Παρασκευή, 29 Μαρτίου 2024

Θεοφάνους Κεραμέως

Ὁμιλία ΝΣΤ΄

«Ἐλέχθη ἐν τῇ ἑορτῇ τοῦ Ἁγίου Προκοπίου –

Εἰς τό Ταῦτα ἐντέλλομαι ὑμῖν»

 

(J.P. Migne, Patrologia Graeca, t. 132, 970Β-990Α)

Καὶ κιθαρῳδὸς ἀνὴρ πολλάκις τὰς ἀγυιὰς διερχόμενος, καὶ ὁμηγύρει νεολαίας ἐντυχὼν κατὰ πάροδον, τὰς χορδὰς εὐθὺς ἐπιτείνει, καὶ τὸ πλῆκτρον ἐππιθεὶς, μέλος ἀναβάλλεται σύντονον. Ἐπεὶ οὖν καὶ ἡμεῖς εἰς τὴν ἱερὰν ταύτην πανήγυριν ἐκ παρόδου συνήλθομεν, τῇ τῆς ἑορτῆς λαμπρότητι τὴν τῆς διδαασκαλίας προσθήκην εἰσάξομεν. Ἄλογον γὰρ τοὺς μὲν περὶ τὰς σωματικὰς ἐμπορείας ἐπτοημένους, πρὸς ἐκείνας ἐνασχολεῖσθαι, ὡς ἄν μὴ παρέλθοιεν τὴν πανήγυριν ἀπραγμάτευτοι, ἡμᾶς δὲ τοὺς ἐμπιστευθέντας τῆς διδασκαλίας τὸ τάλαντον, μὴ καταλαβεῖν αὐτὸ τοῖς καλοῖς ὑμῶν τραπεζίταις, ὡς ἄν διὰ τῆς τῶν ἐντολῶν ἐργασίας, πολυπλασιάσητε τὸ κάτω καταβαλλόμενον, καὶ ταῦτα πολυπληθοῦς οὔσης τῆς συνεκγεύσεως, καὶ πάντων κεχηνότων πρὸς τὴν ἀκρόασιν. Αὐτῶν οὖν τῶν ἀναγνωθησομένων θεολεκτῶν ῥημάτων ἀκούσωμεν.

« Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους.» Τὴν ὑπὲρ τῶν ἀνθρώπων οἰκονομίαν πληρῶν ὁ Σωτὴρ, καὶ δη πρὸς τὸ κεφάλαιον αὐτῆς ἱέμενος, ὅπερ ἦν ὁ σταυρὸς, καὶ ὁ θάνατος, τοὺς ὑπηρέτας τοῦ μυστηρίου, καὶ μαθητὰς ἰδίᾳ παραλαβὼν διατίθεται τούτοις τὰ τελευταῖα, καὶ οἰονεὶ συντακτήρια. Τάτε τοῦ Πατρὸς ἀνακαλύψας αὐτοῖς ὑψηλότερον, καὶ τὴν αὐτοῦ πρὸς αὐτὸν γνησιότητα καὶ τὴν τοῦ συγγενοῦς αὐτοῦ Πνεύματος, εἰς τὴν ἐκπόρευσιν μὲν ἔχει ἐκ τοῦ Πατρὸς, στέλλοιτο δὲ παρʼ ἀμφοτέρων, οἷα ὁμότιμον. Πάσῃ τε θεολογίᾳ κάλλιστα καταμεθύσας αὐτοὺς, προαναφωνεῖ λοιπὸν, καὶ τὰ μέλλοντα τούτοις συμβαίνειν ὑπὸ τῶν θεομισῶν. Τέως γε μὴν τῇ τελειωτικῇ τῶν ἀρετῶν ἀγάπῃ ἐνοποιῶν αὐτοὺς, ταῦτά φησιν, «Ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. » Τὸν αὐτὸν λόγον ἀνακυκλοῖ συνεχῶς, οὐκ ἐρεσχελῶν, ἀλλὰ τῇ συνεχεῖ ἀναμνήσει βεβαιοτέρους αὐτοὺς καθιστῶν, καὶ τῷ τῆς ἀγάπης ἐνωτικῷ συνδέσμῳ, εἰς ἕν συνάγων αὐτούς. Ἐκεῖνο δέ τις εἰκότως ἐξετάσει φιλοπευστῶν, πῶς τὴν εἰς ἀλλήλους ἀγάπην ἐντολὴν καίνην εἴρηκε δευτέραν αὐτὴν τάξαντος μετὰ τὴν εἰς Θεὸν ἀγάπην εὐθύς. Εἰπὼν γὰρ ἀγαπήσεις Κύριον τὸν Θεόν σου,» ἐπάγει γάρ· γοργῶς· « Καὶ τὸν πλησίον σου ὡς ἑαυτόν.» Φαμὲν οὖν, ὡς ὁ μὲν νόμος στοιχειωτικός ὤν, καὶ μὴ ἔχων τὸ τελειοῦν, μέχρι τούτου τὸ τῆς;ἀγάπης κάλλιστον χρῆμα νομοθετεῖ, εἰς ὅσον τις ἑαυτὸν ἀγαπᾷ· ὁ δὲ Σωτὴρ ἑαυτὸν ὑπόδειγμα τίθησι. Φησὶ γὰρ, « ἵνα ἀγαπᾶτε ἀλλήλους, καθώς ἐγὼ ἠγάπησα ὑμᾶς » Πῶς δὲ οὗτος ἠγάπησεν ἡμᾶς; Ἐχθροὺς ὄντας, καὶ λειποτάκτας, καὶ αὐτομόλους ἑαυτοὺς τῷ τυράννῳ ἀπεμπολήσαντας, δέδωκε τὴν ἑαυτοῦ ψυχὴν, καὶ τέθυκε τὸ μέγα ὄντως αἷμα, καὶ περιβόητον, καὶ τοῦ τυράννου ἐξείλατο. Καὶ γοῦν ἔλεγεν αὐτοῖς· « Μείζονα ταύτης τῆς ἀγάπης οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ. » Ἐπεὶ οὖν ὁ μὲν νόμος, ὡς ἑαυτὸν ἀγαπᾷν τὸν πλησίον παρακελεύεται, καὶ θανατοῦν, εἰκότως ὠνόμασεν αὐτὴν καινὴν ἐντολήν. « Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν,». Ἐπειδὴ παραπλέκειν ἐβούλετο τῷ λόγῳ καὶ ὅσα οἱ μαθηαὶ πείσεσθαι ἔμελλον, τὰς ἐπιβουλὰς, τὰς θλίψεις, τὸ μῖσος, τὸν