῦ στεφοδότου Θεοῦ, ὃν καὶ ἀγωνοθέτην προυστήσατο, καὶ πρὸς ὃν ἀρχῆθεν ἀφορῶν, ἑαυτοῦ τε ὁσημέραι πλείων ἐγένετο, καὶ τοῖς ἄθλοις ἀκμαιότερον ἐπετείνετο, τέλος δὲ καὶ τὰ μεγάλα διεπράξατο καὶ κατώρθωσε. Τί τὸ ἐντεῦθεν καὶ γίνεται; Τῶν μακρῶν ἀναλαβεῖν ἐθέλει πόνων Θεὸς, καὶ τοῖς περὶ αὐτὸν λογάσι συγκαταλέξαι, καὶ τῶν καρτερῶν ἀγώνων διαναπαῦσαι, τοῦτο δὲ καὶ ποιεῖ. Τοίνυν καὶ ἐπιτρέπει τοῖς τῶν ἀγώνων θεαταῖς Ἀγγέλοις ἢ ἀγασταῖς, καὶ οἳ λαμπρὰν λαμπρῶς τὴν μακαρίαν ἀνειληφότες τοῦδε ψυχὴν, ἐς οὐρανοὺς ἀναφέρουσι, καὶ ταῖς τῶν ἁγίων ψυχαῖς σεπτῶς ἄγαν συγκατατάττουσιν. Ἀλλ᾽ ἴσως οὐ μικρά τις ἂν ἀμφισβήτησις τοῖς τῶν ἁγίων ἐκεῖ συνεπεπτώκει χώροις, ὅπη τε ὁ θεῖος ἀνὴρ οὗτος τετάξεται, ἴσως δ᾽ ἂν καὶ ποίου προσταίη, χοροῦ τῶν περὶ Θεόν. Ἡ μὲν γὰρ ἱερὰ τῶν μαρτύρων πληθὺς εἰς ἑαυτοὺς ἂν μετεκαλοῦντο, ἐπειδὴ καὶ λαμπρῶς ἄγαν οὗτος ἀνωμολόγηκε τὴν ἀλήθειαν, καὶ μικροῦ δεῖν τὰ ἔσχατα πέπονθε, κᾂν εἰς μετριώτερον οἱ θυμοὶ τῷ τυράννῳ λωφήσειαν, καὶ ἀφαιρεθείη μόνης τῆς δεξιᾶς, τάχα γε ἄνωθεν ἐπισχεθέντος, ὡς μὴ ἂν ἐξ ἀνθρώπων τοιούτων προ ὥρας καλὸν γένοιτο, καὶ στερηθείη λόγων ὁ βίος, οὓς ἤμελε συνθεὶς εἰς νέωτα στηρίξαι τε καλῶς τὴν ἐκκλησίαν Χριστοῦ καὶ κατακοσμῆσαι θαυμασιώτατα. Μικρὸν γὰρ πρὸς τάδε, πλούτου τε μνημονεύειν, καὶ περιφανείας λέγειν ἀφαίρεσιν, ὅτι καὶ ἀποστόργως πρὸς τὰ τῇδε ἐκ παιδὸς εὐθὺς ἐ͂ιχε, καὶ ἁπαξάπαντα τοῦ μηδενὸς ἠξίου. Οἵ τε δὴ ἄλλως τὴν ἐκκλησίαν στηρίξαντες, πρὸς ἑαυτοὺς ἂν μεθίστων, καὶ τὰ εἰκότα ἐπεσεμνύνοντο πάνυ γε ὡς πλεῖστα περὶ εὐσεβείας καὶ συγγραψάμενον καὶ διδάξαντα· τί δὲ καὶ οἱ τὸν ὑγρὸν καὶ λελυμένον τὸν ἡμέτερον τουτονὶ βίον ἀποστέρξαντες, τὸν δ᾽ ἐρημικὸν ἑλόμενοι καὶ τραχύτερον; οὐκ ἂν δὴ ἐγκαλλωπισθῆναι καὶ οὗτοι συνταχθέντι σφίσιν ἠσπάσαντο; καὶ μάλα ἂν εἰκότως· τίς καὶ γὰρ τοῦδε μᾶλλον τὸν βίον καὶ τὰ τοῦ βίου ἀπέστραπται, καὶ πλείω καὶ μείζω περιεώρακε, καὶ ἁπλῶς τοῦ μηδενὸς διακέκρινεν ἄξια τὰ , τοῖς πολλοῖς τιμώμενα τοῦ παντὸς, καὶ μόνῳ συνέζηκε τῷ σταυρῷ, γυμνὸς ἁπάντων κατηκολουθηκὼς τῷ Χριστῷ;

