Δευτέρα, 07 Οκτωβρίου 2024

Θεοφάνους Κεραμέως

 «Ὁμιλία εἰς τό Πρό ἕξ ἡμερῶν τοῦ Πάσχα καί περί τοῦ μύρου»

ἐλέχθη ἐν τῷ ἄμβωνι,

(ἐκδοθέν ὑπό Stefano Carouso)

 

(Ἐκ τῆς Ἐπετηρίδος τῆς Ἑταιρείας Βυζαντινῶν Σπουδῶν

 τ. ΜΑ΄, Ἀθῆναι 1974 σσ. 115-120)

Τοῦ Δεσπότου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τὸ ὑπερφυὲς καὶ μέγα θαῦμα ποιήσαντος, τὴν τεθρήμερον τοῦ Λαζάρου ἀνάστασιν, εἶτα καὶ εἰς τὴν Ἰορδάνου ἔρημον συνήθως φοιτήσαντος ἐπειδὴ ὁ τοῦ τυπικοῦ Πάσχα καιρὸς ἐγειτνίαζε, καθ᾿ ὃν ἔμελλε τὸ ἀληθινὸν Πάσχα τυθῆναι διὰ τὴν τοῦ κόσμου ἀνάπλασιν, ἵετο καὶ αὐτὸς ὁ Σωτὴρ εἰς Ἱερουσαλήμ, ἀπολιπὼν τὰς ἐν ἐρήμοις διατριβάς καὶ ὁδοῦ πάρεργον ποιεῖται τὴν εἰς Βηθανίαν εἰσέλευσιν. Καὶ δεῖπνον αὐτῷ ἑτοιμάζουσι τοῦ ἀναβεβιωκότος αἱ σύγγονοι καὶ δαιτυμόνες ἦσαν ἄλλοι τε τῶν ἐπιτηδείων καὶ ὁ Σωτὴρ σὺν τοῖς μαθηταῖς καὶ αὐτὸς ὁ Λάζαρος, τοῦ θαύματος ἡ ὑπόθεσις. Μάρθα μὲν οὖν διηκόνει, τὰ συνήθη ποιοῦσα - καὶ ἄλλοτε γάρ, ὑποδεξαμένη τὸν Κύριον, περιεσπᾶτο περὶ πολλήν δακονιαν, σπουδαία οὖσα καὶ πρόθυμος

