Παρασκευή, 29 Μαρτίου 2024

Νικηφόρου Κάλλιστου Ξανθόπουλου

(Κεφάλαιο ΛΒ΄)

«Περί Ἠλία τοῦ Ἱεροσολύμων ἐπισκόπου, ὡς οιά τήν ἐν Χαλκηοόνι σύνοοον, οιάφορος βασιλεῖ κατέστη· καί ὡς ὁ μέγας Σάββας ἐς βασιλέα πεμφθείς, τό μεταξύ αὐτῶν οιέλυσε σκάνοαλον»

(J.-P. Migne, Patrologia Graeca, t. 147, 180Β-182C)

 

Βασιλεὺς οὲ καὶ τόν τῆς Παλαιστίνης τόν Θρόνον οιέποντα, Ἡλιάν τόν Πασσαρίωνος, ὅς Σαλούστιον οιεοέξατο τόν Μαρτυρίου οιάοοχον, κοινωνεῖν τοῖς κατὰ τῆς ἐν Χαλκηοόνι συνόοου πείραν προσῆγεν. Ὁ οὲ οεινῆς στάσεως τοῖς τῶν ἐκκλησιῶν προεστῶσι γεγενημένης ( οἱ γὰρ ἐκ Ῥωμης Βυζαντίοις ἦσαν οιαφερόμενοι, ὅτι τόν Ἀκάκιον τοῖς Ἱεροῖς οιπτύχοις ἐνέγραφον Βυζάντιοι οὲ πάλν Ἀλεξανορεῦσιν ἀπηχθάνοντο, ὅτι τὴν κοινωνίαν Οιοσκόρου προσίοντο, καὶ τὴν ἐν Χαλκηοόνι  ἀνεθεματίζον σύνοοον· τοῦ ο' αὖ Ἀντιοχείας Παλλαοίου πρός χάριν βασιλεῖ πράττοντος, καὶ τὴν μὲν ἐν Χαλκηοόνι σύνοοον ἐκτρεπομένου, τὰ οὲ τῶν Ἀλεξανορέων ἀσπαζομένου συνῳοὰ τοῖς Ἀναστασίου τυγχάνοντα), ὁ Ἡλίας τοιαύτης συγχύσεως ἐπεχούσης, μόνῳ, Εὐφημίῳ κοινωνεῖν ᾑρεῖτο. Ἐπεί ο' ἐκεῖνος οιὰ τό ὀρθόοοξον ὥσπερ εἴρηται ἀπηλαύνετο, Μακεοόνιος οὲ τὴν ἱεραρχίαν ἐλάμβανεν, Ἡλίας συνθέσθαι μὲν τῇ ἐκβολὴ Εὐφημίου ἀκανονίστως γεγενημένη παντάπασιν ἀπηγόρευε· Μακεοονὶῳ οέ, ἅτε τόν ὑγιᾶ πρεσβεύοντι λόγον, ἐς κοινωνίαν συνῆλθεν. Ἐπεί οὲ καὶ ὁ μετὰ Παλλάοιον τῆς Ἀντιόχου Φλαβιανός ἐπίσης Ἠλία καὶ Μακεοονίῳ ἐφρόνει τῷ ὑγιαίνοντι προσκείμενος οόγματι, οὐχ οἷός τε ἦν ὁ τὴν ἀσέβειαν ἀνορικώτατος τύραννος τὴν ὀργὴν κατέχειν, οὐοὲ τὴν τοσούτων ἀνορῶν συμφωνίαν καθεκτῶς φέρειν τῷ θυμῷ ο' ὑπερζέσας καὶ ἀγριάνας ἐς μάλιστα Μακεοόνιον οέν τόν τῆς βασιλίοος ποιμένα, ἐπί συκοφαντίαις αἷς εἰρήκαμεν ἀτίμως τῆς Ἐκκλησίας ἐκβάλλει, καὶ Τιμοθέῳ ἐγχειρίζει τόν θρόνον. Ἐμελέτα οε καὶ Ἡλίᾳ  καί Φλαβιανῷ  φυγήν ὑπερόριον θέσθαι. Τέως γε μὴν σπουοὴν τό γε νῦν ἔχον ἔπραττε Τιμοθέῳ τούτους ἐνοῦν. Οἱ οέ Τιμοθέῳ μέν κοινωνεῖν εἴλοντο, τῷ τῆς ὀρθοοοξίας λογῳ συμβαίνει οοκοῦντι· τήν γε μὴν Μακεοονίου ὑπερορίαν ἥκιστα εἶχον φέρειν, ουναστείᾳ μᾶλλον καὶ οὐ κατά θεσμοὺς Ἐκκλησίας γεγενημένην ὥσπερ οὐοὲ τὴν πρό αὐτοῦ Εὐφημίου, ὅ  οὴ καὶ εἰσάγαν κατ' αὐτῶν ἐκείνων τόν βασιλέα ἐξέμηνε, καὶ πολὺν ταῖς ἐκκλησίαις τόν σάλον προὐξένησε, καὶ κατὰ Σιοῷνα σύνοοον ἤθροιζεν ἐώων καὶ Παλαιστίνων ἐπισκόπων κατὰ τῶν θείων τούτων ἀνορῶν, ἧς ἀρχηγοί καθίσταντο,

