Παρασκευή, 29 Μαρτίου 2024

Θεοφάνους Κεραμέως

 Ὁμιλία κε΄

«Εἰς τὴν τοῦ δικαίου Λαζάρου ἀνάστασιν»

 

(J.P. Migne, Patrologia Graeca, t. 132, 512Α-542Α)

Πολλὴν πανδαισίαν ἡμῖν ὁ ἐπιστήθιος εὐαγγελιστὴς προτίθησι σήμερον τοῦ δικαίου Λαζάρου τὴν ἀναβίωσιν, ὡς μὲν ἄρτον προτιθεὶς τὸ καθ’ ἱστορίαν διήγημα, ἀντὶ δὲ καρυκευμάτων ταῖς θεολογικαῖς ἐννοίας, ἐφηδύνας τὴν τράπεζαν. Ἐπιτείνοντες τοίνυν νηφόντως καὶ ἀκοὴν, καὶ διάνοιαν, ὡς ἀγαθοὶ δαιτύμονες, ἁρπαλέως τῶν νοητῶν ἐδεσμάτων κατα-

τρυφήσωμεν. Ἡ μὲν οὖν τοῦ θαύματος ἀκριβεστέρα διήγησις καιροῦ καὶ λόγου δεῖται μακροῦ. Ἡμεῖς δὲ τὰ πολλά παρέντες, καὶ ὅσα οἱ πρὸ ἡμῶν ἐξηγήσαντο, τῶν καιριωτέρων ἁψώμεθα.

Τῷ καιρῷ ἐκείνῳ « Ἦν τις ἀσθενῶν Λάζαρος ἀπὸ Βηθανίας ἐκ τῆς κώμης Μαρίας καὶ Μάρθας. Ἀκριβεστέρᾳ τινὶ ἀκολουθία ὁ εὐαγγελιστὴς ἐνταῦθα ἐχρήσατο, καὶ τῆς κώμης τῆν κλῆσιν, καὶ τοῦ νοσοῦντος, καὶ τῶν συναιμόνων ἀφηγησάμενος, ὅπερ οὐκ ἐν ἄλλῳ πεποίηκε θαύματι  καί μοι δοκεῖ διαστολὴν ἐκ τούτων ποιεῖσθαι τοῦ Λαζάρου τοῦ πένητος περὶ οὗ Λουκᾶς ὁ θειότατος ἐν ταῖς παραβολαῖς ἀφηγήσατο μᾶλλον δὲ ἐπειδὴ ἔθος τῷ παρόντι εὐαγγελιστὴ ἀπὸ τῶν αἰσθητῶν ἄρχεσθαι, καὶ τὸν λόγον μετάγειν ἠρέμα πρὸς τὰ ὑψηλότερα, ὡς ἐν τῷ τῆς Σαμαρίτιδος, καὶ τῷ κατά τὸν τυφλὸν διηγήματι, ὑποτίθησι. κἀνταῦθα καὶ νοητῶς ἐκλαβεῖν τὸ ἱστορικῶς γεγονός. Δηλωθήσεται τοίνυν ἐκδηλότερον, τί διὰ τοῦ Λαζάρου, καὶ τῆς κώμης καὶ τῶν ἑξῆς προσήκει νοεῖν. Ἔσται δὲ τοῦτο σαφὲς ,εἰ τῶν ὀνομάτων τὴν ἑρμηνείαν διαλέκτῳ Ἑλληνίδι δηλώσωμεν. Λάζαρος τοίνυν βοηθούμενος ἑρμηνεύεται Βηθανίᾳ δὲ οἶκος δόξης καί ὑπακοῆς. Ἡ μὲν οὖν Βηθανία τῆς περιγείου ταῦτης λήξεως ἔστιν ἀπεικόνισμα, ἐν ταύτῃ γὰρ τοῦ Θεοῦ παῖς τὴν ἰδίαν δόξαν τοῖς ἀνθρώποις ἐγνώρισεν. Ὁ δὲ Λάζαρος τὴν ἡμετέραν φύσιν αἰνίττεται, ἥτις γέγονε τῆς τοῦ Θεοῦ βοηθείας ἐπιδεὴς. Αὕτη τῇ νόσῳ τῆς παρακοῆς ὑποπεσοῦσα, κλινήρης ἐγένετο τῇ ἐπαυξήσει τῆς ἁμαρτίας τῷ τῆς ἁμαρτίας θανάτῳ παραδοθεῖσα. Συνάδει δὲ τῇ θεωρίᾳ καὶ τὸ φίλον εἶναι τοῦ Κυρίου τὸν Λάζαρον αὐτὸς γὰρ τοῖς ἱεροῖς ἔλεγεν ὁπαδοῖς «Ὑμεῖς φίλοι μοῦ ἐστε. » Καὶ τὸ γραφικὸν αἴνιγμα τὸ λέγον Τῶν τοῦ ἐχθροῦ φιλημάτων αἱρετώτερα τοῦ φίλου τὰ τραύματα τοῦτο δίδωσιν ἐννοεῖν, φίλον μὲν ἡμῶν τὸν Θεὸν, τραύματα δὲ αἱ πρὸς σωτηρίαν παιδεῖαι εἰς κόλασιν τῆς σαρκὸς ἐπαγόμεναι.

Ἦν δὲ Μαρὶα ἡ ἁλείψασα τὸν Κύριον μύρῳ, καὶ ἐκμάξασα ταῖς θριξὶν αὐτῆς τοὺς πόδας αὐτοῦ, ἧς ὁ ἀδελφὸς Λάζαρος ἠσθένει. Τι μὲν τὸ μύρον ἐδήλου, καὶ ἡ τούτου προσένεξις, καὶ τὸ ἐκμάξαι τοὺς πόδας διὰ τῶν τριχῶν, ἐν τοῖς ἑπομένοις ῥηθήσεται, νῦν δὲ τῆς ἱστορίας ἀρξώμεθα. ᾿Επεὶ οὖν ἔμελλε μετὰ μικρὸν μνημονεῦσαι τῆς τοῦ μύρου ἁλείψεως, προληπτικῶς ἐνταῦθα περὶ τοῦ μέλλοντος προσημαίνεται.

«Ἀπέστειλαν οὖν αἱ ἀδελφαὶ αὐτοῦ λέγουσαι Κύριε, ἴδε, ὅν φιλεῖς, ἀσθενεῖ. Τὶ δὴποτε οὐκ αὐταὶ παραγίνονται, αὐτάγγελοι τῆς πρεσβείας γενόμεναι; Σφόδρα τεθαῤῥηκυῖαι ἦσαν, πολλὴν ἔχουσαι πρὸς Χριστὸν οἰκειότητα. Τοῦτο γὰρ ἔδειξαν καὶ διὰ τῆς περιπαθοῦς ἐκείνης φωνῆς Κύριε, ἴδε, ὅν φιλεῖς, ἀσθενεῖ. Μονονουχὶ γὰρ ἀσχάλλουσιν, ἐκπληττόμεναι πῶς Δεσποτικοῦ φίλου νόσος καθήψατο. Ἑώρων δὲ καὶ τὸν ἀδελφὸν τῷ θανάτῳ κατὰ βραχὺ γειτνιάζοντα. ᾿Εδεδοίκεσαν οὖν μὴ τῆς ἐσχάτης ἐκείνου ἀπολειφθεῖεν φωνῆς τε καὶ ὄψεως. Ἴσως δὲ καὶ ἡ ἐν τῇ ἐρήμῳ τοῦ Σωτῆρος διατριβὴ τὸν ὄκνον αὐταῖς ἐνεποίησεν οὐ γὰρ ἐν πόλει τότε, ἀλλὰ πέραν Ἰορδάνου διέτριβε. Πλὴν ἀλλ' ἐλέγχονται κατὰ πολὺ διαμαρτοῦσαι τοῦ τελείου καὶ πρέποντος. Ἐχρῆν γὰρ αὐταῖς ζηλῶσαι τὴν Σουναμίτιδα ἤ καὶ τεθνηκότος ἤδη τοῦ παιδὸς οὔτ᾿ ἀπήλ πισεν, οὔτ᾿ ὤκνησε δραμεῖν πρὸς τὴν Κάρμηλον.