διωγμόν. Ἦν γὰρ ἐπάναγκες ταῦτα προειδέναι αὐτοὺς, ὡς ἂν ταῖς Δεσποτικαῖς προῤῥήσεσιν ἐπερειδόμενοι, ἀκράδαντοι μένειεν τοῖς πειρασμοῖς, καὶ πάσχοντες κουφότερον φέροιεν τῆς προγνώσεως τοῦ παθεῖν τὴν ἐκ τοῦ φόβου δειλίαν ἐπαμβλυνούσης. Διὰ τοῦτο τὰ ἑαυτοῦ αὐτοῖς παρατίθησιν. Οἶδε γὰρ ἐρεθίζειν πρὸς μίμησιν τὸ τῶν κρειττόνων ὑπόδειγμα. Φησὶν οὖν, ὅτι Οὐ χρὴ λυπεῖσθαι, εἰ τοσούτοις ἀνιαροῖς προσπαλαίσητε. Εἰ γὰρ ἐμοῦ τοῦ Δεσπότου οὐκ ἐφείσαντο, ποίαν εἰς ὑμᾶς φειδὼ ἐπιδείξονται; Εἰ τοσαῦτα πρὸς τὸν διδάσκαλον ἐπεπαρῳνήκεισαν, τί οὐκ ἄν πρὸς τοὺς μαθητὰς διαπράξαιντο; Ἐπειδὴ γὰρ ὑμᾶς ἐκ τῶν πονηρῶν συναγήγερκα, ἀκολούθως ὑμᾶς οἱ πονηροὶ μεμισήκασιν. Ἀλλʼ ἐνταῦθα γενομένῳ, κάλλιστόν τι μοι δοκεῖ διελεῖν τοῦ κόσμου τὰ σημαινόμενα. Ὁμώ- νυμον γάρ τι ἡ κόσμος φωνὴ, πολλαχῶς λαμβανόμενον· αὐτῆς δὴ πρότερον ἐπιμνησθῶμεν τῆς λέξεως. « Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον, ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστὲ, ἀλλʼ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτου μισεῖ ὑμᾶς ὁ κόσμος.» Κόσμος λέγεται τὸ ἐξ οὐρανοῦ καὶ γῆς, καὶ τῶν ἐν μέσῳ σύστημά τε καὶ σύγκριμα, καθʼ ὅ δημιουργὸν τοῦ κόσμου φαμὲν τὸν Θεόν. Κόσμος καὶ ἡ τοῦ κάλλους ἁρμονία, καὶ διακόσμησις κατὰ τὸ ὑμνούμενον ἐν τῇ ᾠδῇ Μανασσῇ· « Ὁ ποιήσας τὸν οὐρανὸν, καὶ τὴν γῆν, σὺν παντὶ τῷ κόσμῳ αὐτῶν.» Κόσμος καὶ ἡ τοῦ λαοῦ πληθύς· καὶ γοῦν ἔλεγον οἱ θεοστυγεῖς ἀρχιερεῖς περὶ τοῦ Χριστοῦ· « Ἴδε ὁ κόσμος ἀπῆλθεν ὀπίσω αὐτοῦ.» Ἔστι δʼ ὅτε καὶ ἡ κοσμικὴ κακία, καὶ ἡ δελεάζουσα ἡδονὴ καὶ ἡ πρὸς τὴν ὕλην ἀνάφυρσις, καθʼ ὅ τοὺς ἐν αὐτοῖς βιοῦντας, κοσμικοὺς ὀνομάζομεν. Λέγοιτο δ’ ἐν ποτε κόσμος, καὶ ἡ ἐξ ἐναντίου τούτων ἐπίπονος ἐργασία τῶν ἀρετῶν, ἥν ὁ Κύριος διʼ ἑαυτοῦ τελεώτερον ἔδειξεν. Ἔλεγε γοῦν τοῖς μαθηταῖς· «Ἐξῆλθον παρὰ τοῦ Πατρὸς, καὶ ἐλήλυθα εἰς τὸν κόσμον· πάλιν ἀφίημι τὸν κόσμον, καὶ πορεύομαι πρὸς τὸν Πατέρα,» τουτέστι κενώσας ἐμαυτὸν τῆς ἀμόχθου θεότητος, ἦλθον εἰς τὸν ἐπίπονον κόσμον, τῆς ἐναρέτου πολιτείας, ὁδὸς ὑμῖν γενέσθαι τῆς εἰς αὐτὴν εἰσελεύσεως· νῦν δʼ ἄπειμι ταύτην ἀφείς· καὶ τάχα