Ἡ οὖν Μαρία λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου ἩΜαρία πάλαι μὲν παρακαθίσασα παρὰ τοὺς πόδας τοῦ Κυρίου τῷ τῆς διδασκαλίας εὐφραίνετο νέκταρι, ὑφ᾽ οὗ κορεσθεῖσα καὶ μέθην μεθυσθεῖσα νηφάλιον, τὰς τοῦ θείου ἔρωτος ἀκίδας ἐδέξατο, τὰ τῆς ἀσματικῆς νύμφης λέγουσα «Εἰς ὀσμὴν μύρου σου ἔδραμον, ὅτι τετρωμένη τῆς σῆς ἀγάπης εἰμί» ἐλλαμφθεῖσα δὲ τὴν ψυχὴν καὶ προφητικώτατα προϊδοῦσα ὡς ἐπὶ θύραις τὸ σωτήριον πάθος ἐστί μυστικωτέρῳ τρόπῳ τῷ Δεσπότῃ προσέρχεται καί, λίτραν λαβοῦσα νάρδου πιστικῆς πολυτίμου, δαψιλῶς ἐξέχεε τῶν ἀχράντων ποδῶν, οὐκ ἄλλο μέρος, ἀλλὰ τοὺς ὡραίους πόδας ἀρωματίζουσα, τοὺς βαδίζοντας ἤδη ἐπὶ τὸν ἑκούσιον θάνατον. Καὶ λ ί τ ρα μὲν ἦν ὁ τοῦ μύρου σταθμός, ἐπειδὴ ὑπὲρ λύτρου ἁμαρτιῶν προσήγετο τῷ δεδωκότι ἑαυτὸν τοῦ κόσμου ἀντίλυτρον π ι σ τ ι κ ὴ  δέ, οἷον πεπιστευμένη καὶ καθαρὰ καὶ προσαγομένη ἐκ πίστεως ν ά ρ δ ο ς δέ, ἀπό τινος ἀρωματώδους πόας νάρδοι κεκλημένης λαβοῦσα τὸ ὄνομα. ᾿Εκ μέντοι τοῦ εἶπεῖν τὰ τρία ὀνόματα - νάρδου πιστικῆς πολυτίμου - ἔδειξεν ὅτι τῷ ἑνὶ τῆς Τριάδος Χριστῷ τὸ μύρον προσήγετο. Καὶ οὐκ ἀγνοῶ γε ὥς τινες τοσοῦτον ἀπηρυθρίασαν ὡς μυθῶδες ἐν τούτῳ πλάσαι. Διήγημα, φασὶ γὰρ ὡς τοῦτο τὸ μύρον ἐξ ἐκείνου τοῦ ὕδατος ἦν, ἐξ οὗ βρέφος ὢν νεογενὲς ὁ Σωτὴρ ἀπελούσατο ἐκεῖνο γάρ φασίν, φυλαχθὲν ὑπὸ τῆς μαίας εἰς μύρου φύσιν μετήμειπτο. Ταῦτά φασιν οἱ μῦθοπλάσται. καὶ φλύαροι. Καὶ ἐχρῆν μὲν ἴσως παρασιωπῆσαι τουτὶ τὸ ληρώδημα τὰ γὰρ οὐχ ὑγιῶς λεχθέντα βέλτιον παραδοῦναι τῇ λήθῃ. Ἀλλ’ ἵνα μή πολλοὶ τῶν εὐηθεστέρων τὸ ψεῦδος ὡς πιθανὸν παραδέξαιντο - ἄκακος γάρ φησί. πιστεύει παντὶ λόγῳ δεῖν ἔγνων παραδειγματίσαι τὸ μυθορράφημα. Καί μοι δοκεῖ, ὁ Εὐαγγελιστής, τοῦτο προειδώς τοῦ μύρου τό εἶδος εἶπεν ὅτι νάρδος ἦν πιστική ἴσμεν γὰρ ὅτι ἀρωματῶδες εἶδος ἡ νάρδος ἐστίν ἀπό τε τῆς τῶν Ἰνδῶν χώρας καὶ τῆς τῶν Κελτῶν κομιζομένη πρὸς ἡμᾶς κἀν τοῖς μύροις καὶ τοῖς ἀκεστορικοῖς βοηθήμασιν οὖσα χρήσιμος᾿

Ὅλον δέ καταχέασα τό μύρον ἐν τοῖς ἀχράντοις ποσί, ἐξέμασσε ταῖς θριξὶν τὴν θείαν χάριν τοῦ χρωτὸς τῶν ποδῶν, καθάπερ τινὶ σπόγγῳ ταῖς

θριξὶν ἀπομάσσουσα

Ἡ δε οἰκία ἐπληρώθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου. Λέγει οὖν εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, Σίμων Ἰσκαριώτης, ὁ μέλλων αὐτόν παραδιδόναι- Διατί τοῦτο τό μύρον οὐκ ἐπράθη τριακοσίων δηναρίων καί ἐδόθη πτωχοῖς, Τὸν μὲν ἀέρα τῆς ὅλης οἰκίας καὶ τὰς τῶν δαιτυμόνων ὀσφρήσεις τὸ μύρον χεόμενον τῆς εὐωδίας ἐπλήρωσεν, ὁ δὲ προδότης καὶ θεοσύλης καὶ χριστοκάπηλος τῇ δυσωδίᾳ τοῦ φθόνου ἔμπλεως ὢν κατεπνίγετο. Ὡς γὰρ τὸ αὐτὸ μύρον τὰς μὲν περιστερὰς ρωμαλεωτέρας καθίστησι, φθείρει δὲ τὸν κοπροχαρῆ κάνθαρον, οὕτω δῆτα καὶ τότε οἱ μὲν ἄλλοι μαθηταί, τῶν περιστερῶν ἔχοντες τὴν ἀκεραιότητα τῇ εὐπνοίᾳ τῶν ἀρωμάτων ἐγάννυντο, ἡ δὲ κανθαρώδης ψυχὴ διεπρίετο καὶ οὐδὲ κρύπτειν τὸ πάθος ἐδύνατο, ἀλλὰ τὸ δυσῶδες καὶ βάσκανον ἐξερεύγεται καὶ λογοπραγεῖ τὸ γινόμενον καὶ γίνεται δῆθεν φιλόπτωχος καὶ ἐπειδὴ ἤκουσε πολλάκις τοῦ Κυρίου περὶ ἐλεημοσύνης διδάσκοντος, ὑποφαρμάττει τὴν ἑαυτοῦ φιλαργυρίαν τῇ τοῦ λόγου γλυκύτητι, καί φησι «Διατί οὐκ ἐπράθη τοῦτο τὸ μύρον τριακοσίων δηναρίων καὶ ἐδόθη πτωχοῖς; ». ᾿Εβουλόμην τότε παρεῖναι καὶ εἰπεῖν πρὸς τὸν ἀσυνείδητον «᾿Επίσχες, ὦ βδελυρέ, τὴν ἀναιδῆ γλῶτταν καὶ προπετῆ καὶ κατάπτυστον. Ὁ κορυφαῖος Πέτρος σιγᾷ, ὁ ἠγαπημένος, ὁ ᾿Ανδρέας, ὁ Ματθαῖος, ὁ Δίδυμος, ὁ Φίλιππος, πάντες εὐγνώμονες, καὶ σὺ μόνος ἐπισκώπτεις τὴν ἀλαβαστροφόρον ναρδοκομίστριαν; Τί ἀσχάλλεις ὅτι τριακοσίων δηναρίων τὸ μύρον οὐκ ἐκαπήλευσας; Μικρὸν ὅσον καὶ πραθήσεται παρὰ σοῦ τὸ νοητὸν μύρον ἀργυρίοις τριάκοντα καὶ δοθήσεται τοῖς πτωχοῖς. Εἰς ταφὴν - γάρ - τοῖς ξένοις ἐδόθη τοῦ τετιμημένου τὸ τίμημα.