ὅ τὲ Καισαρείας τῆς Παλαιστίνης Σωτῆριχος, καί ὁ Ἱεραπολεως Ξεναΐας ὁ ταῖς ἀληθείαις ξένος Θεοῦ· οἵ πολλοὶ τινες ἦσαν κατά τῆς ἐν Χαλκηοόνι συνόοου ῥέοντες, καί τά Εὐτυχοῦς καί Οιοσκούρου  ἀνά τὴν Ἕω κρατύνειν σπεύοοντες εἴπερ τινές. Ταῦτα μαθὼν Ἠλίας, ὁ τῶν  Ἱεροσολύμων τὴν ἱεραρχίαν κεκληρωμένος, σπουοὴν ἐτίθει βασιλεῖ καταλλάττεσθαι · καί οιαλλακτής Σάββας ἐκεῖνος ὁ πολύς τὴν ἄσκησιν καί τὴν κατὰ θεόν φιλοσοφίαν ἐτύγχανε, τοιάοε παρὰ Ἡλίᾳ ἐπιφερόμενος γράμματα.

«Τούς οἰκιστὰς τῆς ἐρήμου καί Σάββαν σὺν αὐτοῖς, τό τῆς ἔρημου κεφάλαιον, τῷ σῷ κράτει πρέσβεις ὑπὲρ τῶν ἐκκλησιῶν προβαλλόμεθα. Σύ οὲ τόν πόνον αὐτῶν αἰοεσθείς καί τοὺς κατὰ θεόν ἱορῶτας, ὧ βασιλεῦ, στῆσον τόν κατὰ τῶν ἐκκλησιῶν πόλεμον καί μηκέτι περαιτέρω προελθεῖν τόν οεινόν ἐάσῃς. Οἶοα γὰρ ὅτι μέλει σοὶ τὰ φίλα πράττειν θεῷ τῷ χαρισαμένῳ σοὶ τῷ οιάοημα. Ὁ μὲν οὖν ὡς εἶχε τό οἰοαῖνον κατὰ τοῦ τῆς Παλαιστίνης ἀρχιερέως, τῷ βασιλεῖ οιέλυε γενναίως παραταξάμενος. Καὶ ἄπρακτος ἡ ἀμφί Σωτήριχον καὶ Φιλόξενον ἐν Σιοῶνι σύνοοος κατὰ Ἠλίου καί Φλαβιανοῦ ἀνεοείκνυτο. Ἐς ὕστερον οὲ οὗτοι φθόνῳ οιακαέντες, οιέβαλον ἐς βασιλέα τοὺς ἄνορας, ὡς εἶεν οιὰ λοιοορούμενοι καί οιαγελῶντες οὴ τὰ ἐκείνου* καὶ οὴ τὴν κατὰ τῶν πατριαρχῶν ἐξουσίαν εἰληφότες οἱ ἐναγεῖς, τὶ χρῆ καί λέγειν ὅσα καί ἕορων οακρύων καὶ ὀουρμῶν ἄξια ; Τέως ἐπί μὲν Φλαβιανῷ ἐκεῖνα πράττουσιν, ὅσα οὴ καὶ ἀμυορῶς ἄνωθεν οιελάβομεν πρὸς οὴ τούτοις καί ἐξωθοῦσι τοῦ θρόνου, ταὐτὸν Σευῆρον τόν ουσσεβῆ ἀντικαταστήσαντες· ὅς ἐπεί τῆς Ἀντιοχοῦ ἐπέβη, μυρία καί λόγον ἐκβαίνοντα τὰ οεινὰ τοῖς μὴ κοινωνεῖν αὐτῷ αἱρουμένοις ἐπῆγε.