τοῦτʼ ἦν, ὅπερ ἡ Μάρθα εἶπεν αὐτῷ· « Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ ὁ εἰς τὸν κόσμον ἐλθὼν, » τὸν κόσμον ἐμφαίνουσα τῶν ἀρετῶν. Δοκεῖ δὲ καὶ τοῖς μαθηταῖς ὁ Σωτὴρ περὶ τοιούτου κόσμου λαλεῖν. « Ἐν τῷ κόσμῳ θλίψιν ἕξετε· » τεθλιμμένη γὰρ, καὶ στενὴ ἡ τῆς ἀρετῆς ὁδός. Οὕτω γοῦν τῆς ὁμωνυμίας διαιρεθείσης, προσήκει νοεῖν ὡς ὁ Σωτὴρ ἐνταῦθα κόσμον ἐκάλεσε τὴν κοσμικὴν τύρβην, καὶ κακίαν, καὶ τοὺς ταύτην ἐνησκημένους φαύλους, καὶ πονηρούς. « Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἄν τὸ ἴδιον ἐφίλει. » Ὄρα πῶς αὐτοῖς λεληθότως πλέκει τὸν ἔπαινον. Ἐπειδὴ γὰρ ἔδει παραμυθήσασθαι διὰ τὰ μέλλοντα τούτοις συμβήσεσθαι, μέρος δὲ κράτιστον παραμυθίας ὁ ἔπαινος, τὸν λόγον κίρνησιν ἐξ ἀμφοῖν. Ὁ γοῦν λέγει, τοῦτό ἐστι σαφὴς ἔνδειξις τῆς ὑμῶν ἀρετῆς τὸ μισεῖσθαι ὑπὸ τῶν μισούντων αὐτήν. Εἰ γὰρ φιλεῖ ἔπεσθαι τῷ ὁμοίῳ τὸ ὅμοιον, εὔδηλον, ὡς καὶ ὑμᾶς ἠγάπησαν οἱ ῥέκτορες τῶν κακῶν, εἴπερ ἦτε τῆς αὐτῶν φαυλότητος μιμηταί. Νῦν δʼ οὕτως ἀπεναντίως ἔχοντες πρὸς αὐτοὺς, ἀκολούθως μισήσουσι. Καὶ τὴν ἑξῆς δὲ ῥῆσιν τοῖς τῶν ἐπαίνων ἄνθεσι κατεποίκιλεν· ἐν γὰρ τῷ εἰπεῖν· « Ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου,» τὴν πρὸς τοὺς ἄλλους ὑπεροχὴν αὐτοῖς ὑπῃνίξατο. Ὁ γὰρ ἐκλεγόμενος, τὸ κρεῖττον ἐκλέγεται· δῆλον οὖν ὡς εὐφυεστέρους, καὶ δεκτικοὺς τῶν καλῶν τῶν ἄλλων πάντων ὑμᾶς προετίμησα. Καὶ ἀποξύσας πᾶσαν κοσμικὴν πονηρίαν, μετήγαγον πρὸς τὴν ἐπαινουμένην ἀλλοίωσιν· διὰ τοῦτο μισοῦσιν ὑμᾶς οἱ κοσμικῇ συμπεφυρμένοι θολότητι. « Μνημονεύετε τοῦ λόγου, οὗ ἐγὼ εἶπον ὑμῖν· « Οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. » Εἰ ἐγώ, φησὶ, Κύριος ὤν οὐκ ἠνῃνάμην ὑπὲρ δούλων, καὶ παρὰ δούλων τοσαῦτα παθεῖν, οὐ χρὴ ἀνιᾶσθαι δεσποτικῶν κοινωνοῦντας παθῶν. Καὶ γὰρ καὶ δοῦλος  ἔστʼ ἄν ᾖ δοῦλος, οὐκ ἔσται μείζονα αὐτοῦ τοῦ δεσπότου ἔχων τιμήν. Εἰ οὖν ἐμὲ ἐδίωξαν ζητοῦντες τὴν ψυχὴν τοῖς τοῦ θανάτου βρόχοις περιβαλεῖν, ἑπομένως καὶ ὑμεῖς ὑπʼ αὐτῶν διωχθήσεσθε. Κἄν οὖν κηρυττόντων ὑμῶν τὰ συμφέροντα, βύσωσι τὰς ἀκοὰς μὴ πειθόμενοι, ἐννοήσατε, ὡς οὐδὲ τὸν ἐμὸν λόγον ἐτήρησαν.

« Ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με.» Οὐ μέχρις ἐμοῦ, φησὶ, τούτοις ἡ ἄγνοια, ἀλλὰ δὴ καὶ αὐτὸν ἀγνοοῦσι τὸν Πατέρα, ὑφʼ οὗ ἀπεστάλην, ὡς ὁμοούσιος. Τὸ δὲ « Διὰ τὸ ὄνομά μου » προσέθηκεν, ἐπειδὴ σχετικὸν τὸ ὄνομα τοῦ Πατρὸς πρὸς τὸν Υἱόν. Οὔτε γὰρ Πατὴρ ἄνευ Υἱοῦ, οὔτε Υἱὸς ἄνευ Πατρός. Ἐπεὶ οὖν ἀγνοοῦσι, φησὶ, τὸ ὄνομά μου, ὅτι Υἱός εἰμί, οὐδὲ τὸν πέμψαντά με Πατέρα ἴσασιν.

« Εἰ μὴ ἦλθον, καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον, « Οὐδεμία, φησὶ, τοῖς Ἰουδαίοις λέλειπται πρόφασις· πάντα γὰρ εὐηγγελισάμην αὐτοῖς τὰ ὀνήσιμα καὶ σωτηρίας ἐχόμενα, ὥστε περιῄρηται αὐτοῖς πᾶσα λαβὴ. Ἐπεὶ δὲ ἡ τοῦ Σωτῆρος διδασκαλία πάντων ἐξῄρητο, ἃ γὰρ ἔργοις ἐπλήρωσε, ταῦτα λόγοις ἐδίδαξε, διὰ τοῦτό φησιν· « Εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς, ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον. » Τίνα δὲ τὰ ἔργα; Νεκροὶ ἐγειρόμενοι, τυφλοὶ ὁμματούμενοι, παράλυτοι ἁρμοζόμενοι, δαίμονες ἐλαυνόμενοι, κύματα πεζευόμενα, ποικίλα πάθη φυγαδευόμενα. Τοιούτων οὖν ἔργων Ἰουδαῖοι γενόμενοι θεαταὶ, ποίαν εὕρωσιν ἀπολογίας ὁδόν;

Ἀλλ’ ἵνα πληρωθῇ ὁ λόγις ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν, ὅτι Ἐμίσησάν με δωρεάν » Νόμον ὀνομάζει καὶ αὐτὰ τὰ προφητικὰ, ὡς τῷ νόμῳ ἑπόμενα. Δείκνυσιν οὖν, ὅτι καὶ τὸ πρὸς αὐτὸν μῖσος προεῖδεν  ὁ προφητικὸς λόγος, καὶ προκατήγγειλε καί ἡ προφητεία πέρας ἐδέξατο.

            Ὅταν δὲ ἔλθῃ ὁ Παράκλητος, ὅν ἐγὼ πέμψω ὑμῖν τὸ Πνεῦμα τῆς ἀληθείας, ὅ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ.» Πα- ράκλητος λέγεται τὸ Πνεῦμα τὸ ἅγιον, ὡς παρακαλῶν διὰ τῆς δωρεᾶς τῶν χαρισμάτων τὰς ὑποδεχομένας ψυχάς. Ἐμφαίνων δὲ τὸ πρὸς τὸν Πατέρα ὁμότιμον, ποτὲ μέν φησιν· « Ἐγὼ παρακαλέσω τὸν Πατέρα, καὶ ἄλλον Παράκλητον πέμψει ὑμῖν· » νῦν δὲ, « Ὅταν ἔλθῃ ὁ Παράκλητος, ὅν ἐγὼ πέμψω ὑμῖν. » Εἶτα ἵνα μή τις ὑποτοπάσῃ δουλικὴν τοῦ Πνεύματος τὴν ἀποστολὴν, ἀνάγει τὸν λόγον εἰς τὸν τῆς ὑπάρξεως τρόπον, καί φησι· « Τὶ Πνεῦμα τῆς ἀληθείας, ὅ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται. » Εἰ καὶ ἐμόν ἐστι τὸ Πνεῦμα, φησὶν, ἐγὼ γὰρ ἡ ἀλήθεια, ἀλλʼ ἐκ τοῦ Πατρὸς ἔσχε τὴν ὕπαρξιν. Ἐκ μιᾶς γὰρ πηγῆς τῆς τοῦ Πατρὸς οὐσίας τὸ Πνεῦμα καὶ ὁ Υἱὸς παρηλλαγμένῳ γε μὴν τῷ τρόπῳ· ὁ μὲν γ ὰρ Υἱὸς φῶς ἐκ φωτὸς ἐξέλαμψε γεννητῶς· τὸ δὲ ἅγιον Πνεῦμα, φῶς μὲν ἐκ φωτὸς καὶ αὐτὸ, οὐ μὴν γεννητῶς, ἀλλʼ ἐκπορευτῶς. Ὥσπερ οὖν αἱ τοῦ ἡλίου ἀκτῖνες τὴν πρὸς ἀλλήλας σχέσιν ἀμέριστον ἔχουσαι, μέχρις ἡμῶν τὴν χάριν τοῦ φωτὸς ἀποστέλλουσιν, οὔτε τοῦ κύκλου χωριζόμεναι, οὔτε ἀλλήλων ἀποτεμνόμεναι, οὕτως ὁ Υἱὸς, καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ἡ δίδυμος ἀκτὶς τοῦ Πατρὸς, ἐκ τοῦ Πατρὸς προέρχεται, καὶ τούτῳ συνήνωται, καὶ μέχρις ἡ ἡμῶν διακονεῖ τῆς ἀληθείας τὸ φῶς. Ἀμερὴς γὰρ ἐστι τῶν κρειττόνων ἡ φύσις.