«Διατί οὐχ ἐπράθη τοῦτο τὸ μύρον καὶ ἐδόθη πτωχοῖς; Πλάσμα ἦν

κεκαττυμένον τῶν πενήτων ἡ πρόφασις, καὶ τοῦτο ἡ θεολογία ἐπεσημήνατο λέγουσα «Εἶπε δέ τοῦτο οὐχ ὅτι περί τῶν πτωχῶν ἔμελεν αὐτῷ, ἀλλ’ ὅτι κλέπτης ἦν καὶ τὸ γλωσσόκομον εἶχε καὶ τὰ βαλλόμενα ἐβάσταζε». Τί γοῦν ὁ Σωτήρ; Φανερῶς μέν οὐκ ἐπιπλήττει οὐδ ἀνακαλύπτει τῆς αὐτοῦ γνώμης τό ὕφαλον, ἀλλ’ ἀνεξικάκως ὥσπερ εἰώθει ποιεῖν ἠρέμα φησίν « Ἄφες αὐτήν, εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου τετήρηκεν αὐτό». ᾿΄Εοικε πλαγίως τοῦτο λαλεῖν. «Ἄφες αὐτήν. Κατὰ πολὺ γὰρ κρείττων ἡ γνώμη τῆς γυναικὸς τῆς σῆς προαιρέσεως σὺ μὲν γὰρ σπεύδεις ἀπεμπολῆσαί με, αὕτη δὲ ἧκε μυρίσαι με, ἡ σὴ γνώμη ἐξαρτύει μοι θάνατον, ἡ ταύτης πίστις προετοιμάζει μοι τὰ ἐντάφια. Ἄφες αὐτήν. Τὰ τῶν μυροφόρων ἐργάζεται προλαμβάνει τὴν ἀρωματοφόρον Μαγδαληνήν, τὴν Ἰωάνναν, τὴν Σαλώμην, τὰς μελλούσας

τὸν τάφον καταλαβεῖν ἐπὶ τὸ μυρίσαι τὸ σῶμά μου. ᾿Εκεῖναι ὡς νεκρὸν ἀρωματίσαι ζητήσουσιν, αὕτη ζῶντί μοι τοῦτο χαρίζεται. Τί προφασίζῃ τοὺς πένητας».