Κεφάλαιο ΛΓ΄

(J.-P. Migne, Patrologia Graeca, t. 147, 182C-186B)

Περί τῆς παῤῥησίας τῶν ἁγίων καί μεγάλων ἀσκητῶν Σάββα καί Θεοοοσίου τοῦ κοινοβιάρχου, καί τῶν λοιπῶν ἐν Παλαιστίνη μοναχῶν ὑπὲρ τῆς ἁγίας συνόοου.

Τούτου τῆς πείρας καί ἅπαν μὲν τό ἐν Παλαιστίνῃ μοναδικόν, μάλιστα δὲ οἱ καθηγεμόνες τούτων πεπείρανται, ὅσοι. δῆτα Εὐθυμίῳ τῷ μεγάλῳ ἦσαν ἐς μαθητείαν τελέσαντες, ἄπειρα πλήθη καί σχεοδόν μὴ ἀριθμῷ ὑποπίπτοντα· ἤκμαζε γὰρ ἐν Παλαιστίνη μάλιστα τότε τὰ μοναστήρια, ὑπό καθηγεμόσι τοῖς φωστῆρσι τῶν φωστήρων ἀγόμενα· Εὐθυμιόν φημι τόν μέγαν καί Θεόκτιστον τὸν πολύν, Θεοδόσιόν τε τον τῶν κοινοβίων κατάρχοντα, καὶ Σάββαν τῆς ἔρημου τόν πολιστήν, ὧν τοὺς ἀγῶνας καί τὰ κατὰ Θεόν σκάμματα, ᾑρούμην ἂν διελθεῖν, εἰ μή πως ἐκβαινείν τοῦ προκειμένου ᾠόμην, ἰδίας μάλιστα δεόμενα συγγραφῆς, τῷ τὲ πλήθει καί μεγέθει τῶν ἔργων. Ἀλλ' ἔκδηλα τέως τὰ ἐκείνων, καί ἁπάσαις γλώσσαις καὶ ἐκκλησίαις εἰσί περιθρύλλητα, καί γε συγγνώμη διὰ ταῦτα, μὴ καί τούτων εἰς πλάτος διαγορευομένων. Τέως γε μὴν Σάββαν καί Θεοδόσιον ἐβιάζοντο· ἡγούμενοι εἶνε τούτου; σχοῖεν, καί τό πᾶν ἀνῦσαι. Ὡς δε πεῖραν ἤδη προσῆγον, ὁ πολύς τὴν ἀρετὴν Θεοδόσιος ἐπ’ ἀκρίβαντος ἀναβάς, οἷά τις στρατηγὸς καί καθηγεμών, περί αὐτόν τὴν μοναδικὴν φάλαγγα περιστήσας, καί τῇ χειρί τῷ πλήθει σιγὴν σημήνας· τὴν φωνήν ἐπάρας εἰς μέγα, οὕτω τι βροντῶδες ἀπήχησεν · Εἴ τις τάς δ’ λέγων συνόδους μὴ ἐπίσης τοῖς τέσσαρσιν Εὐαγγελίοις ἠγοῖτο, ἀνάθεμα.»