ξ΄. Οἶμαι δ᾽ ὡς καὶ αὐτὸς ὁ βροντῆς ὑιὸς μετονομασθεὶς, διὰ τὴν ὑψηγορίαν πάντως καὶ τὴν φρικτὴν θεολογίαν, οὐχ ὅπως ἂν ἑαυτῷ καὶ τοῖς καταυτόν τε καὶ σὺν αὐτῷ, συγκαταλεγῆναι χρῆναι τοῦτον ἐπέκρινεν· ἀλλὰ καὶ δι᾽ ἔργου ἂν ἐπεποιήκει, καὶ λόγους εὐλόγους ἐπενηνόχει, καὶ μικροῦ ἐπεμαρτύρατο τὴν ἰσότητα. Ἦ γὰρ οὐ δεόντως ἀκριβῆ καὶ τοῦτον ὡς ἑαυτὸν θεολόγον παρέστησεν; οὐ παρθένον; οὐ τῶν πρὸ ἀιώνων μυστηρίων ἐκφάντορα, καὶ τῶν ἐπ᾽ ἐσχάτων καὶ δι᾽ ἡμᾶς διαπρύσιον ὡς ἁληθῶς κήρυκα; Εἰ δὲ καὶ μὴ ἐπὶ τὸ τοῦ Κυρίου Κυρίου στῆθος ἀναπεσὼν ἔτυχεν, ἀλλὰ τοῖς τοῦ Κυρίου λόγοις ἀνεπαύσατο, κᾀκεῖθεν δὴ καὶ οὗτος ὡς ἐξ ἀκενώτου πηγῆς δαψιλῶς ἄγαν τὴν σοφίαν ἠῤῥύσατο· εἰ μὴ τὴν πάναγνον ἐνεχειρἰσθη καὶ θεομήτορα (ἐπ᾽ ἄλλοις γὰρ διοικονομηθῆναι ταῦτα τοῖς χρόνοις πρὸς τῆς μεγάλης καὶ ἀκαλήπτου προνοίας ἀφώριστο, καὶ οὐ τοῦ κατὰ τὸν μέγαν τοῦτον ἦσαν καιροῦ) ἀλλ᾽ οὖν καὶ ἀνελάβετο τὰ ὑπὲρ αὐτῆς, καὶ ὥσπερ ταύτην ἰδιοποιησάμενος κατεκόσμησε· καὶ οὐχ ὅτι γε πολλὴν ἐπὶ ταύτῃ τὴν αἰδῶ συνετήρησεν, ἀλλὰ καὶ πᾶσιν ἄλλοις ἐνέβαλε· κᾄν εἰ μὴ παρέτυχε τῷ σταυρῷ, ἀλλ᾽ ἠσπάσατο τὸν σταυρὸν, καὶ , παρ᾽ ὅλον τὸν αὐτοῦ βίον μόνον οὐ παρίστατο δι᾽ ἀναπολήσεως· καὶ κατεψηφσμένον ἑώρα τὸν Ἰησοῦν καὶ γυμνὸν ἐπὶ τούτου τὸν Σωτῆρα κρεμάμενον, καὶ τὸ πάθος συνενόει, καὶ τὴν κοινὴν σωτηρίαν ἀνελογίζετο, ὅθεν δὴ καὶ ἐπιμᾶλλον τὴν σάρκα τε ταπεινον καὶ τὸ πνεῦμα συστέλλειν ἐπήρετο. Πλὴν ἀλλ᾽ εἴθ᾽ οὗτος καὶ οἱ σὺν τούτῳ, εἴτε μὴν ἄλλος, ἄλλς, εἴθ᾽ ἕτερος θείου τοῦτον προαγορεύσας χοροῦ, παρὰ διαιτητῇ Θεῷ τὴν νικῶσαν ἠνέγκατο, μόνῳ ἂν Θεῷ καὶ τοῖς περὶ Θεὸν εἴη γνωστόν· ὅτι δὲ καὶ παρὰ Θεῷ καὶ ἐν τοῖς μάλιστα τῶν περὶ Θεὸν τέτακται, ἐξ ὧν τε εἰρήκειμεν καὶ ἐξ ὧν πάνυ δὲ πολλῶν παρελίπομεν, εὔδηλόν τε καὶ γνωριμώτατον.