«Τοὺς πτωχοὺς - γάρ - πάντοτε ἔχετε μεθ’ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε». «Εἰ τοσοῦτον - φησίν -ἐγεγόνεις φιλόπτωχος, ἐξέσται σοι ὁπόταν βούλῃ δεικνύειν τὸ μεγαλόψυχον οὐ γὰρ ἐπιλείψουσι πένητες, ἐμὲ δὲ σωματικῶς μεθ᾿ ὑμῶν συναναστρεφόμενον οὐ πάντοτε ἕξετε, ἤδη γὰρ ἐγγὺς ὁ σταυρος και ὁ θάνατος». ᾿Εσχημάτισται δὲ ὁ λόγος καὶ άλλως κρυφιωδέστερον ἐπειδὴ γὰρ ἤδει τὸν Ἰούδαν ὁ Κύριος ἰσχυρῶς ὄντα φιλάργυρον, τοῦ δὲ φιλοπλούτου οἱ λογισμοί ἀεἰ τῇ ἐπιθυμίᾳ πτωχεύουσιν - «Πίθος γὰρ ἐστι τετρημένος », κατὰ τὴν παροιμίαν ὅσον ἐμπίπλαται, οὐ κορέννυται, ἀεὶ τοῦ πλείονος ἐφιέμενος -, διὰ τοῦτο πρὸς τὴν ἐκείνου γνώμην τὸν λόγον συνύφανε. «Τοὺς πτωχοὺς λογισμοὺς καὶ τοὺς πάσης ἀρετῆς πτωχεύοντας δαίμονας πάντοτε ἔχεις μεθ’ ἑαυτοῦ, ἐμέ δε οὐκ ἔχεις ἔνθα γὰρ τὸ τῆς φιλαργυρίας σκότος οἰκεῖ, τό φῶς τῆς ἀληθείας χώραν οὐκ ἔχει. Ὅτι γὰρ πρός μόνον τὸν Ἰούδαν ὁ λόγος ἦν, κἂν πληθυντικῶς ἐσχημάτισται δῆλον ἐξ ὧν τοῖς μαθηταῖς ἔλεγεν «Ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας ».

«Ἔγνω οὖν ὄχλος πολὺς ἐκ τῶν ᾽Ιουδαίων ὅτι ἐκεῖ ἔστι καὶ ἦλθον οὐ διὰ τὸν ᾿Ιησοῦν μόνον, ἀλλ’ ἵνα καὶ τὸν Λάζαρον ἴδωσιν, ὅν ἤγειρεν ἐκ νεκρῶν». Ἐπειδή πανταχόθεν εἰς Ἱερουσαλήμ συνηγείροντο διὰ τήν τοῦ Πάσχα κατάθυσιν, μαθόντες τό θαῦμα τῆς τοῦ Λαζάρου ἐγέρσεως, ἵεντο εἰς Βηθανίαν, αὐτόν τε ἰδεῖν τὸν Σωτῆρα καὶ σύν αὐτῷ τὸν νεκρέγερτον καὶ ὁρῶντες τὸ μέγα τοῦτο τεράστιον καὶ μὴ ἀπιστεῖσθαι δυνάμενον, ἀδιστάκτως ἐπίστευον. Καὶ τίς γὰρ οὐκ ἂν ὡμολόγει τότε Θεὸν εἶναι τὸν Ἰησοῦν εἰ μὴ λίθος ἦν, εἰ μή σίδηρος, εἰ μή τὴν φύσιν ἀναίσθητος, ὁρῶν τὸν πρὸ ὀλίγου νεκρὸν ἕωλον ἤδη τῷ τάφῳ διαλυόμενον, ἐν τῷ εὐρῶτι τῆς γῆς μυδῶντος ἐξ ἀνάγκης τοῦ σώματος λόγῳ μόνῳ ἐξαναστάντα καὶ ζῶντα καὶ ὁμιλοῦντα καὶ τροχαλῶς βηματίζοντα, ἔτι δεικνύντα ἐν τῇ ὄψει τὰ τῆς νεκρώσεως λείψανα; -φασὶ γὰρ αὐτὸν διὰ πάσης τῆς ἐπιλοίπου ζωῆς ὠχρὸν ἐναπομεῖναι καὶ τακερόν, τὰ σημεῖα ἐμφαίνοντα τῆς ἀναβιώσεως. Ἀλλ’ οἱ παντοδήλητοι ἀρχιερεῖς καί ἠλίθιοι, οὐχ ὅτι οὐκ ἐπίστευσαν, ἀλλ’ «ἐβουλεύσαντο -φησι-

ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν, ὅτι πολλοὶ δι᾿ αὐτὸν ὑπῆγον τῶν ’Ιουδαίων καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν». Εἶδες παραφροσύνην δυσίατον; Εἶδες ἀλογώτατον φρόνημα; «Τί γοῦν, ὦ παραπλῆγες- φαίην ἄν πρὸς αὐτούς- κἂν μυριάκις αὐτὸν ἀποκτείνητε, οὐ τοσαυτάκις ἐξαναστήσεται, φίλος ὢν καὶ μαθητὴς τῆς ὄντως ζωῆς; Καὶ ὅσον κρύπτειν τὸ θαῦμα σπουδάζετε, τοσοῦτον ἔσται περιφανέστερον». ᾿Αλλὰ τυφλότατον πάθος ὁ φθόνος καὶ τοῦ δέοντος ἀνεπαίσθητος.