Ἀκούσας δὲ ὁ Ἰησοῦς εἶπεν Αὕτη ἡ ἀσθένεια οὐκ ἔστι πρὸς θάνατον, ἀλλ' ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ, ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ ἀνθρώπου δι' αὐτοῦ. Καὶ μὴν πρὸς θάνατον ἔληξε πῶς οὖν εἶπεν Οὐκ ἔστι πρὸς θάνατον; Ἀλλ' οὖν οὐκ ἦν ἀκόλουθον θάνατον ὀνομάσαι τὴν πρὸς βραχὺ ἀποβίωσιν. Ἆρ' οὖν διὰ τὸ δοξασθῆναι τὸν Θεὸν τέθνηκε Λάζαρον ; Οὔμενουν. ᾽Αλλ' ὁ μὲν ἀναγκαίως ἀπεβίω φυσικῶς, τοῦ θανάτου συνημμένου τῇ φύσει πρόφασις δὲ θεϊκῆς δόξης ὁ θάνατος γέγονε. Τὸ γὰρ, ἵνα, ἐνταῦθα οὐκ αἰτιολογικὸν ἐστιν, ἀλλ' ἐκ τῆς ἐκβάσεως. Πολλαχοῦ δὲ χρῆται ἡ Γραφὴ τούτῳ τῷ σχήματι. Ὁ μὲν γάρ προφήτης      « Τετύφλωκε, φησὶν, αὐτῶν τὰς διανοίας, ἵνα βλέποντες μὴ βλέψωσι καὶ Ἀπόστολος « Νόμος εἰσῆλθεν, ἵνα πλεονάσῃ τὸ παράπτωμα. Καὶ πολλαχοῦ τις εὕροι ἐκ τοῦ ἀποβάντος λεγόμενα. Δόξαν δὲ λέγει τὴν ἐκ τοῦ διεγεῖραι τὸν θνήξαντα. Οὐ γὰρ τοσούτου θαύματος ἦν νοσοῦντα τοῦτον ἰάσασθαι, ὅσον ἀναγαγεῖν τεθνειῶτα πρὸς ἀναβίωσιν. Τριχῶς δὲ λαμβάνεται ἡ ἀσθένεια ἀσθενὴς γάρ λέγεται καὶ ὁ ἀπαγὴς πρὸς πίστιν, καὶ οἷον κλονούμενος, περὶ οὗ φησιν ὁ Ἀπόστολος  Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε. ᾿Ασθένεια καὶ ἡ σωματικὴ νόσος, ὥσπερ ἐνταῦθα  Ἴδε, ὃν φιλεῖς, ἀσθενεῖ,  καὶ αἱ κατὰ τῶν ἁγίων ἐπιβουλαὶ, καὶ διωγμοὶ παρὰ τῶν ἐχθρῶν, καθὼς ὁ Κύριος τῷ Παύλῳ φησίν Ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Σκόπει οὖν ὡς ἐνταῦθα ἰσχνῶς πάντα ἐδήλωσε τὸ περὶ τὴν εἰς αὐτὸν πίστιν τῶν μαθητῶν καὶ τὸ τῶν γυναικῶν ἀπαγὲς, τοῦ Λαζάρου τὴν νόσον, τὴν τῶν Ἰουδαίων ἐπιβουλὴν,  ἅ δὴ πάντα γεγόνασι πρὸς δόξαν αὐτοῦ. Οἱ τε γὰρ μαθηταὶ καὶ τοῦ Λαζάρου αἱ σύγγονοι πρὸς τὴν πίστιν ἐβεβαιώθησαν, καὶ ὁ θανὼν ἀνεβίω, καὶ τὸ διὰ σταυροῦ ἐκυρώθη μυστήριον. Δόξαν γὰρ τοῦ Υἱοῦ τοῦ ἀνθρώπου ἐδήλωσε μὲν καὶ ἐκ τοῦ ἐγεῖραι τὸν θνήξαντα οὐ γὰρ τοσαύτης ἦν δόξης τὸ νοσοῦντα τοῦτον ἰάσασθαι, ὅσον ἀναστῆσαι τεθνεῶτα τετραήμερον. Μυστικῶς δὲ τὴν τοῦ σταυροῦ ἐσήμηνε, περὶ ἧς ἔλεγε Νῦν ἐδοξάσθη ὁ Υἱὸς τοῦ ἀνθρώπου. Πρόφασις γὰρ τοῖς Ἰουδαίοις τῆς μείζονπς λύπης καὶ κατὰ τοῦ Σωτῆρος ἐπιβουλῆς τὸ θαῦμα γέγονε τὸν κατὰ τὸν Λάζαρον. Ὡς δὲ ἐγὼ, οἶμαι, περὶ τῆς ἀνθρωπίνης φύσεως ταῦτα λαλεῖ. Ἡ γὰρ ἐπισυμβᾶσα διὰ τῆς παρακοῆς παντὶ τῷ γένει ἀσθένεια τὴν δόξαν τῆς τοῦ Θεοῦ σαρκώσεως προεξένησε δόξα γὰρ τῷ ὄντι αὐτῷ ἡ τοσαύτη γέγονε συγκατάβασις.

«Ἡγάπα δὲ ὁ  Ἰησοῦς τὴν Μάρθαν, καὶ τὴν ἀδελφὴν αὐτῆς, καὶ τὸν Λάζαρον. Ὁ μὲν εὐαγγελιστὴς, ἅτε διαφορὰν ἀγάπης καὶ φιλίας εἰδὼς, καὶ ὅτι τῷ μὲν Θεῷ οἵα τελείῳ, μᾶλλον δὲ ὑπερτελείῳ, τὸ τέλειον σύνεστιν ἡ ἀγάπη, τάχα δὲ καὶ αὐτός ἐστιν ἡ ἀγάπη, ὡς ἐν τῇ καθολικῇ διετράνωσεν ἡμῖν δὲ μάλιστ᾽ ἂν γένοιτο κἂν πρὸς φιλίαν τὴν ἐκείνου ἐλθεῖν.

Τοῦτ᾽ εἰδὼς, ἀτρεκῶς φησιν Ὡς ἠγάπα ὁ Ἰησοῦς τὸν Λάζαρον, καὶ τὰς συγγόνους αὐτοῦ Μάρθα δὲ καὶ Μαρία, ὡς ἀτελεῖς ἔτι τυγχάνουσαι  Ἴδε, ὃν φιλεῖς, ἀσθενεῖ.» Οὐ γὰρ ἥδεισαν ἀγάπης καὶ φιλίας διαφοράν. Οὕτω καὶ 'Ιουδαῖοι δακρύσαντα τεθεακότες τὸν Κύριον «Ἴδε, εἶπον, πῶς ἐφίλει αὐτὸν.

Ὡς οὖν ἤκουσεν, ὅτι ἀσθενεῖ,τότε μὲν ἔμεινεν ἐν ᾧ ἦν τόπῳ, δύο ἡμέρας ἔπειτα μετά τοῦτοι λέγει τοῖς μαθηταῖς αὐτοῦ. Ἄγωμεν εἰς τὴν Ἰουδαίαν πάλιν. Λέγουσιν αὐτῷ οἱ μαθηταί  Ῥαββὶ, νῦν ἐζήτουν σε οἱ Ἰουδαῖοι λιθάσαι, καὶ πάλιν ὑπάγεις ἐκεῖ; Δύο ἡμέρας προσμένει, χώραν διδοὺς τῇ φύσει ἐνεργῆσαι τὸ ἴδιον ὡς ἄν ἐπ᾽ ἀδείας τοῦ θανάτου κατακρατήσαντος, δειχθῇ τὸ θαῦμα παραδοξότερον. Εἰ γάρ εὐθὺς εἰς Βηθανίαν ἐξώρμησεν, οὐκ ἦν εἰκὸς τεθνάναι τὸν Λάζαρον. Καὶ γὰρ ἀμήχανον, τῆς ζωῆς παρούσης, ἔνεργον ὀφθῆναι τὸν θάνατον. Οἱ τοίνυν μαθηταὶ ἀκούσαντες τό Ἄγωμεν εἰς τὴν Ἰουδαίαν, καὶ δεδοικότες, μὴ τῆς τῶν Ἰουδαίων λύττης ἔργον ὁ διδάσκαλος γένηται, ἀντειπεῖν μὲν οὐκ ἐθρασύνθησαν, ἐν προσποιήσει δὲ ὑπομνήσεως ἀπεῖρξαι τοῦτον ὁρμῆς ἐπειράθησαν, πιθανῶς δῆθεν ἐπιχειρίσαντες Ῥαββὶ, νῦν ἐζήτουν σε οἱ Ἰουδαῖοι λιθάσαι, καὶ πάλιν ἐκεῖ; Τί οὖν ὁ Σωτήρ; Διὰ τῶν αἰσθητῶν πάλιν ἀνάγει τὸν νοῦν αὐτῶν εἰς τὰ ὑψηλότερα, λέγων αὐτοῖς.