«Ταῦτα λελάληκα ὑμῖν, ἵνα μὴ σκανδαλισθῆτε· ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλʼ ἔρχεται ὥρα, ἵνα πᾶς ὁ ἐποκτείνας δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ. » Ἄθρει δὴ ὅπως ἀρξάμενος ἀπὸ τῶν ἔλαττον σκυθρωπῶν, ἐπʼ αὐτὸ κατήντησε τὸ κεφάλαιον εἰπὼν, ὅτι τεθνήξονται. Εἰ γὰρ ἀρχῆθεν προεῖπεν αὐτοῖς ὅτι ἀποκτανθήσεσθε, ἰλιγγίασαν ἂν φυσικῶς τῆς ψυχῆς ἀποστρεφομένης τὸν θάνατον. Νῦν δὲ ἀπὸ τῶν κουφοτέρων τὸν λόγον ἀρξάμενος, καὶ ἡρέμα τούτων ἐθίσας τοὺς λογισμοὺς, μετὰ ταῦτα ἐπάγει τὰ σκυθρωπότερα. Ἄνω μὲν γὰρ εἶπεν, ὅτι Μισηθήσεσθε, εἶτα καὶ Διωχθήσεσθε, τελευταῖον δὲ, ὅτι καὶ Ἀποκτανθήσεσθε. Καὶ τὸ δὴ μεῖζον, ὅτι καὶ οἱ ἀποκτε- νοῦντες ὑμᾶς, οὔθʼ ὡς φονεῖς, οὔθʼ ὡς ἄδικοι λογισθήσονται. Ἦν γάρ τις ἴσως παραμυθία, καὶ τὸ δόξαι ἀνεγκλήτως παθεῖν· τὸ δὲ καὶ ἀδίκως πάσχοντα, ὑπεύθυνον νομίζεσθαι λίαν ἀνιαρόν· καὶ μάλιστα ὅτι λατρείαν ἡγοῦνται προσφέρειν τῷ Θεῷ τῶν ἁγίων οἱ φονευταί. Οἱ μὲν γὰρ Ἰουδαῖοι ἐπεκδικοῦντες δῆθεν τὸν νόμον ὡς ὑβριζόμενον, τοὺς ἀποστόλους ἐδίωκον. Οὕτω κατέλευσαν Στέφανον· οὕτως ἀνεῖλον Ἰάκωβον, οὕτω Παύλῳ τὸν φόνον ἐξηρτύοντο. Ἕλληνες δὲ οἷά τινα θύματα τοὺς ἀγίους τοῖς εἰδώλοις κατέθυον, δοκοῦντες οὕτω λατρεύειν Θεῷ· ἀλλʼ ἐνομίζοντο ταῦτα τοῖς ἁγίοις τρυφή. Τῇ γὰρ τῶν μελλόντων ἐλπίδι νευρούμενοι, καὶ τὴν ἀΐδιον ζωὴν φανταζόμενοι, ῥάστην ἡγοῦντο τὴν τοῦ μαρτυρίου ὁδόν. Καὶ γοῦν ἔλεγεν ὁ τούτων ἁλείπτης, καὶ ὁδηγός· « Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ· πρὸς τὴν μέλλουσαν ἀποκαλυφθῆναι δόξαν. »