«Τῇ ἐπαύριον ὁ ὄχλος πολὺς ὁ ἐλθὼν εἰς τὴν ἑορτήν, ἀκούσαντες ὅτι ὁ Ἰησοῦς ἔρχεται εἰς Ἱεροσόλυμα, ἔλαβον τὰ βαΐα τῶν φοινίκων καὶ ἐξῆλθον εἰς ἀπάντησιν αὐτοῦ». Ὁ μέν οὖν Κύριος Ἰησοῦς, λαμπρῶς νικητής τοῦ θανάτου γενόμενος, καὶ πιστευθεὶς Θεὸς εἶναι καὶ βασιλεὺς Ἰσραήλ, μετὰ δόξης καὶ προπομπῆς εἴσεισιν εἰς Ἱεροσόλυμα, τῶν μὲν ἐφεπομένων οἷς εἶδον καὶ οἷς ἤκουσαν μαρτυρούντων τῷ θαύματι τῆς τοῦ Λαζάρου ἐγέρσεως, τῶν δὲ ὑπαντώντων βαΐοις καὶ δαυϊτικοῖς ἄσμασι καὶ ὡς βασιλέα ὑποδεχομένων αὐτόν. « Ὠσαννά, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου Βασιλεύς τοῦ Ἰσραήλ». Σκόπει ὅπως ὁ παρ᾽ αὐτῶν ὕμνος κατάλληλος ἦν τῶν ἐπὶ Χριστοῦ δύο φύσεων τὸ μὲν γὰρ ὡσαννά, ἑρμηνευόμενον «σῶσον δή», ἆσμά ἐστι τῆς θεότητος τό δὲ βασιλεὺς Ἰσραήλ τῆς ἀνθρωπότητος.

«Εὑρὼν δὲ ὁ ’Ιησοῦς ὀνάριον ἐκάθισεν ἐπ’ αὐτό». Οἱ μὲν ἄλλοι Εὐαγγελισταὶ πλατύτερον ἀφηγήσαντο τῶν μαθητῶν τὴν ἀποστολήν, τῆς ὄνου καὶ τοῦ πώλου τὴν ἀγωγήν, τῶν παίδων τὴν ᾠδήν, τῶν κλάδων τὴν ἐκκοπήν, τὴν τῶν ἱματίων ὑπόστρωσιν, τὴν τοῦ ὄχλου ἀπάντησιν, τῶν ἀρχιερέων τὴν ἐπιτίμησιν ὁ μέγας δὲ Ἰωάννης, ἐπίτροχον ποιούμενος τὴν ἀφήγησιν, μόνην λέγει τὴν εἰς τὸν ὄνον ἐφίζησιν καὶ τὴν τῶν ὄχλων μετὰ βαΐων ὑπάντησιν.

Δεῦρο φιλοπευστήσωμεν διατί δὲ οὐκ ἐν ἵππῳ, ἀλλ᾽ ἐν πώλῳ ὄνου ἔποχος

ἵεται; Παντί που μὲν δῆλον ὡς τὴν τῶν ἐθνῶν κλῆσιν διὰ τούτων ὑπέγραφεν ἀκάθαρτα γὰρ τὰ ἔθνη ὥσπερ ὁ ὄνος καὶ ἄτακτα ὡς ὁ πῶλος πλὴν ὅτι καὶ ὥσπερ ἐν πᾶσιν οὕτω κἀνταῦθα τηρεῖ τὸ ταπεινόν τε καὶ μέτριον. ᾿Εν μέρει δὲ φυλάττει καὶ τὸ ἰουδαϊκὸν παρατήρημα, ἔθος γὰρ ἡμιόνοις καὶ οὐχ ἵπποις ἐποχεῖσθαι τοὺς βασιλέας τοῦ ᾿Ισραήλ.