Οὐχὶ δώδεκα ὧραί εἰσι τῆς ἡμέρας ; Ἐάν τις περιπατήσει ἐν τῇ ἡμέρα, οὐ προσκόπτει, ὅτι τὸ φῶς τοῦ κόσμου τούτου βλέπει ἐάν δέ τις περιπατεῖ ἐν τῇ νυκτὶ-, προσκόπτει, ὅτι το φῶς ἐν αὐτῷ οὐκ ἐστιν. » Ὅ λέγει τοιοῦτόν ἐστιν Ὑμεῖς μὲν κατωῤῥωδήκατε, νομίζοντες ὑπὸ Ἰουδαίων κατα- λευσθῆναί με, κατὰ πολὺ δὲ τοῦ εἰκότος στοχασμοῦ ἐκπεπτώκατε. Εἰ γὰρ τῆς ἡμέρας εἰς δώδεκα ὥρας διαιρουμένης, ὁ ἐν αὐτῇ περιπατῶν εὐστιβήτως διέρχεται, ἀπρόσκοπτον καὶ ἀσφαλῆ πορείαν ποιούμενος, πῶς ὑμεῖς περὶ ἐμοῦ τοῦ φωτὸς τοῦ κόσμου πεφρίκατε; Εἰ γὰρ τὸ αἰσθητὸν φῶς τοὺς αὐτὸ βλέποντας ἀπροσκόπτους τηρεῖ, κατὰ πολὺ τὸ ἀληθινὸν καὶ θεῖον φῶς ἀνώτερον ἔσται τῆς τῶν λίθων βολῆς. Αὕτη μὲν ἡ κατὰ τὸ φαινόμενον διάνοια τοῦ ῥητοῦ, χρὴ δὲ ἡμᾶς καὶ τὸ ἔνδον κατοπτεῦσαι ἀπόῤῥητον. Ὅτι γὰρ βαθύτερόν τι ὁ λόγος αἰνίττεται, δείκνυσι τοῦ πράγματος τὸ παράλογον οὔτε γὰρ ἐν νυκτὶ βαδίζων ἐξ ἀνάγκης προσκόπτει, οὔτε πᾶς ἐν ἡμέρᾳ περιπατῶν μένει ἀπρόσκοπτος ἐπειδὴ γὰρ τῇ μὲν ἡμέρᾳ ὥρας ἀπένειμε, τῆς δὲ νυκτὸς μνησθεὶς, ὡρῶν ὅλως οὐκ ἐμνημόνευσε, τὸ μέλλον τῷ λόγῳ ἐσκιογράφησεν, ἡμέραν μὲν καὶ φῶς καλῶν ἑαυτὸν, καθ᾽ ὅ δὴ καὶ υἱοὶ φωτὸς καὶ ἡμέρας οἱ πιστοὶ ὀνομάζονται καὶ τάχα περὶ ταύτης τῆς ἡμέρας ἔλεγεν ὁ Δαβίδ Ἡμέρας οὐ φοβηθήσομαι καὶ περὶ τούτου τοῦ φωτὸς ὁ αὐτὸς εἶπεν εὐαγγελιστής« Τὸ φῶς ἐν τῇ σκοτείᾳ φαίνει » Δώδεκα δὲ ὧραι οἱ μαθηταὶ, οἷς τὸ κήρυγμα ἐνεπίστευσεν. Ὁ γοῦν ἐν τῷ φωτὶ τοῦ Σωτῆρος καὶ τῷ κηρύγματι τῶν μαθητῶν τοῦ βίου διανύων ὁδὸν, οὐ σφαλήσεται. Φῶς δὲ τοῦ κόσμου τούτου καὶ τὴν εἰς αὐτὸν πίστιν ὠνόμασεν, ὡς κατὰ τόνδε τὸν κόσμον ἐνεργουμένης τῆς πίστεως. Νὺξ δ᾽ ἂν εἴη ὥρας μὴ ἔχουσα ἡ τῆς ἀπιστίας σκοτόμαινα, καθ' ἥν ἐάν τις περιπατεῖ, προσκόπτῃ, τὰς τῆς ψυχῆς βάσεις συνθλώμενος τῇ ἀντιτυπία τοῦ ἐκρογωνιαίου λίθου Χριστοῦ, ὅς ὠνομάσθη λίθος προσκόμματος. Ταῦτα δὲ λέγων ὁ Κύριος πλαγίως πως τοῦ Ἰούδα καθάπτεται ἀσυνέτως λειποτακτήσαντος, καὶ τῶν ὡρῶν τῆς νοητῆς ἡμέρας, ὧν ἦν συναρίθμιος, ἑαυτὸν ὑπεκστήσαντος, ἐν τῷ σκότει δὲ τῆς φιλαργυρίας βαδίσαντος, καὶ διά τοῦτο ἀθλίως προσκόψαντος. Καὶ μετὰ τοῦτο εἶπε Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται, ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν. Τὴν ἀναγκαίαν αὐτοῦ πρὸς Ἰουδαίους ἄφιξιν δηλο-

ποιεῖ, ὡς εἴη τοῦ Λαζάρου ἡ κοίμησις. Δεικνὺς δὲ καὶ τὸ τῆς ἀναστάσεως εὐχερὲς, καὶ ὅτι ὡς ὕπνος αὐτῷ συνέβη ὁ θάνατος μικρὸν τοῦ συνήθους μακρότερος Λάζαρος, εἶπε, κεκοίμηται. Καὶ γὰρ οὐχ οὕτω τινὶ ῥάδιον ἐξυπνίσαι καθεύδοντα, ὅσον εὔχερες ἐκείνῳ ἐγεῖραι τεθνήξοντα σύνηθες δὲ καθεύδοντα καλεῖν τὸν ἀναβιώσεσθαι μέλλοντα. Οὕτω γὰρ εἶπε καὶ περὶ τὸ τοῦ Ἰαείρου θυγάτριον, οὐκ ἀπέθανεν, ἀλλά καθεύδει. Ἀδαεῖς δὲ ὄντες οί μαθηταὶ τοῦ ὕπνον τὸν θάνατον λέγεσθαι Εἰ κεκοίμηται, εἶπον, σωθήσεται τάχα που καὶ προφητεύοντες σωτηρίας γὰρ αὐτῷ πρόφασις ὁ θάνατος γέγονε.

«Τότε γοῦν ἀπαρακαλύπτως αὐτοῖς λέγει Λάζαρος ἀπέθανε. Σκόπει δὲ πῶς διὰ πάντων τῶν τῆς ίστορίας ρημάτων τὰ τῆς θεωρίας παρέσπαρται. Ὁπηνίκα γὰρ ἔλεγε κοιμηθῆναι τὸν Λάζαρον, φίλον αὐτὸν κατωνόμαζε   Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται.» Ἡνίκα δὲ εἶπεν, Ἀπέ0ανεν, ἁπλῶς ἐκάλεσε Λάζαρον. Τοῖς μὲν γὰρ οὖσι φίλοις Χριστοῦ, ὕπνος ὁ θάνατος καὶ ἀνάπαυσις γίνεται. Οἷς δὲ θάνατος ἐστιν ὁ τοῦ σώματος χωρισμὸς διὰ φαυλότητος βίου, οὗτοι ἀνάξιοι κληθῆναι φίλοι Θεοῦ.

Καὶ χαίρω δι' ὑμᾶς ὅτι οὐ παρήμην ἐκεῖ. Χαίρω, φησὶν, ὑμῶν ἕνεκα τὸ γὰρ μὴ παρεῖναί με ἐν Βηθανίᾳ μείζονος πίστεως ὑμῖν ἔσται πρόφασις.

Καὶ εἰκότως παρὼν γὰρ ἰάσατο ἀῤῥωστοῦντα, καὶ τὸ μέγα τοῦτο θαῦμα διεκωλύετο. Ἄθρει δὴ ὅπως διὰ τοῦ λόγου τὸ διττὸν τῶν ἐν αὐτῷ φύσεων δείκνυσι. Τὸ μὲν γὰρ προειπεῖν, ὡς ᾿Απέθανε Λάζαρος, τῆς Θεότητος ἦν, τὸ δὲ Οὐκ ἤμην ἐκεῖ, τῆς σαρκός.

Εἶπεν οὖν Θωμᾶς ὁ λεγόμενος Δίδυμος τοῖς συμμαθηταῖς Ἄγωμεν καὶ ἡμεῖς, ἵνα ἀποθάνωμεν μετ᾿ αὐτοῦ. Ὁ μὲν πάνσοφος καὶ μέγας Χρυσόστομος ταῦτα φάναι φησὶ τὸν Θωμᾶν δειλιῶντα, καὶ οἷον ἀσχάλλοντα. ᾿Επεὶ δὲ, φησὶν, οὗτος θανατᾷ, καὶ οἷον αὐτόμολος ἐπὶ τὸν κίνδυνον ἵεται, πληρώσωμεν αὐτοῦ τὸ βούλημα καὶ συναποθάνωμεν αὐτῷ. Οὕτω μὲν ὁ τὴν γλῶτταν χρυσοῦς ὁ δὲ τῶν μεταφράσεων γλυκὺς συγγραφεὺς παῤῥησίας εἶπε τὸν λόγον εἶναι δηλωτικὸν τῶν γὰρ ἄλλων μαθητῶν πτοουμένων  θάρσος αὐτοῖς ἐντίθησιν ὁ Θωμᾶς. Ἐμοὶ δὲ δοκεῖ

ἀσθενέστερα μὲν τῆς πρεπούσης πίστεως φθέγγεσθαι, πολλήν γε μὲν ἐνδεικνύντα τὴν πρὸς τὸν Διδάσκαλον εὔνοιαν. Ἦν μὲν γὰρ ἀπιστίας τὸ οἴεσθαί τι πεἰςεσθαι δεινὸν συνόντας αὐτῷ, γενναίου γε μὴν λήματος τὸ προθυμοποιεῖσθαι συναποθανεῖν τῷ καθηγητῇ. Θαρσοποιεῖ γὰρ τοῦς συμφοιτητὰς τοῦ νοσφισμοῦ τοῦ Διδασκάλου τὸν μὲν αὐτὸν θάνατον προτιμήσασθαι.