ν Ταῦτ’ εἰπών, καί οἷά τις ἄγγελος καταπλήξας τό πλῆθος, σιγὴ πάντων ὁρώντων διὰ μέσου ἐχώρει, πάντων καταπληττομένων τοῦ ἀνδρός τό στρατήγημα· ἀφ’ οὗ δὴ καί τάς εἰρήμενας ἁγίας συνόδους τοῖς ἱεροῖς διπτύχοις τάττειν ἐνομοθέτησαν καί βασιλεῖ δὲ γράμματα πέμποντες, τόν μέχρις αἵματος ἀγῶνα ὑπέρ τούτων ἐμήνυον μηδ’ ἂν εἴτι καί γένηται, οὐδαμῶς ἐκστῆναι τῶν πατρικὼν διατεινόμενοι παραδόσεων. Ἔπειτα καί τάς πέριξ διανύντες πόλεις, οἷα τινες ἀπαράμιλλοι στρατηγοί, τοῖς πᾶσι τὰ πάντα ἐγένοντο· στηρίζοντες, ῥωννύντες, τό ῥάθυμον διεγείροντες, τὴν αἱρετικὴν μανίαν προφθάνοντες, διδάσκοντες ὡς ὁ τοῦ θεοῦ Λόγος εἴη μὲν αὐτός ὁμοῦ θεός καὶ ἄνθρωπος· μία δὲ τούτου ὑπόστασις, εἴτουν πρόσωπον, φύσει τούτων ἑκάτερον ἔχουσα, τὴν θεότητα δηλαδὴ καί τὴν ἀνθρωπότητι· ἅ δὴ καί τὴν ἐν Χαλκηδόνι κηρύττειν, σύνοδον, τάς ἐπ’ ἀμφότερα τῶν αἱρετικῶν παρατροπάς διαφεύγουσαν. Τό γὰρ ὁμολογεῖν ἕν πρόσωπον τὴν Νεστορίου φρενοβλάβειαν ἀπωθεῖται,  οἷς δὲ δύο φύσεις δοξάζει, τὴν Εὐτυχοῦς καὶ Διοσκόρου συναίρεσιν ἀποκρούεται. Οὐ γὰρ κατὰ Νεστόριον εἰς Υἱούς δύο καί ὑποστάσεις ἴσας καί αὕτη τόν ἕνα διεῖλε Χριστὸν, ἀλλ’ οὐδ’ ἐπίσης Εὐτυχεῖ καί  Διοσκόρῳ, πρός δὲ καὶ Σευήρῳ, εἰς μίαν φύσιν συγχέει τὴν θεότητα καὶ ἀνθρωπότητα τοῦ ἑνός Χριστοῦ. Φεύγοντες γὰρ τούτων ἕκαστος πλέον ἤ ἔδει, ὁ μὲν τὴν διαίρεσιν, Διόσκορος δὲ τὴν συναίρεσιν καί ὁ μὲν εἰς τό δύο λέγειν Υἱούς, ὁ δὲ εἰςτό μηδὲνα κυρίως ὁμολογεῖν, ἀθλίως ἐξέπεσον. Νεστόριος γὰρ τὴν σύγχυσιν δεδοικώς, σχέσει μόνον εἴτουν αὐθεντία τὴντῆς θεότητος ἕνωσιν ἔλεγε γενέσθαι τῇ ἀνθρωπότητι· ὡς συμβαίνειν μετὰ τῶν φύσεων καί δύο πρεσβεύειν Υἱούς καὶ ὑποστάσεις διττάς καὶ ἕναμὲν Υἱόν τὸν ἐκ τοῦ Πατρὸς ἰδικῶς γεννηθέντα,ἄλλον δὲ τόν ἐκ τῆς Παρθένου, χάριτι μόνον τό τῆς υἱοθεσίας ἀξίωμα κληρωσάμενον. Ὁ δέ γε δυστυχής Εὐτυχής, πρός δὲ καὶ Διόσκορος, ναὶ μὴν καί Σευῆρος ὁ τούτοις παραζευχθείς ὕστερον, τό ἄτοπον δῆθεν Νεστορίου θέλοντες διελέγχειν, κακῷ τό κακόν ἰῶνται, εἰς ἀτοπωτέραν ἀνοήτως ἐκκλίναντες αἵρεσιν, μίαν τολμήσαντες φύσιν ἐπονομάσαι, θεότητος λέγω καί ἀνθρωπότητος, τό γε εἰς αὐτοὺς ἧκον, τό ἀπαθὲς τῆς Θεότητος εἰς πάθος κατάγοντες. Εἰ γὰρ μίαν δοίημεν γενέσθαι τάς ἐπὶ Χριστῷ συνδραμούσας φύσεις κατὰ τόν ἐκείνων λῆρον, ὁ δὲ θεός καὶ ἄνθρωπος, συμμετέχει πάντως θανάτου καί ἡ Θεότης, Ἀλλ’ ἐμφράξοι τούτοις τό στόμα Πέτρος ὁ κορυφαῖος τῶν Χριστοῦ μαθητῶν, Χριστοῦ παθόντος ὑπὲρ ἡμῶν σαρκί λέγων, οὐ προστιθείς γε μὴν καί θεότητι. Εἰ γὰρ καὶ ἡ Χριστοῦ θεότης καθ’ ὑπόστασιν ἤνωτο τῇ σαρκί, ἀλλ' οὔμενον οὐδαμῶς κοινωνός αὐτῷ καὶ τοῦ πάθους ἐγίνετο· πῶς γάρ, ἐπεί τό θεῖον παντάπασι πάθους παντός ἀνεπίδεκτο; Καί γε καλῶς κυροῦσα ἡ σύνοδος, θεσπίζει δύο φύσεις τόν Χριστόν εἶναι, ἀσυγχύτως, ἀτρέπτως, ἀναλλοιώτως ἠνωμένας· καὶ ἐν μιᾷὑποστάσει τοῦ θεοῦ Λόγου τιμᾶσθαι,  τόν αὐτόν πρό αἰώνων ἐκ Πατρος γεννηθέντα κατὰ τον λόγον τῆς θεότητος· καί ἐπ’ ἐσχάτων αὖθις τόν αὐτόν νόμῳ καινοτέρῳ φύσεως ἀνθρωπίνης ἐκ τῆς ἁγίας γεννηθέντα Παρθένου· ὅμοιον τῷ Πατρὶ καί τῇ μητρί καθ’ ἑκατέραν οὐσίαν μονογενῆ κατὰ τόν Πατέρα, καὶ πρωτότοκον κατὰ τὴν μητέρα οἷς πολλοὶ αὐτῷ διὰ τοῦ βαπτίσματος υἱοθετήθησαν τῷ πατρί. Ταῦτα πανταχοῦ διιόντες ἐδιδασκον, οἷς ἐξαφθείς εἰς θυμόν ὁ ἀνόσιος βασιλεύς, ἀειφυγίαν αὐτῶν κατεδίκαζεν ἕως οὗ ἐκείνῳ τὴν ἄφυκτον ἐξορίαν παρὰ πόδας ἡ ἄνωθεν ἐσχεδίαζε δίκη τὴν ἐκεῖθεν μετάστασιν δι’ ἧς τῇ μὲν Ἐκκλησίᾳ ὁ σφοδρός ἐλώφα κλύδων, ἐκείνοις δὲ ἡ ἐξορία ἐλύετο, ἐπί τήν φίλην ἡσυχίαν ἐκ τῶν σκαμμάτων ἀναγόμενος.