Ταύτῃ τῇ μακαρίᾳ ἐλπίδι τῆς ψυχῆς τὴν βάσιν ἑδρεύσας καὶ ὁ γενναῖος Προκόπιος, Διοκλητιανοῦ τὰς ἀπειλὰς καὶ Λουκίου τὰς βασάνους βέλος νηπίων ἡγήσατο. Καὶ εἰ βούλεσθε, τῇ ἀφηγήσει τῶν ἀθλητικῶν αὐτοῦ πόνων τὴν παροῦσαν διδασκαλίαν ἐπισφραγίσωμεν. Οὗτος ὁ μέγας τοῦ Χριστοῦ ἀθλητὴς, πατρίδα ἔσχε τὴν ἀγίαν πόλιν Ἱερουσαλήμ. Ὁ δὲ γεννήσας αὐτὸν πατὴρ, εὐσεβὴς ἦν καὶ φιλάρετος, καὶ Χριστοφόρος ἐκαλεῖτο. μέντοι μήτηρ εἰδωλικῇ πλάνῃ κάτοχος ἦν, λίθοις καὶ ξύλοις ὡς θεοῖς προσανέχουσα. Ἐκ τούτων οὖν γεννηθεὶς, καὶ κατὰ τὸ σέβας οὐραγῶν τῇ μητρὶ ἥδη τοῦ φύντος πρὸς τὴν ἐκεῖθεν λῆξιν ἀπάραντος, ὑπὸ τῆς μητρὸς πρὸς βασιλέα εἰσάγεται, καὶ δοὺξ Αἰγύπτου χειροτονεῖται, καὶ αὐγουστάλιος, καὶ τὸν κατὰ τῶν Χρι- στιανῶν διωγμὸν ἐμπιστεύεται. Ἀλλʼ οὐκ εἴασεν ὁ Θεὸς γνώμην ἀγαθὴν δυσσεβεῖ θρησκείᾳ ῥυπαίνεσθαι, οὐδὲ ψυχὴν οὕτω καλὴν Χριστιανοῖς γενέ- σθαι πολέμιον, ἀλλʼ ὥσπερ Παῦλον πρότερον ἐφʼ ὁμοίᾳ γνώμῃ ὁρμῶντα εἰς Δαμασκὸν, οὕτω καὶ τοῦτον ζωγρεῖ. Στελλομένῳ γὰρ τὴν εἰς Αἴγυπτον φοβερὰ γέγονε θεοφάνεια καλοῦσα τοῦτον πρὸς τήν θείαν ἐπίγνωσιν, καὶ τοῦ σταυροῦ τὸ σημεῖον ὑπέρ πᾶσαν αἴγλην ὀπτάνεται, καὶ Προκόπιος ὑπὸ τῆς θείας φωνῆς ὀνομάζεται, τὴν εἰς τὴν εὐσέβειον προκοπὴν σημαινούσης τῆς κλήσεως. Ἀφεὶς οὖν τὴν εἰς Αἴγυπτον φέρουσαν, παλιμπόρευτος ἴεται, καὶ τὸ φανὲν τοῦ σταυροῦ σημεῖον ἐκ τῆς τιμιωτέρας ὕλης ποιεῖ, καὶ ὅλην ἐγκολπίζεται τὴν εὐσέβειαν. Διαβληθεὶς δὲ παρὰ τῆς ἰδίας μητρὸς, ὑπὸ τοῦ ἡγεμόνος Λουκίου συλλαμβάνεται· καὶ πολλαῖς βασάνοις προσωμιληκὼς, καὶ ταύταις πρὸς ἀνδρείαν ἐπὶ πλέον μάστιξι στομωθεὶς, ἐν αὐταῖς ταῖς βασάνοις τῷ Δεσπότῃ παρέθετο τὴν ψυχὴν, καὶ νῦν ἀγγέλων χορείαις ἀγάλλεται, τῶν ἄθλων τὰς ἀντιδόσεις δεχόμενος. Ὅσοι γοῦν φιλομάρτυρες, καὶ φιλάρετοι, ζηλώσωμεν τοῦ μάρτυρος τὴν ἀνδρείαν· μιμησώμεθα τούτου τὴν καρτερίαν· παρεμφερῇ δείξωμεν τὸ ἑαυτῶν βίον τῇ πολιτείᾳ τοῦ ἀθλητοῦ. Καὶ ἡμεῖς γὰρ πατρίδος ἐσμὲν τῆς νοητῆς Ἱερουσαλὴμ τοῦ παραδείσου τῆς τρυφῆς, ἐξ ἧς ἐλεεινῶς ἀπῳκίσθημεν. Πατὴρ δὲ ἡμῶν γέγονεν ἡ τοῦ Θεοῦ ἐντολλὴ, ὁ πνευματικὸς νόμος, ὁ ἀληθῶς Χριστοφόρος, ὁ φέρων ἐν ἑαυτῷ τοῦ Χριστοῦ τὰ ἐντάλματα. Μήτηρ δὲ ἡμῶν ἡ αἴσθησις ἐξ αὐτῆς γενέσεως ἡμᾶς, οἶον τεκοῦσα, καὶ τιθηνήσασα. Ταύτῃ γοῦν ἀρχῆθεν ἀκολουθήσαντες τοῖς αἰσθητοῖς συνεφύρθημεν, ὡς εἴδωλα τὴν ὕλην τιμήσαντες, καὶ διὰ ταύτης οἰκειωθέντες τῷ κοσμοκράτορι, ἄτιμον τιμὴν καὶ δόξαν ἐπίκαιρον κληρωσάμενοι, καὶ ὡς εἰς Αἴγυπτον πρὸς τὴν κακίαν στελλόμενοι, διῶκται τῆς ἀρετῆς, καὶ πολέμιοι χρηματίσαντες. Ἀλλʼ ἡ γενομένη ἐν τῷ κόσμῳ ἐμφάνεια τοῦ Θεοῦ διὰ τῆς ἐνανθρωππήσεως τοῦ Μονογενοῦς, μετήγαγεν ἡμᾶς τῆς τοιαύτης πλάνης πρὸς τὴν εὐσέβειαν, καὶ ἀπέστρεψε τῆς πονηρᾶς ὁδοῦ διὰ πίστεως, κἄν ἡ πολεμία μήτηρ ἡ αἴσθησις ἐνοχλεῖ διαβάλλουσα ἡμᾶς πρὸς τοὺς ὑπηρέτας τοῦ Σατανᾶ, καὶ πειρασμοὺς ἡμῖν ἀλλεπαλλήλους ἐγείρουσα, οὕς ἡμῖν προξενεῖ ὁ νοητὸς λύκος, ὡς λούκιος. Εἰ γοῦν στεφανῖται γενέσθαι βουλόμεθα, ἀντιστῶμεν γενναίως, ἵνα κατʼ ἀρετὴν προκόπτοντες γενοίμεθα διʼ ἔργων προκόποι. Οὕτω γὰρ προαιρέσει ἀθλήσαντες, καὶ τὴν ἐνοχλοῦσαν ἡμῖν αἴσθησιν, εἰς τὴν ὑποταγὴν τοῦ Χριστοῦ μεταφέροιμεν, ὡς τὴν ἰδίαν μητέρα ὁ ἀθλητὴς, καὶ τῶν αἰωνίων ἀγαθῶν ἀπολαύσαιμεν, ἐν Χριστῷ Ἰησοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

20181205 165004

Ιερά Μητρόπολη

Καισαριανής Βύρωνος & Υμηττού

Φορμίωνος 83

16121, Καισαριανή

Τηλ. : 210 7224123 - 210 7237133

Fax : 210 7223584

email :info@imkby.gr

ΤΟΠΟΘΕΣΙΑ ΙΕΡΑΣ ΜΗΤΡΟΠΟΛΕΩΣ

images