᾿Ελθὼν οὖν ὁ Ἰησοῦς εὗρεν αὐτὸν τέσσαρας ἡμέρας ἤδη ἔχοντα ἐν τῷ μνημείῳ. » Δύο προσμείνας ἡμέρας, καὶ οὕτω μηνύσας τοῖς μαθηταῖς τοῦ Λαζάρου τὸν θάνατον, ἐν ἄλλαις δυσὶ τὴν Βηθανίαν κατέλαβεν εἶδεν αὐτὸν τεθρήμερον ἐν τῷ μνήματι κείμενον, δεικνύντος τοῦ πράγματος την γεγονυῖαν ἐκ Θεοῦ τοῖς ἀνθρώποις ἐπίσκεψιν. Ὡς γὰρ ἐν τέσσαρα! τισιν ἡμέραις παραχωρήσας τὴν φύσιν ἡμῶν ἐν τῇ ἀναισθησία κεῖσθαι τῆς ἀσεβείας, πάλιν αὐτὴν ἐπεσκέψατο. Νοοῖντ' ἂν ἡμέραι τέσσαρες, μία μὲν ὁ ἀπὸ τοῦ ᾽Αδαμ χρόνος, ὁ μέχρι τῆς δι᾿ ὕδατος τῆς γῆς καταλύσεως, μεθ᾿ ἥν ὁ τῷ Νῶε δοθεὶς νόμος ἄχρι τοῦ Ἀβραάμ δευτέραν εἰργάσατο. Εἴτα ἡ τῆς περιτομῆς ἐντολή, ὡς ἡμέρα τρίτη ἐπέλαμψε. Ταύτην δὲ ὁ Μωσαϊκὸς νόμος ἄχρι Χριστοῦ διεδέξατο. ᾿Εν ταύταις οὖν ταῖς τέσσαρσιν ἡμέραις τῷ τάφῳ τῆς ἀπιστίας ἡ φύσις ἠμῶν ἐπεκράτητο.

Ἦν δὲ ἡ Βηθανίᾳ ἐγγὺς τῶν Ἱεροσολύμων ὡς ἀπὸ σταδίων δεκαπέντε. Ἄριστα καὶ τὴν ἀπὸ Ἱερουσαλὴμ εἰς Βηθανίαν σαφηνίζει ἀπόστασιν, ὡς πεντεκαίδεκα σταδίοις ἀπῴκιστο  δεικνὺς ὡς ἐγγὺς οὔσης τῆς κώμης, πολλοὶ τῶν Ἰουδαίων εἰς παραμυθίαν τῶν γυναικῶν ἐληλύθεισαν. Ἦσαν γὰρ εὐγενεῖς καὶ περίφημοι, πατρὸς μὲν Φαρισαίου τοῦ Σίμωνος, τὴν δὲ κατὰ νόμον ἀκριβῆ πολιτείαν φυλάτττουσαι. Ἦν δὲ καὶ ἐπάναγκες τοῦτο γενέσθαι, ἵνα τὸ θαῦμα πολλοὺς ἓξῃ μάρτυρας. Τάχα δὲ καὶ ἐπειδὴ ἡ Βηθανία ἡμῖν ὁ κόσμος οὗτος νενόηται, κατὰ τὸν τῆς ἀναγωγῆς λόγον, Ἱερουσαλὴμ δὲ ἡ ἄνω μητρόπολις, περὶ ἧς τὰ δεδοξασμένα ἐλαλήθη, ἀφ᾿ ἧς ἐκπεσοῦσα ἡ τῶν ἀνθρώπων φύσις τῇ ἁμαρτία νενέκρωτο, εἰς ἥν ἧκεν ὁ Κύριος μετὰ τὰς νοηθεἰςας ἡμέρας τέσσαρας, ὡς δεδήλωται, δείκνυσι μυστικῶς καὶ τὴν μεταξὺ διάστασιν τῶν νοητῶν καὶ τῶν αἰσθητῶν, ἐν οἷς γεγόναμεν, ἢ μᾶλλον τὰ αἴτια τὰ ἐκ τοῦ Θεοῦ ἡμᾶς διαστήσαντα. Αἱ γὰρ ψυχικαὶ δυνάμεις ὁλοσχερῶς ὑποκύψασαι πρὸς τὴν αἴσθησιν, διέστησαν ἡμᾶς τῆς νοητῆς Ἱερουσαλήμ. Τρεῖς δὲ πάντως τῆς ψυχῆς αἱ δυνάμεις πενταδικὴ δὲ ἡ αἴσθησις, ὧν σύμβολον ἐναργὲς, τὰ πέντε καὶ δέκα στάδια εἰς τρεῖς πεντάδας ποσούμενα. Τὰ δὲ τοσαῦτα στάδια, δύο γίνονται μίλια, εἰ τὴν ὑλικὴν δυάδα σημαίνουσαι, καθ᾿ ἥν τὰ αἰσθητὰ τῶν νοητῶν ἀποικίζονται. Ἀστεῖον δὲ δήπου κἀκεῖνο λογίσασθαι, ὡς ἐπειδὴ μεταξὺ τῆς Λαζάρου ἀναβιώσεως, καὶ τῆς τοῦ Χριστοῦ ἀναστάσεως, πέντε καὶ δέκα ἡμέραι παρέδραμον ὧν ἡ μὲν ἐν Βηθανία, ἡ δὲ τοῦ Σωτῆρος ἐν Ἱερουσαλὴμ γέγονε, ταύτας διὰ τῶν σταδίων ἠνίξατο.