Ὅτου δὲ χάριν πάρεργον λέγειν τὰ νῦν, τοῦ καιροῦ τὸν λόγον πρὸς θεωρίαν τῆς ἱστορίας ὑφέλκοντος. Βηθανία, κατὰ τὸν τῆς ἀναγωγῆς λόγον, ο ἶκ ο ς δ ό ξ η ς ἑρμηνευομένη, ὁ κόσμος οὗτός ἐστιν, ἡ περίγειος λῆξις, ἡ δεξαμένη τὴν τοῦ Θεοῦ δόξαν ἐνανθρωπήσαντος εἰς ταύτην παραγέγονεν ὁ τοῦ Θεοῦ Υἱὸς πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα, πρὸ τοῦ μέλλοντος δηλαδὴ αἰῶνος, καθ᾽ ὃν τελεσθήσεται τὸ ἀληθινὸν Πάσχα καὶ τέλειον, οὗ τύπος ἐστὶ τὸ παρόν τὸ γὰρ ἰουδαϊκὸν τύπου τύπος ἐτύγχανεν. ᾿Ενταῦθα γοῦν κατὰ σάρκα γενόμενον Μάρθα καὶ Μαρία ξεναγωγοῦσιν αὐτόν, οἱ ἐξ Ἰουδαίων πιστεύσαντες καὶ οἱ ἐξ ἐθνῶν, καὶ δεῖπνον αὐτῷ ἑτοιμάζονσι, καθάπερ ὄψα προσφέροντες τὴν πίστιν καὶ τῶν ἐντολῶν τὴν τήρησιν. ᾿Αλλ’ ἡ μὲν Μάρθα, ὡς ἑρμηνευομένη κ ο π ι ώ σ α, λέγεται διακονεῖν  ὅσοι γὰρ μετέρχονται τὴν πρακτικὴν ἀρετήν, τῇ Μάρθα εἰκάζονται. Ὅσοι δὲ πρὸς τὴν ἀληθῆ θεωρίαν ἀνήχθησαν, οὗτοι, τὴν Μαρίαν ζηλοῦντες, τῷ τῆς θεολογίας μύρῳ τοὺς Χριστοῦ πόδας εύωδιάζουσι πόδες δὲ νοοῖντο ἡ ἐπ᾿ ἐσχάτων τοῦ Λόγου φανέρωσις. Τριώνυμον δὲ τὸ μύρον, νάρδος πιστικὴ πολύτιμος, ἐπειδὴ καὶ τριττὴ ἐστιν ἡ ὁμολογία τῆς πίστεως καὶ τρία τὰ παρ᾿ ἡμῶν εἰσφερόμενα πίστις, ἐλπὶς καὶ ἀγάπη. Εἰ δὲ βασκαίνει ὁ Ἰούδας, οὐδὲ τοῦτό ἐστιν ἀνακόλουθον μέχρι γὰρ νῦν Ἰουδαῖοι τὴν ἡμῶν σωτηρίαν βασκαίνουσιν καὶ τοῦτο προεῖπεν ἡ Μωϋσέως ὠδὴ «Κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ᾿ ἔθνει ἀσυνέτῳ ». Λάζαρος δέ, ἀποθανὼν καὶ ἀναστὰς καὶ συνευωχούμενος τῷ Χριστῷ, ᾿Αδάμ ἐστιν, ὁ ἀρχηγὸς τοῦ γένους ἡμῶν, ἀποθανὼν μὲν τῇ παρακοῇ, ἀναστὰς δὲ διὰ τοῦ νέου ᾿Αδάμ, τοῦ πᾶσαν ἀναλαβόντος ἐν ἑαυτῷ τὴν ἀπαρχὴν τοῦ φυράματος συνευωχεῖται δὲ τῇ θεότητι διὰ τοῦ προσλήμματος, ὅπερ γέγονε τῇ ἑνώσει ὁμόθεον ἐν μιᾷ τοῦ Λόγου ὑποστάσει, σὺν Πατρὶ καὶ Πνεύματι δοξαζόμενον, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας. ᾿Αμήν.

20181205 165004

Ιερά Μητρόπολη

Καισαριανής Βύρωνος & Υμηττού

Φορμίωνος 83

16121, Καισαριανή

Τηλ. : 210 7224123 - 210 7237133

Fax : 210 7223584

email :info@imkby.gr

ΤΟΠΟΘΕΣΙΑ ΙΕΡΑΣ ΜΗΤΡΟΠΟΛΕΩΣ

images