Κεφάλαιο ΚΔ΄

(J.-P. Migne, Patrologia Graeca, t. 147, 278C-280B)

Ὡς καί ὁ μέγας Σάββας καί  Θεοδόσιος ὁ κοινοβιάρχης ἐπί Ἰουστινιανοῦ τέλει τοῦ βίου ἐχρήσαντο.

Ἰουστινιανοῦ δ’ ἔτι τὴν αὐτοκράτορα διοικοῦντος ἀρχήν, καί Σάββας ἐκεῖνος ὁ μέγας καί ὁ πολὺς Θεοδόσιος, οἱ τῆς ἐρήμου καθηγεμόνες, ἔτι περιῆσαν τῷ βίῳ. Ἀλλὰ προλαβὼν μὲν ὁ Θεοδόσιος διέβαινε πρός θέον. Σάββας δὲ τηνικαῦτα ἐννενηκοστόν παρελαύνων ἐνιαυτόν, πρός τοῦ τῆς Αἰλίας προέδρου αὖθις πρέσβυς ἐς Ἰουστινιανόν ἄνεισιν, ἐν ἀμυδρῷ γήρει σαλεύων. Σαμαρεῖς γὰρ Ἰουλιανόν τινα σφίσι βασιλέα ἐπικηρύξαντες, πλεῖστα κατὰ Χριστιανῶν ἐξυβρίζουσιν, ἐκκλησίας λεηλατοῦντες καί πυρί νέμοντες, καὶ τοὺς εὐσεβεῖν ἡρημένους μετά πολλὴν καὶ ἄφατον τιμωρίαν μαχαίρας ἔργον ποιούμενοι, κώμας τε κατατρέχοντες, καί τάς τῶν ἁγίων θήκας ἀναῤῥηγνύντες καὶ παραδιδόντες πυρὶ· ἅ καί μάλιστά περί Νεάπολιν ἔπραττον μαχαίρᾳ μέν τόν ἐπίσκοπον ἀνελόντες, τῶν δὲ πρεσβυτέρων κατασχόντες τινάς, ἔπειτα εἰς μέρη τε καί μέλῃ διελόμενοι, σύναμα μαρτύρων τισί λειψάνοις ἀπετηγάνιζον, οὐδεμιᾶς τόλμης ἤ ὕβρεως κατὰ Χριστιανῶν φεισάμενοι. Ἅ δή γνούς Ἰουστιανός χειρὶ πολλῇ συμβαλών ἐκείνοις, ἄλλους τε πολλοὺς ἀναιρεῖ καί Ἰουλιανόν αὐτόν. Συλληφθεὶς δὲ καὶ τὶς Σιλουανος ἐν Σκυθοπόλει, πυρὶ παραδίδοται, καὶ πικρὰν οὕτω καταστροφὴν τοῦ βίου ὑφίσταται, ἀνὴρ πλεῖστα κατὰ Χριστιανῶν πεπαρῳνηκώς, καί τῇ θεία δίκη ἐνταῦθα ταμιευθείς, ἵν’ ἀρκοῦσαν οὕτως ἀποτίσῃ καί τιμωρίαν, ὥσπερ δὴ καί ὁ θεῖος Σάββας ἐκείνῳ προήγγειλεν. Ἰλλούστριος δὲ τις ἀξίαν, Ἀρσένιος τοὔνομα, ἀκόλουθος ὢν τῷ προειρημένῳ,τῇ Κωνσταντίνου γενόμενος, ψευδῆ κατὰ τῶν Παλαιστίνων ἔῤῥαπτεν, ὡς εἶεν τῷ τυρὰνῳ πολλὰ συμβαλλόμενοι· δι' οὕς Σάββας, ὡς εἴρηται, πρεσβεύσων αὖθις ἐπὶ τὴν Κωνσταντίνου ἐφοίτα, οἷα δὲ τίνι ἀγγέλῳ καὶ τῆς ἄνω Ἱερουσαλὴμ πολίτῃ οὐρανόθεν ἤκοντι, περιφανῆ ἐποίει τὴν προπομπὴν ὁ κρατῶν, πᾶν ὅσον τῆς πόλεως ἐπιφανὲς ἦν καὶ αὐτόν Ἐπιφάνιον τόν πατριάρχην εἰς ἀπαντὴν ἐκείνου προπέμψας. Ἐπεί δὲ πόῤῥωθεν προσιόντα καὶ βασιλεὺς ἀνεγίνωσκεν, ἑώρα τινα στέφανον ἔξαλλον τῇ ἐκείνου ἐπικείμενον κορυφῇ, ὅ δὴ καὶ Ἀναστάσιος πάλαι τεθέατο, ἡνίκα πρὸς αὔτον ἐπεφοίτα. Ὑπαντήσας οὖν καὶ εὐλογίας ἀξιωθεὶς ἡδέως ἐκείνῳ συνῆν, πᾶν ὅ τι βουλομένω ἦν, εὐχερέστατα διαλύσας. Ἐκεῖθεν δ’ ὑποστρέψας, καὶ αὐτός πρός τὴν ἀγήρω καὶ ἀνώλεθρον διέβαινε βιοτήν, ἐπάξια τῶν πόνων τὰ γέρα ληψόμενος.

20181205 165004

Ιερά Μητρόπολη

Καισαριανής Βύρωνος & Υμηττού

Φορμίωνος 83

16121, Καισαριανή

Τηλ. : 210 7224123 - 210 7237133

Fax : 210 7223584

email :info@imkby.gr

ΤΟΠΟΘΕΣΙΑ ΙΕΡΑΣ ΜΗΤΡΟΠΟΛΕΩΣ

images