Ἡ οὖν Μάρθα, ὠς ἤκουσεν ὅτι Ἰησοῦς ἔρχεται, ὑπήντησεν αὐτῷ, Μαρία δὲ ἐν τῷ οἴκῳ ἐκαθέζετο. Τί δήποτε οὐ παραλαμβάνει καὶ τὴν ἀδελφὴν ἡ Μάρθα μεθ᾿ ἑαυτῆς, πρὸς τὴν τοῦ Κυρίου ἀπάντησιν; Ἐβούλετο κατ᾿ ἰδίαν αὐτῷ ἐντυχεῖν, ὡς ἂν οὖν μὴ καὶ τῆς Μαρὶας ἐλθούσης, οἱ συνελθόντες Ἰουδαῖοι συνέψωνται, οἳ δὴ ἀπεχθῶς πρὸς τὸν Σωτῆρα διέκειντο, ἠρέμα πως ὑπὲξεισι μόνη τὴν ἀπάντησιν κλέψασα πλὴν ἀλλ᾽ οὐδὲ τοῦτο μυστικῆς θεωρίας ἐστιν ἐπὶδεκτον. Ἐπειδὴ γὰρ Μαρία μὲν εἰς τὴν θεωρίαν ἐκλαμδάνεται, Μάρθα δὲ εἰς τὴν πρᾶξιν (οὕτω γὰρ καὶ τοῖς πρὸ ἡμῶν διδασκάλοις νενόηται), δείκνυσιν, ὡς ἡ πρᾶξις προτέρα πλησιάζει Θεῷ κατ᾽ ἐνέργειαν. κἂν γνῶσις πολλάκις ὁξυοποῦσαπροέρχοιτο. ᾿Αλλὰ τί πρὸς τὸν Κύριον εἶπεν ἡ Μάρθα προσυπαντήσασα;  Κύριε, εἰ ἧς ὧδε, οὐκ ἂν ἐτεθνήκει ὁ ἀδελφός μου.  Ὁρᾷς ὅπως τὴν πίστιν ἁβέβαιον ἐσχηκυῖα περικραδαίνεται; Τὸ μὲν γὰρ, Εἰ παρῆν οὐκ ἄν ἐτεθνήκει αὑτῆς ὁ ἀδελφὸς, πιστεύει. Τὸ δ᾽, ὅτι ὡς Θεὸς παρῆν στανταχοῦ, ἀπιστεῖ. Καὶ τὸ μὲν, ὅσα ἂν αἰτήσηται τὸν Θεὸν λαμβάνει, ὁμολογεῖ μικροπρεπῆ φρονοῦσα περὶ αὐτοῦ, τὸ γε μην ἀναστῆναι τὸν ἀδελφὸν αὐτῆς, ἀπιστεῖ. Εἰπόντος γὰρ τοῦ Κυρίου, ὅτι Ἀναστήσεται ὁ ἀδελφός σου, ᾿Αναστήσεται, φησὶν, ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ βεβαιωθήσεται δὲ μικρὸν ὕστερον, καὶ ὁμολογήσῃ Θεόν εἰ μὴ κἀνταῦθα περὶ τῆς κοινῆς ἀναστάσεως λέγει φύσεως, ἥν εἰκονίζειν τὸν Λάζαρον εἴπομεν. Αὕτη γὰρ ἀναστήτεται πάντως ἐν τῇ ἐσχάτῃ ἡμέρα τὴν φθορὰν ἀπορρίψασα διὰ τοῦτο γὰρ ὁ Κύριος κοινήν ἐποιήσατο τήν ἀπόφασιν. Ἐγώ εἰμὶ ἡ ᾿Ανάστασις καὶ ἡ Ζωή  ὁ πιστεύων εἰς ἐμὲ, κἄν ἀποθάνῃ, ζήσεται. Γέγονε γὰρ τῷ ὄντι ἀνάστασις καὶ ζωή τῆς πεπτωκυίας φύσεως τοῦ τῆς ἁμαρτίας θανάτου ταύτην ῥυσάμενος. Ὁ πιστεύων εἰς αὐτὸν, κἄν τὴν σωματικήν ταύτην ἀναγκαίως ὑποίσηται τελευτὴν, ἀλλὰ ζήσεται καρίαν ἐκείνην ζωὴν, καὶ τὸν ψυχικὸν οὐ τεθνήξεται  θάνατον. Διὰ τούτων δὲ ἀναιρεῖ καὶ τὸ μὴ λελογισμένως τὴν Μάρθαν εἰπεῖν Οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν Θεὸν. δώσει σοι. Εἰ γὰρ αὐτός ἐστιν ἡ ᾿Ανάστασις καὶ ἡ Ζωὴ, οὐ δεῖται πάντως αἰτήσεως. Καταπλάγηθι οὖν τοῦ Σωτῆρος τὴν ἄρρητον δυναμιν πῶς ἅμα τῷ λόγῳ τοσαύτην ἐνέσταξε γνῶσιν ἐν τῇ τῆς Μάρθας ψυχῇ, ὡς ἀπὸ τῶν χαμαιζήλων νοημάτων ἀρθῆναι, καὶ τὴν θεολογικὴν ἐκείνην ἐκπέμψαι φωνήν Ναὶ, Κύριε, ἐγὼ πεπίστευκα, ὅτι σὺ

 εἶ ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ εἰς τὸν κόσμον ἐρχόμενος» συνῳδὰ πάντως λέγουσα τῷ προκρίτῳ τῶν μαθητῶν οὕτω γὰρ αὐτὸν καὶ Πέτρος ἐθεολόγησε. Τὸ δὲ εἰς τὸν κόσμον ἐρχόμενος, προγνωστικὴν ἔχει πρόῤῥησιν οὐκ εἰς μόνον γάρ τὸν Ἰσραὴλ. ἀλλ᾽ εἰς πάντα τὸν κόσμον ἐλήλυθεν. Ἤ τάχα τὸν κόσμον λέγει τῶν ἀρετῶν, εἰς ὅν ὁ Χριστὸς παραγίνεται. ᾿Αριδιλότατα γοῦν κἀνταῦθα ὑπέδειξεν, ὡς ἡ κατ᾿ ἀρετὴν πρᾶξις ταῖς κατὰ μικρὸν ἀναδάσεσιν εἰς θεωρίαν ἀνάγεται. Καὶ ταῦτα εἰποῦσα ἀπῆλθε, καὶ ἐφώνησε Μαρίαν λάθρα εἰποῦσα Ὁ δὲ διδάσκαλος πάρεστι, καὶ φωνεῖ σε. Δοκεῖ κατ’ ἐπιταγὴν τοῦ Κυρίου καλέσαι τὴν ἀδελφὴν οὐ γὰρ ἄν διεψεύσατο εἰποῦσα. Ὁ διδάσκαλος φωνεῖ σε ἀλλ᾽ ὁ εὐαγγελιστὴς ἐπειγόμενος εἰς τὰ καιριώτερα φθάσαι, τοῦτο παρέλειψε. Λάθρα δὲ ταύτην φωνεῖ, τῶν συγκαθημένων Ἰουδαίων ἐκκλίνουσα τὴν κακόνοιαν. Ἡ δὲ ἅμα τῷ λόγῳ ἤκουσε, καὶ ἀναστᾶσα οὕτω τὴν πορείαν ἐτάχυνεν, ὥστε ἐν ἐκείνῳ τῷ τόπῳ φθάσαι τὸν Κύριον, ἐν ᾧ  τῇ Μάρθᾳ προδιείλεκτο.

Ἐκείνη γὰρ, φησὶν, ὥς ἤκουσεν, ἐγείρεται ταχὺ, καὶ ἔρχεται πρὸς αὐτόν  οὕπω γάρ ἐλήλυθεν ὁ Ἰησοῦς εἰς τὴν κώμην, ἀλλ᾽ ἦν ἐν τῷ τόπῳ ὅπου ὑπήντησεν αὐτῷ ἡ Μάρθα. Τῇ γὰρ προακλήσει τῆς πράξεως ὀξέως ἡ θεωρία διεγείρεται, εὑρίσκουσα ἔξω τῆς κώμης τὸν κύριον, τουτέστιν. ἔξω τοῦ αἰσθητοῦ τοῦδε κόσμου τὸ θεῖον εἶναι καταλαμβάνουσα, καὶ ὑπὲρ πᾶσαν αἴσθησίν τε καὶ νόησιν.

Οἱ οὖν Ἰουδαῖοι ίδόντις τὴν Μαρίαν ὅτι ταχέως ἀνέστη καὶ ἐξῆλθεν, ἠκολούθουν αὐτῇ. Εἶεν ἂν Ἰουδαῖοι κατὰ τὸνδε τὸν τόπον τάς περὶ Μάρθαν καὶ Μαρίαν παραμυθούμενοι, πίστις, ἐλπὶς, ἀγάπη, αἱ καθάπερ ἐξ Ἱερουσαλὴμ τῆς ἄνωθεν εἰρήνης τῇ ψυχῇ καταπέμπονται. Αὗται καὶ συνοδοιποροῦσιν αὑτῇ, σπευδούσῃ καταλαβεῖν τὴν ὄντως ζωήν.

᾿Ιδοῦσα αὐτὸν, ἔπεσεν εἰς τοὺς πόδας αὐτοῦ λέγουσα Κύριε, εἰ ἧς ὧδε, οὐκ ἂν ἀπέθανέ μου ἀδελφός. ιΣύμφωνα τῇ Μάρθα λαλεῖ. ᾿Αδελφὰ τά ρήματα, συγγενεῖς αἱ φωναί πλὴν ὅτι Μάρθα μεν οὐ λέγεται πεσεῖν εἰς τοὺς πόδας τοῦ Ἰησοῦ, οὔτε κλαίουσα φθέγγεσθαι, Αὕτη δὲ πράττει ἀμφότερα. 'Ιμείρετο γάρ τῶν ποδῶν ἰκείνων ἐφάψασθαι, οἷς παρακλιθεῖσα πρότερον τοῦ τῆς διδασκαλίας ἐγεύσατο νέκταρος. Τούτους τοὺς ὡραίους ἐγεύσατο νέκταρος. Τούτους τοὺς ὡραίους πόδας

διαφερόντως ποθήσασα, πρότερον μὲν αὐτοῖς παρεκάθισε. νῦν δὲ κατασπάζεται τοῖς δάκρυσι πλῦνουσα ὕστερον δὲ τῷ μύρῳ ἀλείψασα, θριξὶν ἰδίαις ἐξέμαξεν. Ἡ γὰρ θεωρητικὴ ψυχὴ τὰς καλὰς ἀναβάσεις τιθεμένη, πρότερον μὲν παρὰ τοὺς μυστικοὺς πόδας καθίσασα ζητεῖ τὴν ἀλήθειαν εἴτα μυηθεῖσα ἐφάπτεται νοερῶς προσεγγίζουσα μετὰ ταῦτα τῷ μύρῳ τῆς ἀψευδοῦς γνώσεως τούτους εὐωδιάζει τῇ περὶ τὰ πάθη ἀναισθησία ἐκμάσσουσα. Τοῦτο γὰρ αἱ τρίχες αἰνίττονται ὡς αἰσθήσεως

ἄμοιροι. Νοοῖντο δ᾽ ἂν πόδες Χριστοῦ, ὅσα δυνατὸν νοεῖσθαι περὶ αὐτοῦ τῷ τῆς ὕλης ἑαυτὸν ἐκκαθάραντι. Τὸ δὲ τὴν Μαρίαν κλαίειν δηλοῖ τὸ εἰς ἑαυτὴν συστέλλεσθαι τὴν ψυχὴν καὶ συννεῦειν, χωριζομένην τῶν αἰσθητῶν, ὅταν εἰς θεωρίαν ἀνάγηται θερμαίνεσθαί τε τῷ θείῳ ἔρωτι, ἀποβαλλομένην ὡς δάκρυα τὰ περιττὰ τῶν νοημάτων καὶ μὴ προσήκοντα. Τὸ γὰρ δάκρυον λυπηροῦ πάθους ἐστὶ νοτὶς συστελλομένων ὑπὸ λύπης τῶν μυῶν, ὧς τὴν ἀποθλιδομένην λιβάδα πρὸς τὰς τοῦ ἐγκεφάλου φλέβας ἀποδίδοσθαι, κἀκεῖθεν ἐπὶ τοὺς ὁλκοὺς τῶν ὀφθαλμῶν παραπέμπεσθαι τὸ περιττὸν ἀποκρουομένης τῆς φύσεως.