ξα΄. Τοίνυν δεῦτε δὴ χορὸς εὐσεβῶν, δυσωπήσωμεν καὶ θερμῶς αὐτὸν ἱκετεύσωμεν, μεμνῆσθαι ἡμων πρὸς Θεὸν καὶ ὑπερεντυγχάνειν τούτῳ διηνεκῶς τοῦ κοινοῦ τε ἅμα καὶ τῆς ἐκκλησίας πληρώματος· ὃ καὶ νῦν οὐχ ἤττον ἢ τούτου περιόντος ὁ ἀρχέκακος διενοχλεῖ σατανὰς, καὶ ἰδίᾳ ὑπερηγορεῖν τοῦ καθέκαστα· ὡς καρτίσαι μὲν πάντως κοινῇ ἐις τὴν κατὰ Θεὸν ὁμόνοιάν τε καὶ σύμπνοιαν, ῥυθμίσαι δὲ καὶ ἕνα καθ᾽ ἑαυτὸν ἔκαστον διαλῦσαί τε τὴν ἐπέχουσαν τὸ πᾶν τόδε σκοτόμαιναν, καὶ διασκεδάσαι τὴν καταιγίδα, καὶ τὸ δεινὸν , καταστορέσαι τῆς ἐκκλησίας κλυδώνιον, καὶ ἰδία δ᾽ αὖ καὶ καθ᾽ ἔνα πρὸς εὔδιον καὶ σωτήριον διἳθύναι λιμένα, τὰ τῶν ἐμπαθῶν λογισμῶν κατευνάσαντα κύματα, τὰς βιωτικὰς δῆτα μεριμνὰς, τὰς ἀγρίας τῆς ψυχῆς λαίλαπας, ὑφ᾽ ὧν ὁ κυβενήτης νοῦς περιτρέπεται, καὶ τῶν οἰάκων ἄκων μεθίεται τῆς ἐπιστατικῆς τῶν ψυχικῶν δυνάμεως, καὶ ναυτιᾷ, καὶ ἰλιγγιᾷ, καὶ καθάπαξ ἐξαπορεῖ, καὶ ταῖς ὑπ᾽ αὐτὸν δυνάμεσι συγαταβαπτίζεται, καὶ βυθῷ ἀπωλείας συγκαταδύεται· ἃς σύμπλους μὲν ἔλαχε καὶ πρὸς ἐμπορείαν συνερίθους γαλὴνιον, συνναυαγήσας δέ πως καὶ συμπεριτραπεὶς, ἀπόλλυσί τε καὶ συναπόλλυται.

ξβ΄. Ἀλλὰ δεόμεθά σου, Μάκαρ, καὶ πρό σου τὸν ἱκέσιον, καὶ νῦν μὲν αὐτόθεν τὰ καθ᾽ ἡμᾶς ἴθυνε, καὶ πρὸς σωτηρίαν καθοδήγει, καὶ τῆς θείας ἐδὲμ κατασκήνωσιν, εἰς δὲ αὖθις καὶ μετὰ τὴν ἀνάλυσιν πρόστηθι θερμῶς· ὡς ἄν γε τῆς αἰωνίου μὴ ἀστοχήσαιμεν ἀπολαύσεως, καὶ τῆς ἀκηράτου τρυφῆς μὴ ἐκπέσοιμεν, κᾀμοὶ λιπαρῷ σύγγνωθι, καὶ τῆς ἐγχειρήσεως ἴλαθι· ουδὲ γὰρ ἐξ αὐθαδείας ἢ πρὸς ἐπίδειξιν, ἀλλ᾽ ἐκ πολλῆς ὡς οἶσθα τῆς εὐνοίας καὶ εἰλικρινοῦς τοῦ φίλτρου, ἣν παιδόθεν ἔσχον πρός σε καὶ τὰ σὰ συγγράμματα καὶ πονήματα, τοῖς , περί σού τε λόγοις ἐπεβαλόμην, καὶ τοῦ κατὰ δύναμιν οὐχ ὑστέρησα. Ναὶ σύγγνωθί μοι, καὶ δέξαι τόνδε τὸν λόγον εὐφημητήριόν τε ἅμα καὶ ἱκετήριον, καὶ περίεπε μὲν τῇδε καὶ τὰ ἐικότα κατάρτιζε, ἐν λόγοις, ἐν πράξεσιν, ἐν διανοήμασιν, ἐν βουλεύμασιν ἐπὶ πᾶσί μοι καθάπαξ συνιστάμενός τε καὶ συναιρόμενος· μετὰ δὲ τὴν ἐνθένδε καὶ ἐξ ἀνθρώπων μετάστασιν, ἀντιλήπτωρ θερμὸς ἐπιφάνηθι, καὶ δεξιὸς πρὸς Θεὸν ὑπερήγορος· ὡς ἂν μὴ τῆς κρείττονος γενοίμην λήξεως ἔκπτωτος, καταδικασθεὶς ἐκ τῶν πράξεων, ἀλλὰ συνταχθείην τοῖς τῷ θεανθρώπῳ λόγῳ παραστησομένοις ἐκ δεξιῶν, καὶ τῆς μακαρίας ἐκείνης φωνῆς ἀκούσαιμι, καταξιούσης τῆς παρὰ τοῦ ἀνάρχου πατρὸς κυρωθείσης ἄωθεν εὐλογίας, καὶ μεταδιδούσης τῆς ἀλλήκτου μακαριότητος, χάριτι καὶ φιλανθρωπίᾳ αὐτοῦ τε τοῦ ἀγεννήτου Πατρὸς, καὶ τοῦ συναἳδίου Υἱοῦ, καὶ τοῦ παναγίου καὶ ἀγαθοῦ καὶ ζωοποιοῦ Πνεύματος, τῆς μιᾶς ἐξουσίας, τῆς μιᾶς βασιλείας, τῆς μιᾶς καὶ φύσεως καὶ θεότητος, ᾗ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

20181205 165004

Ιερά Μητρόπολη

Καισαριανής Βύρωνος & Υμηττού

Φορμίωνος 83

16121, Καισαριανή

Τηλ. : 210 7224123 - 210 7237133

Fax : 210 7223584

email :info@imkby.gr

ΤΟΠΟΘΕΣΙΑ ΙΕΡΑΣ ΜΗΤΡΟΠΟΛΕΩΣ

images