Ἰησοῦς οὖν, ὡς εἶδεν αὐτὴν κλαίουσαν, καὶ τοὺς συνελθόντας αὐτῇ Ἰουδαίους κλαίοντας, ἐνεβριμήσατο τῷ πνεύματι, καὶ ἐτάραξεν ἑαυτόν.» Ἐπειδὴ, τὰς ὥσπερ ἀληθῶς ἦν Θεὸς, οὕτω καὶ ἄνθρωπος ἀληθῶς, καὶ ὅσα ἐν ἡμῖν τῶν ἀδιαβλήτων εἰσὶ παθῶν συγκαταβατικῶς ὑπεδέξατο, οὐ μὴν ὑπ᾿ αὐτῶν ἥττητο πώποτε, ἀλλ' ὅτι καὶ ὅπου, καὶ ἐφ᾿ ὅσον ἐδούλετο. Ταρασσομένης δὴ οὖν καὶ νευούσης πρὸς λύπην τῆς ιιε ἁγίας αὐτοῦ σαρκὸς, οὐκ ἀφίησιν τῷ τῆς λύπης πάθει γενέσθαι κατάφορον, ἀλλὰ τῇ τοῦ ἁγίου Πνεύματος δυνάμει ἐπιτιμᾷ ταύτῃ, καὶ ἐπιπλήττει τρόπον τινά τοῦτο γὰρ ἐστι τὸ Ἐνεβριμήσατο καὶ μετάγει πρὸς τὸ μέτριον, ὅπερ ἦν τὸ ἠρέμα δακρῦσαι, καὶ ὅσον τὴν ἀνθρωπίνην φύσιν ἐνδείξασθαι. Οὐ γὰρ ἔκλαυσεν, ἀλλ᾽ ἐδάκρυσε τῷ γὰρ κλαυθμῷ συνέζευκταί τις ὀλολυγὴ ἐδάκρυσεν οὖν, ἐπειδὴ οὐκ ἀρνεῖται τὴν πρὸς τὸν ἄνθρωπον ὁμοιότητα, ἀλλὰ μίγνυσι τοῖς θεϊκοῖς τὰ ἀνθρώπινα. Καὶ ὡς μὲν ἄνθρωπος δακρύει, τύπον παρέχων ἡμῖν, καὶ μίτρον ὁρίζων πόσου δεῖ ἐπικλᾶσθαι πρὸς οἶκτον, καὶ τοῖς κειμένοις ἐπιστάζειν τὸ δάκρυον οὐ γὰρ τοῦ Λαζάρου δακρύει τὸν θάνατον πῶς γὰρ, εἰδὼς ὡς μετὰ μικρὸν ἀναστήσεται; ἀλλὰ καὶ τὸ τῆς φύσεως ἡμῶν δεικνὺς ὁμοούσιον, καὶ τύπον, ὡς εἶπον, ἡμῖν παρεχόμενος. Δακρύει δὲ καὶ τὴν ἐξ ἁμαρτίας πτῶσιν, ἐλεεινῶς τῇ φύσει τῶν ἀνθρώπων παρομαρτήσασαν, ὡς δεηθῆναι θανάτου τὴν προσαφθεῖσαν ἀλογίαν ἀποκαθαίροντος. Δακρύει δὲ καὶ τῶν Ἰουδαίων τὴν σκότωσιν προβλέπων, ὡς μόνον οὐ βελτιωθήσονται ἰδόντες τὸ θαῦμα τουτὶ τὸ παράδοξον, ἀλλὰ καὶ σκληρυνθήσονται ἐπὶ πλέον τὸν φθόνον ἐξάψαντες. Δακρύει δὲ καὶ τὸν Λάζαρον οὐχ ὅτι ἀπεβίω, ἀλλ᾽ ὅτι ἁναβιώσεται. Δίκαιος γὰρ ὢν καὶ θεοσεβὴς, καὶ φίλος Χριστῷ, εὐκλεῶς ὑπεξῆλθε τοῦ βίου τὸ στάδιον. Ἔμελλεν οὖν ἐν ἀναπαύσει ἔσεσθαι καὶ τιμῇ Δίκαιος γὰρ, ἐὰν φθάσῃ τελευτῆσαι, φησὶν ὁ Σολομὼν, ἐν ἀναπαύσει ἔσται Μέλλων οὖν τοῦτον ἀναστῆσαι διὰ τὴν οἰκείαν δόξαν, ἐδάκρυσε, μονονουχὶ λέγων. Τὸν εἴσω τοῦ λιμένος ἐφορμισθέντα, πάλιν εἰς τὴν τοῦ βίου τρικυμίαν καλῶ; Τὸν ἤδη ἀγωνισάμενον καὶ στεφθέντα ἐπανελθεῖν ἐπὶ τοὺς ἀγῶνας προτρέπομαι ; Ἔρωτᾷ δέ Ποῦ τεθείκατε αὑτόν ; οὐχ ὡς ἀγνοῶν, ἀλλ᾽, ὡς ἔφην, τοῖς θεοπρεπέσι μιγνὸς τὰ ἀνθρώπινα, καὶ ἵνα προφάσει τοῦ τὸν τόπον ἀποδεῖξαι ἐφέψωνται πολλοὶ, καὶ τῷ θαύματι μαρτυρήσωσι. Πλαγίως δέ πως καὶ διὰ ἐπερωτήσεως ἐλέγχει Μαρίαν καὶ Μάρθαν, καθὼς ἡμῖν ἤδη προλέλεκται, μὴ τὴν ἴσην πίστιν ἐσχηκυίας τῇ Σουναμίτιδι ἡ μὲν γάρ καὶ τεθνηκότα τὸν παῖδα οὐκ ἔθαψεν, ἀλλ᾽ ἐν τῇ κλίνῃ περικαλύψασα ζεούσῃ πίστει πρὸς τὸν προφήτην ἀνέδραμεν αἱ δὲ θανέντα τὸν σύγγονον τῷ τάφῳ κατέκρυψαν, καίτοι ἐκείνη πρὸς ἄνθρωπον ὤχετο τὸν Ἑλισσαῖον, αὗται πρὸς Θεόν.

Ἰησοῦς πάλιν ἐμβριμησάμενος ἐν ἑαυτῷ ἔρχεται εἰς τὸ μνημεῖον ἦν τι σπήλαιον καὶ λίθος ἐπέκειτο ἐπ᾽ αὐτῷ. Ἔμβριμησάμενος πάλιν τῇ λύπῃ

ἐπιτιμᾷ, καὶ τῷ θανάτῳ δεσποτικοῦ φίλου κατατολμήσαντι. Τὸ μέντοι σπήλαιον ἐκεῖνο τὸ ἀφεγγὲς καὶ ὑπόγειον βίον τῶν ἀνθρώπων δηλοῖ, εἰς ὅν μετὰ τὴν πτῶσιν ἐλεεινῶς κατῳκίσθημεν, ἢ καὶ τὸ σκιῶδες γράμμα τοῦ νόμου.  Ὁ δ᾽ ἐπικείμενος λίθος τῆς ἀσαφείας τοῦ νόμου τὸ κάλυμμα. Διά τί δὲ οὐκ αὐτὸς αἴρει τὸν λίθον λόγῳ, ἢ καὶ τούτου ἐπικειμένου τὸν νεκρὸν ἐξανίστησιν; Ἐπειδὴ οὐκ ἀναγκαῖον ἐν τοῖς μὴ ἀναγκαίοις θαυματουργεῖν. Τοῦτο γάρ φιλοτιμίας ἐστὶ περιττῆς. Ἄλλως τε τὸ ὑπ' αὐτῶν ἀρθἧναι τὸν λίθον, καὶ λίαν συνέφερεν, ἵνα τε τῆς δυσωδίας τοῦ ὁδωδότος αἰσθήσονται, καὶ ἵνα μὴ φάντασμα εἶναι τὸ γεγονὸς, ἢ ἄλλος ἀντ᾿ ἄλλου ἀνίστασθαι. Διὰ τοῦτό φησιν  'Αρατε τὸν λίθον ὑμεῖς, καὶ τὸν νεκρόν θεάσασθε κείμενον, καὶ ὡς ἐξ ὕπνου τῇ φωνῇ ἀναθρώσκοντα ἔχει δέ τινα καὶ τῆς αὐτῶν ἀπιστίας ὁ λόγος ὀνειδισμὸν. Ἐπιτάττει γὰρ ἀφ’ ἑαυτῶν ἆραι τὸν λίθον τῆς πωρώσεως, τὸν μόλυβδον ἐπιβρίθοντα ταῖς ἐκείνων ψυχαῖς, ὡς μὴ ἐπιγνῶναι τὸν ἐπὶ σωτηρία τοῦ κόσμου παραγενόμενον. Ἆραι δὲ προτρέπει καὶ τοῦ νόμου τὸ κάλυμμα, ὡς ἂν περιεσκεμμένως περιαθρῆσαι τὰ ἐν αὐτῷ τεθεσπισμένα τῷ Πνεύματι. Μυστικωτέρῳ δὲ λόγῳ τὸ προωρισμένῳ τρόπῳ μέλλον γενέσθαι προεζωγράφησεν. Ὥσπερ γάρ πρώην αὐτοῖς ἐπειρώνει « Λύσατε τὸν ναὸν τοῦτον.» οὕτω καὶ νῦν. Ἄρατε τὸν λίθον τοῦτον, περὶ ἑαυτοῦ τοῦτον λαλῶν. Ἤδει γὰρ, ἥδει, ὡς τῷ ἡγεμόνι κεκράξονται Ἆρον, ἆρον, σταύρωσον αὑτόν. Προλέγει τοίνυν αὑτοῖς τὸ ἐσόμενον. Ἄρατε τὸν λίθον τὸν ἀκρογωνιαῖον ἐμὲ, ὃν ὑμεῖς μὲν ἀπεδοκιμάσατε, γέγονε δὲ εἰς κεφαλὴν γωνίας, εἰς ἕνα τοῖχον συνάψας τοὺς δύο λαούς. Ἄρατε αὐτὸν. καὶ σταυρώσατε, θάνατος γὰρ αὑτοῦ οὐ κατακυριεύσει. Καὶ τὰχα περὶ τούτου τοῦ λίθου Χριστοῦ ὁ αὐτός φησιν εὐαγγελιστὴς, ὡς ἦλθεν ἡ Μαρία ἐπὶ τὸ μνημεῖον, καὶ βλέπει τὸν λίθον ἠρμένον ὃ δὴ σαφηνίσασα ἡ Μαγδαληνὴ λέγει τοῖς μαθηταῖς, Ἦραν τὸν Κύριον ἐκ τοῦ μνημείου.

Λέγει αὐτῷ ἡ ἀδελφὴ τοῦ τεθνηκότος Μάρθα Κύριε, ἤδη ὄζει τεταρταῖος γὰρ ἐστι. Δοκεῖ μὲν ἀπιστεῖν ἡ Μάρθα τῷ θαύματι. Τὰ μεγάλα γὰρ καὶ ὑπὲρ φύσιν εἰώθει μὴ ῥᾳδίως πιστεύεσθαι. Πλὴν ὅτι καί, ὑπὸ πλείστης αἰδοῦς καὶ τιμῆς, οὐκ ἀνεκτὸν ἡγεῖτο προσεγγίσαι τῷ τάφῳ τὸν Κύριον διὰ τὴν ἐγκειμένην ἀηδίαν τοῦ πρὸς φθορὰν διαῤῥεύσαντος  σώματος. Φορτικὸν γὰρ δύσοιστον μυδῶντος ἤδη σώματος προσεγγίσαι-κακοσμίας γὰρ οὕτω δεινῆς οὐ χεῖρον ἕτερον γένοιτ᾿ ἄν. Ἁρμόσει δὲ ὁ  λόγος καὶ ἐπὶ τῆς κοινῆς ἡμῶν φύσεως, ἥτις, ὡς τεθρήμερσν διελθοῦσα τοὺς ἀπὸ ᾿Αδὰμ μέχρι Χριστοῦ κατὰ τὸν προσαποδοθέντα σκοπὸν, ἐν τῷ τῆς ἀγνοίας ἐβέβλητο μνήματι, τῇ δυσωδία τῆς ἀσεβείας ἀηδῶς ἐποζέσασα. Ὅ καὶ ὁ Δαβὶδ ὀδυρόμενος ἔλεγε  Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου.

Λέγει αὐτῇ ὁ Ἰησοῦς Οὐχ εἶπόν σοι ὅτι, ἐὰν πιστεύῃς, ὄψει τὴν δόξαν τοῦ Θεοῦ; Ἐπιπλήττει αὐτὴν ὡς ἐπιλαθομένην ὡς εἶπεν αὐτῇ, ὅτι Ἀναστήσεται ὁ ἀδελφός σου » ἐμφαίνων δὲ τὸν Πατέρα ὁμοούσιον καὶ ὁμότιμον, πρότερον μὲν ἀκούσας, ὡς ὁ Λάζαρος ἀσθενεῖ.  Ἡ ἀσθένεια. εἶπεν, αὕτη, ὑπὲρ τῆς δόξης ἐπὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ νῦν δὲ φησιν ᾽Εὰν πιστεύῃς, ὄψει τὴν δόξαν τοῦ Θεοῦ, ἐπειδὴ μία δόξα Πατρὸς καὶ Υἱοῦ.

Ὁ δὲ Ἰησοῦς ἦρε τοὺς ὀφθαλμοὺς ἄνω, καὶ εἶπε Πάτερ, εὐχαριστῶ σοι, ὅτι ἤκουσάς μου. ᾿Εγὼ δὲ ἤδειν ὅτι πάντα μου ἀκούεις, ἀλλὰ διὰ τὸν ὄχλον τὸν παρεστῶτα εἶπον, ἵνα γνῶσιν ὅτι σύ με ἀπέστειλας. ι Διὰ μὲν τοῦ ἆραι τοὺς ὀφθαλμοὺς αὐτοῦ ἄνω καὶ εὐχαριστεῖν τῷ Πατρὶ δείκνυσιν ὡς οὐκ ἔστιν ἀντίθεος. Διὰ δὲ τὸν λόγον τῆς εὐχῆς παρίστησι τὸ ὁμότιμον. Οὐ γὰρ εἰσακουσθῆναι παρακαλεῖ κατὰ τὴν τῆς Μάρθα; ὑπόληψιν, ἀλλ', Οἶδα, φησὶν, ὅτι πάντοτέ μου ἀκούεις, ὡς ὁμοουσίου τοῦ Υἱοῦ καὶ οὐ χρεία μοι εὐχῆς. ἀλλὰ διά τὸν παρεστῶτα λαὸν ταῦτα λαλῶ. ἵνα γνῶσιν ἰσοτιμίαν Πατρὸς καὶ Υἱοῦ. Διά τούτων δὲ προτρέπεται καὶ ἡμᾶς εὐχαῖς ἱλεοῦσθαι τὸ Θεῖον ἀεὶ, καὶ τὸ τῆς ψυχῆς ὀπτικὸν αἴρειν ἀπὸ τῶν χαμαιζήλων νοημάτων πρὸς τὸ ὕφος τῆς θεωρίας.

            Καὶ ταῦτα εἰπὼν, φωνῇ μεγάλῃ ἐκραύγασε Λάζαρε, δεῦρο ἔξω. Καὶ τὴν Θυγατέρα Ἰαείρου ἐγηγερκὼς, καὶ τὸν υἱὸν τῆς χήρας ἐζωοποιηκώς, οὐ φαίνεται μεγάλῃ φωνῇ κεκραγὼς. ἀλλά τῇ χειρὶ κεκρατηκὼς, καὶ ἠρέμα πεφωνηκὼς, τῇ μέν  «Ἡ παῖς, ἐγείρου τῷ δὲ «Σὺ, λέγω, ἀνάστηθι.» Ἐνταῦθα δὲ διαπρύσιον κέκραγε. Διατί; Ὅτι ἐκείνων προσφάτως τεθνηκότων, ἐγγύς που τοῦ σώματος παρῆν ἡ ψυχὴ (πατρικὴ γὰρ ἡμᾶς φωνὴ δυσωπεί, ὡς μέχρι τῆς τρίτης ἡμέρας ἡ ψυχὴ τὸ ἴδιον σῶμα ἐπισκέπτεται), τὴν δὲ Λαζάρου ψυχὴν μακρόθεν ποθεν ἐκκαλούμενος, κέκραγε μεγάλῃ φωνῇ. Καὶ ἐπειδὴ προείρηκε τοῖς Ἰουδαίοις, Ὅτι ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἱ νεκροὶ ἀκούσονται τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ οἱ ἀκούσοντες ζήσονται, πληροῖ τὸ ἐπάγγελμα καὶ διά τῆς ὑψηλῆς φωνῆς ζωὴν τῷ κειμένῳ χαρίζεται, ἵνα εἰδεῖεν ὅτι, ὥσπερ ὁ Πατὴρ, οὕτω καὶ ὁ Υἱός, οὓς θέλει ζωοποιεῖ. Αὕτη ἡ φωνὴ σαλπίσει ἐν τῇ ἐσχάτῃ ἡμέρα καὶ οἱ νεκροὶ ἀναστήσονται. Τάχα δὲ καὶ το ἐνεργόν, καὶ μέγα, καὶ τὸ ἰσχυρὸν τοῦ λόγου σημᾶναι βουλόμενός φησιν, ὡς ἐκραύγασε φωνῇ μεγάλῃ τοσαύτη γάρ τις ὡς ἐκραύγασε φωνῇ μεγάλῃ τοσαύτη γάρ τι; ἦν ἐν τῇ φωνῇ ἡ ἰσχὺς, ὥστε παρείθη μὲν τοῦ Ἅδου δύναμις, ἡ ψυχὴ δὲ θᾶττον ἐκ τῶν νεκάδων ἀνέθορε. Τὸ δὲ διαλυθὲν ἤδη σῶμα ἰσχυρῶς τε ἐτετόνητο, καὶ, διὰ πάντων ἐτελεῖτο τὸ μέγα τοῦτο θαῦμα, καὶ ὑπερφυὲς καὶ ἀνέλπιστον. Οὐ γὰρ ἐκ νόσου τις ἀνέστη πρὸς αὐταῖς ὤν ταῖς ἐσχάταις ἀναπνοαῖς, ὡς ὁ τοῦ ἑκατοντάρχου παῖς, οὐδὲ ζωοποιεῖται παιδίον ἀρτιθανὲς, ὡς τὸ τοῦ ἀρχισυναγώγου θυγάτριον, οὐδὲ νεανίας μέλλων ἄρτι τῷ τάφῳ προσάγεσθαι πάλιν ἐκ τῆς σοροῦ ἀναλύεται, ὡς ἐν τῇ πόλει Ναΐν, ἀλλ᾽ ἀνὴρ ἤδη ἔξωρος, καὶ νεκρὸς ἕωλος μυδῶντος ἐν τῷ ἑβρῶτι [σαπρῷ] τῆς γῆς. καὶ διαπίπτοντος ὑπ᾿ ἀνάγκης τοῦ σώματος μιᾷ κλήσει πρὸς τὴν ζωὴν ἐπανέρχεται, καὶ κειρίαις δεδεμένος ἐφήλλατο. Τὸ γὰρ δέδεσθαι χεῖρας καὶ πόδας καὶ σουδαρίῳ κεκάλυφθαι τὴν ὄψιν, καὶ βαδίζειν τροχαλῶς οὕτως ἔχοντα, ἦν οὐχ ἧττον τῆς ἀναστάσεως. Πρόσεστι τῷ πράγματι καὶ ἄλλο παραδοξότερον. Ἐπειδὴ γὰρ ἔθος τοῖς Ἰουδαῖοις σμύρνῃ καὶ ἀλόῃ ἐνταφιάζειν εἰς τὸ διαρκέσαι τὰ σώματα τῶν νεκρῶν, κολλητικά δὲ ταῦτα καὶ δυσαπόσπα,  στοχάσασθαι προσήκει πόση τις ἦν τοῦ λόγου ἡ δύναμις ἡ ταῦτα ῥᾳδίως τοῦ σώματος διακρίνασα. Διά τοῦτο γάρ αὐτοὺς ἐκείνους λῦσαι τὸν ἀνεβεβιωκότα ἐπιτάττει εἰπὼν Λύσατε αὐτὸν, καὶ ἄφετε ὑπάγειν, ὡς ἂν μὴ ἀπιστεῖν ἔχωσι βεβαιωθέντες διὰ πασῶν τῶν αἰσθήσεων. Διὰ μὲν τῆς οἰκείας φωνῆς, ἧς τὸν τάφον ὑποδεικνύντες ἔλεγον. « Ἔρχου καὶ ἴδε» διὰ δὲ τῆς ὄψεως, καὶ, τὸν νεκρὸν ἐπεγνωκότες καὶ τὴν ἀνάστασιν θεασάμενοι, διὰ τῆς ἀκοῆς τῆς μεγάλης καὶ γεγωνοτέρας ἐνωτισθέντες φωνῆς Λάζαρε, δεῦρο ἔξω, » διὰ τῆς ὀσφρήσεως τῆς δυσωδίας ἐν τῷ αἴρειν τὴν λίθον αἰσθόμενοι, τῇ ἁφῇ λύοντες τὸν δεδεμένον χεῖρας καὶ πόδας, καὶ σουδαρίῳ περικεκαλυμμένον τὸ πρόσωπον. Ἡ μεγάλη οὖν ἐκείνη φωνὴ τὸ εὐαγγελικὸν ἐσήμανε κήρυγμα, δι᾿ οὗ ἡ ἀνθρωπίνη φύσις ἡ χεῖρας καὶ πόδας δεδεμένη ταῖς τῶν ἁμαρτιῶν σειραῖς, καὶ κειμένη ἐν τῷ τῆς ἀπιστίας σορῷ, πρὸς τὴν ἀληθῆ μετῆλθε ζωὴν, περιαιρεθέντος τοῦ σουδαρίου ἀπὸ τῶν ὀφθαλμῶν, τουτέστι τοῦ ἐπιπροσθοῦντος νέφους, καὶ ζοφοῦντος τῆς ψυχῆς τὰς μαρμαρυγὰς, ἀφ᾿ ὧν λυθεῖσα ὑπὸ τῶν ἀποστόλων καὶ διδασκάλων, ἀφείθη πορεύεσθαι πρὸς τὴν μακαρίαν ζωήν. Καλὸν δ᾿ ἂν εἴη, καὶ πρὸς ἠθικωτέραν ἔννοιαν τὴν ἱστορίαν μεταγαγεῖν, κἂν εἰς μῆκος ὁ λόγος ἐκτέταται.

Λάζαρος τοίνυν ἐστὶν ὁ ἡμέτερος νοῦς, φίλος ὢν τῷ Χριστῷ, ἅτε κατ᾿ εἰκόνα ἐκείνου κτισθεὶς  Μάρθα δὲ ὡς ἑρμηνευομένη κοπιῶσα, τὴν σάρκα δηλοῖ. Μαρία δὲ ὡς κυρία, τῆς ψυχῆς ἐστι σύμβολον δέσποινα γὰρ αὕτη τοῦ σώματος. Ἅς δέον θρηνεῖν, ὁπηνίκα εἰς τὸν τῆς ἁμαρτίας θάνατον ὀλισθήσῃ ὁ νοῦς, συμπαραλαβούσας μεθ᾿ ἑαυτῶν ὡς Ἰουδαίους συνθρηνοῦντας τὴν τῶν ἐπταισμἑνων ἐξομολόγησιν. Τοῦτο γὰρ σημαίνεται διὰ τοῦ Ἰουδαίου ὀνόματος. Κλαίουσι γὰρ ἐπιστήσεται πάντως ὁ Κύριος, καὶ διὰ τοῦ Εὐαγγελίου φωνήσει καὶ τὴν πώρωσιν ἀρεῖ, καὶ καλέσει ἔξω τοῦ πτώματος τὸν νεκρὸν, καὶ ἀνενέργητον μένοντα ἐν ταῖς τέσσαρσι φωτιστικαῖς ἀρεταῖς, ὡς ἄν τὴν ἐπιζέσασαν ἁμαρτίαν ἐκτιναξάμενος, καὶ ὑπὸ ἀγγέλων καὶ ἱερέων λυθεὶς, συνέστιος τῷ Σωτῆρι γένηται τὴν γνῶσιν τῆς ἁγίας Τριάδος μυούμενος, καὶ προς τὸν ἐκείνης πόθον ὁλοσχερῶς ἐπειγόμενος, ὅτι αὑτῇ πρέπει τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

20181205 165004

Ιερά Μητρόπολη

Καισαριανής Βύρωνος & Υμηττού

Φορμίωνος 83

16121, Καισαριανή

Τηλ. : 210 7224123 - 210 7237133

Fax : 210 7223584

email :info@imkby.gr

ΤΟΠΟΘΕΣΙΑ ΙΕΡΑΣ ΜΗΤΡΟΠΟΛΕΩΣ

images